Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 3.1.1 | 1 | μετὰ δὲ τοὺς Ἑρμᾶς ἐστιν ἤδη Λακωνικὴ τὰ πρὸς ἑσπέρας. | After the Herms, going westward, you come presently to the part called Laconia. | μετά δέ ὁ Ἑρμῆς εἰμί ἤδη Λακωνικός ὁ πρός ἑσπέρα | 0 |
| 3.1.1 | 2 | ὡς δὲ αὐτοὶ Λακεδαιμόνιοι λέγουσι, Λέλεξ αὐτόχθων ὢν ἐβασίλευσε πρῶτος ἐν τῇ γῇ ταύτῃ καὶ ἀπὸ τούτου Λέλεγες ὧν ἦρχεν ὠνομάσθησαν. | According to the accounts of the Lacedaemonians themselves, Lelex, an earth-born native, was the first king who ruled this land, and from him the Leleges, the people he governed, derived their name. | ὡς δέ αὐτός Λακεδαιμόνιος λέγω λέγω αὐτόχθων εἰμί βασιλεύω πρῶτος ἐν ὁ γῆ οὗτος καί ἀπό οὗτος λέγω ὅς ἄρχω ὀνομάζω | 0 |
| 3.1.1 | 3 | Λέλεγος δὲ γίνεται Μύλης καὶ νεώτερος Πολυκάων. | Lelex had two sons, Myles and a younger one, Polycaon. | Λέλεγες δέ γίγνομαι μύλη καί νεώτερος Πολυκάων | 0 |
| 3.1.1 | 4 | Πολυκάων μὲν δὴ ὅποι καὶ διʼ ἥντινα αἰτίαν ἀπεχώρησεν, ἑτέρωθι δηλώσω· | On another occasion I shall explain where Polycaon went and why he left the country. | Πολυκάων μέν δή ὅποι καί διά ὅστις αἰτία ἀποχωρέω ἑτέρωθι δηλόω | 0 |
| 3.1.1 | 5 | Μύλητος δὲ τελευτήσαντος παρέλαβεν ὁ παῖς Εὐρώτας τὴν ἀρχήν. | On the death of Myles, his son Eurotas succeeded to the throne. | μύλητος δέ τελευτάω παραλαμβάνω ὁ παῖς Εὐρώτας ὁ ἀρχή | 0 |
| 3.1.1 | 6 | οὗτος τὸ ὕδωρ τὸ λιμνάζον ἐν τῷ πεδίῳ διώρυγι κατήγαγεν ἐπὶ θάλασσαν, ἀπορρυέντος δὲ---ἦν γὰν δὴ τὸ ὑπόλοιπον ποταμοῦ ῥεῦμα--- ὠνόμασεν Εὐρώταν. | Eurotas channeled off the standing water that filled the plain by cutting a canal to the sea; and when this water had drained away, the stream that remained became a river, which he named Eurotas after himself. | οὗτος ὁ ὕδωρ ὁ λιμνάζω ἐν ὁ πεδίον διώρυξ κατάγω ἐπί θάλασσα ἀπορρέω δέ εἰμί γᾶ δή ὁ ὑπόλοιπος ποταμός ῥεῦμα ὀνομάζω Εὐρώτας | 0 |
| 3.1.2 | 1 | ἅτε δὲ οὐκ ὄντων· αὐτῷ παίδων ἀρρένων βασιλεύειν καταλείπει Λακεδαίμονα, μητρὸς μὲν Ταϋγέτης ὄντα, ἀφʼ ἧς καὶ τὸ ὄρος ὠνομάσθη, ἐς Δία δὲ πατέρα ἀνήκοντα κατὰ τὴν φήμην· συνῴκει δὲ ὁ Λακεδαίμων Σπάρτῃ θυγατρὶ τοῦ Εὐρώτα. | Since he himself had no male children, he left the kingdom of Lakedaimon to Lakedaimon, whose mother was Taygete—from whom the mountain also received its name—and who, according to tradition, traced his descent on his father's side back to Zeus. | ἅτε δέ οὐ εἰμί αὐτός παῖς ἀρρήν βασιλεύω καταλείπω Λακεδαίμων μήτηρ μέν Ταϋγέτης εἰμί ἀπό ὅς καί ὁ ὄρος ὀνομάζω εἰς διά δέ πατήρ ἀνήκω κατά ὁ φήμη συνοικέω δέ ὁ Λακεδαίμων Σπάρτη θυγάτηρ ὁ Εὐρώτας | 0 |
| 3.1.2 | 2 | τότε δὲ ὡς ἔσχε τὴν ἀρχήν, πρῶτα μὲν τῇ χώρᾳ καὶ τοῖς ἀνθρώποις μετέθετο ἀφʼ αὑτοῦ τὰ ὀνόματα, μετὰ δὲ τοῦτο ᾤκισέ τε καὶ ὠνόμασεν ἀπὸ τῆς γυναικὸς πόλιν, ἣ Σπάρτη καλεῖται καὶ ἐς ἡμᾶς. | Lakedaimon married Sparta, daughter of Eurotas. | τότε δέ ὡς ἔχω ὁ ἀρχή πρῶτος μέν ὁ χώρα καί ὁ ἄνθρωπος μεταδίδωμι ἀπό ἑαυτοῦ ὁ ὄνομα μετά δέ οὗτος οἰκίζω τε καί ὀνομάζω ἀπό ὁ γυνή πόλις ὅς Σπάρτη καλέω καί εἰς ἐγώ | 0 |
| 3.1.3 | 1 | Ἀμύκλας δὲ ὁ Λακεδαίμονος, βουλόμενος ὑπολιπέσθαι τι καὶ αὐτὸς ἐς μνήμην, πόλισμα ἔκτισεν ἐν τῇ Λακωνικῇ. | Amyclas, son of Lakedaimon, desiring himself also to leave something behind in remembrance, founded a small town in Laconia. | Ἄμυκλαι δέ ὁ Λακεδαίμων βούλομαι ὑπολείπω τις καί αὐτός εἰς μνήμη πόλισμα κτίζω ἐν ὁ Λακωνικός | 0 |
| 3.1.3 | 2 | γενομένων δέ οἱ παίδων Ὑάκινθον μὲν νεώτατον ὄντα καὶ τὸ εἶδος κάλλιστον κατέλαβεν ἡ πεπρωμένη πρότερον τοῦ πατρός, καὶ Ὑακίνθου μνῆμά ἐστιν ἐν Ἀμύκλαις ὑπὸ τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος. | Among his sons, Hyacinthus, the youngest and the most handsome in appearance, was overtaken by fate before his father, and the tomb of Hyacinthus is in Amyclae, beneath the image of Apollo. | γίγνομαι δέ ὁ παῖς ὑάκινθος μέν νεώτατος εἰμί καί ὁ εἶδος καλός καταλαμβάνω ὁ πρόμοιρος πρότερον ὁ πατήρ καί ὑάκινθος μνῆμα εἰμί ἐν Ἀμύκλαι ὑπό ὁ ἄγαλμα ὁ Ἀπόλλων | 0 |
| 3.1.3 | 3 | ἀποθανόντος δὲ Ἀμύκλα ἐς Ἄργαλον τὸν πρεσβύτατον τῶν Ἀμύκλα παίδων καὶ ὕστερον ἐς Κυνόρταν Ἀργάλου τελευτήσαντος ἀφίκετο ἡ ἀρχή. | After the death of Amyclas, the succession of rule passed first to Argalus, the eldest of Amyclas' sons, and afterward, upon the death of Argalus, to Cynortas. | ἀποθνῄσκω δέ Ἄμυκλαι εἰς ἄργαλος ὁ πρεσβύτατος ὁ Ἄμυκλαι παῖς καί ὕστερον εἰς Κυνόρτα ἀργαλός τελευτάω ἀφικνέομαι ὁ ἀρχή | 0 |
| 3.1.4 | 1 | Κυνόρτα δὲ ἐγένετο Οἴβαλος. | From Cynortas was born Oibalos. | Κυνόρτα δέ γίγνομαι οἴβαλος | 0 |
| 3.1.4 | 2 | οὗτος Γοργοφόνην τε τὴν Περσέως γυναῖκα ἔσχεν ἐξ Ἄργους καὶ παῖδα ἔσχε Τυνδάρεων, ᾧ περὶ τῆς βασιλείας Ἱπποκόων ἠμφισβήτει καὶ κατὰ πρεσβείαν ἔχειν ἠξίου τὴν ἀρχήν. | He married Gorgophone, the wife of Perseus, from Argos, and had a son Tyndareus. | οὗτος γοργοφόνη τε ὁ Περσεύς γυνή ἔχω ἐκ Ἄργος καί παῖς ἔχω Τυνδάρεως ὅς περί ὁ βασιλεία Ἱπποκόων ἀμφισβητέω καί κατά πρεσβεία ἔχω ἀξιόω ὁ ἀρχή | 0 |
| 3.1.4 | 3 | προσλαβὼν δὲ Ἰκάριον καὶ τοὺς στασιώτας παρὰ πολύ τε ὑπερεβάλετο δυνάμει Τυνδάρεων καὶ ἠνάγκασεν ἀποχωρῆσαι δείσαντα, ὡς μὲν Λακεδαιμόνιοί φασιν, ἐς Πελλάναν, Μεσσηνίων δέ ἐστιν ἐς αὐτὸν λόγος Τυνδάρεων φεύγοντα ἐλθεῖν ὡς Ἀφαρέα ἐς τὴν Μεσσηνίαν εἶναί τε Ἀφαρέα τὸν Περιήρους ἀδελφὸν Τυνδάρεω πρὸς μητρός· | Hippocoön contended with this Tyndareus about the kingship, arguing that he had the stronger claim by birthright. | προσλαμβάνω δέ Ἴκαρος καί ὁ στασιώτης παρά πολύ τε ὑπερβάλλω δύναμις Τυνδάρεως καί ἀναγκάζω ἀποχωρέω δείσας ὡς μέν Λακεδαιμόνιος φημί εἰς Πέλλανα Μεσσήνιος δέ εἰμί εἰς αὐτός λόγος Τυνδάρεως φεύγω ἔρχομαι ὡς Ἀφαρεύς εἰς ὁ Μεσσηνία εἰμί τε Ἀφαρεύς ὁ περιῆρος ἀδελφός Τυνδάρεως πρός μήτηρ | 0 |
| 3.1.4 | 4 | καὶ οἰκῆσαί τε αὐτὸν τῆς Μεσσηνίας φασὶν ἐν Θαλάμαις καὶ τοὺς παῖδας ἐνταῦθα οἰκοῦντι αὐτῷ γενέσθαι. | Taking on his side Icarius and his followers, Hippocoön far surpassed Tyndareus in strength and compelled him to flee in fear. | καί οἰκέω τε αὐτός ὁ Μεσσηνία φημί ἐν θαλάμη καί ὁ παῖς ἐνταῦθα οἰκέω αὐτός γίγνομαι | 0 |
| 3.1.5 | 1 | χρόνῳ δὲ ὕστερον κατῆλθέ τε ὑπὸ Ἡρακλέους Τυνδάρεως καὶ ἀνενεώσατο τὴν ἀρχὴν· | Later, after some time, Tyndareus was restored by Heracles' aid and regained the throne. | χρόνος δέ ὕστερον κατέρχομαι τε ὑπό Ἡρακλῆς Τυνδάρεως καί ἀνανεόομαι ὁ ἀρχή | 0 |
| 3.1.5 | 2 | ἐβασίλευσαν δὲ καὶ οἱ Τυνδάρεω παῖδες καὶ Μενέλαος ὁ Ἀτρέως Τυνδάρεω γαμβρὸς ὢν Ὀρέστης τε Ἑρμιόνῃ τῇ Μενελάου συνοικῶν. | The sons of Tyndareus also ruled, as well as Menelaus the son of Atreus, Tyndareus' son-in-law; and Orestes, who was wedded to Hermione, daughter of Menelaus. | βασιλεύω δέ καί ὁ Τυνδάρεως παῖς καί Μενέλαος ὁ Ἀτρέως Τυνδάρεως γαμβρός εἰμί Ὀρέστης τε Ἑρμιόνη ὁ Μενέλαος συνοικῶν | 0 |
| 3.1.5 | 3 | κατελθόντων δὲ Ἡρακλειδῶν ἐπὶ Τισαμενοῦ τοῦ Ὀρέστου βασιλεύοντος, Μεσσήνη μὲν καὶ Ἄργος ἑκατέρα μοῖρα Τήμενον, ἡ δὲ Κρεσφόντην ἔσχεν ἄρχοντας· | When the Heracleidae returned during the reign of Orestes' son Tisamenus, Argos and Messenia each received Temenus and Cresphontes respectively as their rulers. | κατέρχομαι δέ Ἡρακλείδης ἐπί τίς ὁ Ὀρέστης βασιλεύω Μεσσήνη μέν καί Ἄργος ἑκάτερος μοῖρα τέμνω ὁ δέ Κρέσφων ἔχω ἄρχω | 0 |
| 3.1.5 | 4 | ἐν Λακεδαίμονι δὲ ὄντων διδύμων τῶν Ἀριστοδήμου παίδων οἰκίαι δύο βασίλειαι γίνονται· | In Lacedaemon, due to the twins who were the sons of Aristodemus, two royal houses emerged. | ἐν Λακεδαίμων δέ εἰμί δίδυμος ὁ Ἀριστόδημος παῖς οἰκία δύο βασίλεια γίγνομαι | 0 |
| 3.1.6 | 1 | συναρέσαι γὰρ τῇ Πυθίᾳ φασίν. | For they say he pleased the Pythia. | συναρέσκω γάρ ὁ Πυθία φημί | 0 |
| 3.1.6 | 2 | Ἀριστοδήμῳ δὲ αὐτῷ πρότερον τὴν τελευτὴν συμβῆναι λέγουσιν ἐν Δελφοῖς πρὶν ἢ Δωριέας κατελθεῖν ἐς Πελοπόννησον. | But Aristodemus himself, it is told, met his death at Delphi before the Dorians descended into the Peloponnesus. | Ἀριστόδημος δέ αὐτός πρότερον ὁ τελευτή συμβαίνω λέγω ἐν Δελφοί πρίν ἤ Δωριεύς κατέρχομαι εἰς Πελοπόννησος | 0 |
| 3.1.6 | 3 | οἱ μὲν δὴ ἀποσεμνύνοντες τὰ ἐς αὐτὸν τοξευθῆναι λέγουσιν Ἀριστόδημον ὑπὸ Ἀπόλλωνος, ὅτι οὐκ ἀφίκοιτο ἐπὶ τὸ μαντεῖον, παρὰ δὲ Ἡρακλέους ἐντυχόντος οἱ πρότερον πύθοιτο ὡς ἐς Πελοπόννησον Δωριεῦσι γενήσεται ἥδε ἡ κάθοδος· | Some indeed glorify his story, saying that Aristodemus was shot by Apollo, because he had not approached the oracle but had previously inquired from Heracles, who appeared to him, how the planned descent of the Dorians into the Peloponnesus would turn out. | ὁ μέν δή ἀποσεμνύνω ὁ εἰς αὐτός τοξεύω λέγω ἀριστόδημος ὑπό Ἀπόλλων ὅτι οὐ ἀφικνέομαι ἐπί ὁ μαντεῖον παρά δέ Ἡρακλῆς ἐντυγχάνω ὁ πρότερον πυνθάνομαι ὡς εἰς Πελοπόννησος Δωριεύς γίγνομαι ὅδε ὁ κάθοδος | 0 |
| 3.1.6 | 4 | ὁ δὲ ἀληθέστερος ἔχει λόγος Πυλάδου τοὺς παῖδας καὶ Ἠλέκτρας, ἀνεψιοὺς ὄντας Τισαμενῷ τῷ Ὀρέστου, φονεῦσαι τὸν Ἀριστόδημον. | The more truthful account, however, maintains that the sons of Pylades and Elektra, cousins of Tisamenus son of Orestes, killed Aristodemus. | ὁ δέ ἀληθής ἔχω λόγος Πυλάδης ὁ παῖς καί Ἠλέκτρα ἀνεψιός εἰμί Τισαμένη ὁ Ὀρέστης φονεύω ὁ ἀριστόδημος | 0 |
| 3.1.7 | 1 | ὀνόματα μὲν δὴ τοῖς παισὶν αὐτοῦ Προκλῆς καὶ Εὐρυσθένης ἐτέθη, δίδυμοι δὲ ὄντες διάφοροι τὰ μάλιστα ἦσαν. | His sons were named Procles and Eurysthenes, who were twins but exceedingly different in character. | ὄνομα μέν δή ὁ παῖς αὐτός Προκλῆς καί Εὐρυσθένης τίθημι δίδυμος δέ εἰμί διάφορος ὁ μάλιστα εἰμί | 0 |
| 3.1.7 | 2 | προεληλυθότες δὲ ἐπὶ μέγα ἀπεχθείας ὅμως ἐν κοινῷ Θήρᾳ τῷ Αὐτεσίωνος, ἀδελφῷ τῆς μητρὸς σφῶν ὄντι Ἀργείας, ἐπιτροπεύσαντι δὲ καὶ αὐτῶν, συνήραντο ἐς ἀποικίαν. | Though they had fallen into great mutual enmity, they nonetheless came together to undertake a colony under Theras, son of Autesion, who was their guardian and the brother of their Argive mother. | προέρχομαι δέ ἐπί μέγας ἀπέχθεια ὅμως ἐν κοινός θήρ ὁ αὐτεσίωνος ἀδελφός ὁ μήτηρ σφεῖς εἰμί Ἀργεία ἐπιτροπεύω δέ καί αὐτός συναίρω εἰς ἀποικία | 0 |
| 3.1.7 | 3 | τὴν δὲ ἀποικίαν ὁ Θήρας ἔστελλεν ἐς τὴν νῆσον τὴν τότε ὀνομαζομένην Καλλίστην, τοὺς ἀπογόνους οἱ τοῦ Μεμβλιάρου παραχωρήσεσθαι τῆς βασιλείας ἐλπίζων ἑκόντας, ὅπερ οὖν καὶ ἐποίησαν | Theras dispatched the colony to the island then called Calliste, anticipating that the descendants of Membliarus would voluntarily yield the royal rule to him—which indeed they did. | ὁ δέ ἀποικία ὁ θήρα στέλλω εἰς ὁ νῆσος ὁ τότε ὀνομάζω καλλίστη ὁ ἀπόγονος ὁ ὁ Μεμβλιάρος παραχωρέω ὁ βασιλεία ἐλπίζω ἑκών ὅσπερ οὖν καί ποιέω | 0 |
| 3.1.8 | 1 | λαβόντες λογισμὸν ὅτι Θήρᾳ μὲν ἐς αὐτὸν ἀνῄει Κάδμον τὸ γένος, οἱ δὲ ἦσαν ἀπόγονοι Μεμβλιάρου· Μεμβλίαρον δὲ ἄνδρα ὄντα τοῦ δήμου Κάδμος ἐν τῇ νήσῳ κατέλιπεν ἡγεμόνα εἶναι τῶν ἐποίκων. | Taking into consideration that on Therās himself the family line went back to Cadmus, while they themselves were descendants of Membliarus; and Membliarus was a townsman whom Cadmus had appointed leader of the settlers he left behind on the island. | λαμβάνω λογισμός ὅτι θήρ μέν εἰς αὐτός ἄνειμι Κάδμος ὁ γένος ὁ δέ εἰμί ἀπόγονος Μεμβλιάρος μεμβλίαρος δέ ἀνήρ εἰμί ὁ δῆμος κάδμος ἐν ὁ νῆσος καταλείπω ἡγεμών εἰμί ὁ οἰκέω | 0 |
| 3.1.8 | 2 | καὶ Θήρας μὲν τῇ τε νήσῳ μετέβαλεν ἀφʼ ἑαυτοῦ τὸ ὄνομα καί οἱ καὶ νῦν ἔτι οἱ Θηραῖοι κατὰ ἔτος ἐναγίζουσιν ὡς οἰκιστῇ· | Therās changed the name of the island, naming it after himself, and even now the Therans, every year, offer sacrifices to him as their founder. | καί θήρα μέν ὁ τε νῆσος μεταβάλλω ἀπό ἑαυτοῦ ὁ ὄνομα καί ὁ καί νῦν ἔτι ὁ Θηραῖος κατά ἔτος ἐναγίζω ὡς οἰκιστής | 0 |
| 3.1.8 | 3 | Προκλεῖ δὲ καὶ Εὐρυσθένει μέχρι μὲν τῆς προθυμίας τῆς ἐς τὸν Θήραν ἐς τὸ αὐτὸ συνῆλθον αἱ γνῶμαι, τὰ δὲ λοιπὰ διειστήκει σφίσιν ἐπὶ παντὶ τὰ βουλεύματα. | Procles and Eurysthenes agreed with Therās only insofar as their enthusiasm toward him went, but concerning all other matters their opinions were completely at variance. | Προκλῆς δέ καί Εὐρυσθένης μέχρι μέν ὁ προθυμία ὁ εἰς ὁ θήρα εἰς ὁ αὐτός συνέρχομαι ὁ γνώμη ὁ δέ λοιπός διίστημι σφεῖς ἐπί πᾶς ὁ βουλεύμα | 0 |
| 3.1.9 | 1 | οὐ μὴν οὐδὲ ὁμονοησάντων τοὺς ἀπογόνους αὐτῶν ἐς κοινὸν κατάλογον ὑπάξειν ἂν ἔμελλον· | Nevertheless, even if their descendants had agreed, they would not have been able to unite them into one common list. | οὐ μήν οὐδέ ὁμονοέω ὁ ἀπόγονος αὐτός εἰς κοινός κατάλογος ὑπάξω ἄν μέλλω | 0 |
| 3.1.9 | 2 | οὐ γάρ τι τὰ πάντα ἐς τὸ αὐτὸ συνεληλύθασιν ἡλικίας, ὡς ἀνεψιόν τε ἀνεψιῷ καὶ ἀνεψιῶν παῖδας, ὡσαύτως δὲ καὶ τοὺς κατωτέρω κατὰ ἀριθμὸν τυχεῖν ἀλλήλοις γεγονότας τὸν ἴσον. | For their generations did not all coincide exactly, so that cousin could correspond with cousin, or cousins' children or others further down the line could match one another perfectly in number. | οὐ γάρ τις ὁ πᾶς εἰς ὁ αὐτός συνέρχομαι ἡλικία ὡς ἀνεψιός τε ἀνεψιός καί ἀνεψιός παῖς ὡσαύτως δέ καί ὁ κατωτέρω κατά ἀριθμός τυγχάνω ἀλλήλων γίγνομαι ὁ ἴσος | 0 |
| 3.1.9 | 3 | ἑκατέραν οὖν τὴν οἰκίαν ἐπέξειμι αὐτῶν ἰδίως καὶ οὐκ ἀμφοτέρας ἅμα ἐς τὸ αὐτὸ ἀναμίξας. | Therefore, I shall discuss each of their houses separately, rather than mingling them both together at once. | ἑκάτερος οὖν ὁ οἰκία ἐπέξειμι αὐτός ἰδίως καί οὐ ἀμφότερος ἅμα εἰς ὁ αὐτός ἀναμίγνυμι | 0 |