Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 3.11.1 | 1 | ἀπὸ δὲ Θόρνακος προελθόντι ἔστιν ἡ πόλις, Σπάρτη μὲν ὀνομασθεῖσα ἐξ ἀρχῆς, προσλαβοῦσα δὲ ἀνὰ χρόνον καὶ Λακεδαίμων ἡ αὐτὴ καλεῖσθαι· | After Thornax, as one proceeds further, comes the city originally called Sparta, which in time acquired the name Lacedaemon as well. | ἀπό δέ θόρναξ προέρχομαι εἰμί ὁ πόλις Σπάρτη μέν ὀνομάζω ἐκ ἀρχή προσλαμβάνω δέ ἀνά χρόνος καί Λακεδαίμων ὁ αὐτός καλέω | 0 |
| 3.11.1 | 2 | τέως δὲ τὸ ὄνομα τοῦτο ἔκειτο τῇ γῇ. | Previously, this name belonged to the territory itself. | τέως δέ ὁ ὄνομα οὗτος κεῖμαι ὁ γῆ | 0 |
| 3.11.1 | 3 | ὃ δὲ ἐν τῇ συγγραφῇ μοι τῇ Ἀτθίδι ἐπανόρθωμα ἐγένετο, μὴ τὰ πάντα με ἐφεξῆς, τὰ δὲ μάλιστα ἄξια μνήμης ἐπιλεξάμενον ἀπʼ αὐτῶν εἰρηκέναι, δηλώσω δὴ πρὸ τοῦ λόγου τοῦ ἐς Σπαρτιάτας· | Before embarking upon my account of the Spartans, I will explain here what served as a corrective measure in my Attic narrative—that I have chosen not to relate absolutely everything in order, but rather have carefully selected and recounted only those things most worthy of remembrance. | ὅς δέ ἐν ὁ συγραφή ἐγώ ὁ Ἀτθίς ἐπανόρθωμα γίγνομαι μή ὁ πᾶς ἐγώ ἐφεξῆς ὁ δέ μάλιστα ἄξιος μνήμη ἐπιλέγω ἀπό αὐτός εἴρω δηλόω δή πρό ὁ λόγος ὁ εἰς Σπαρτιάτης | 0 |
| 3.11.1 | 4 | ἐμοὶ γὰρ ἐξ ἀρχῆς ἠθέλησεν ὁ λόγος ἀπὸ πολλῶν καὶ οὐκ ἀξίων ἀφηγήσεως, ὧν ἃ ἕκαστοι παρὰ σφίσι λέγουσιν, ἀποκρῖναι τὰ ἀξιολογώτατα. | Indeed, from the start, my purpose has been to gather from many sources—including those unworthy of detailed narration—the most noteworthy traditions that each people relates. | ἐγώ γάρ ἐκ ἀρχή ἐθέλω ὁ λόγος ἀπό πολύς καί οὐ ἄξιος ἀφήγησις ὅς ὅς ἕκαστος παρά σφεῖς λέγω ἀποκρίνω ὁ ἀξιολόγωτατα | 0 |
| 3.11.1 | 5 | ὡς οὖν εὖ βεβουλευμένος οὐκ ἔστιν ὅπου παραβήσομαι. | Thus assured that my intention is rightly considered, there is no point at which I will deviate from it. | ὡς οὖν εὖ βουλεύω οὐ εἰμί ὅπου παραβαίνω | 0 |
| 3.11.2 | 1 | Λακεδαιμονίων τοῖς Σπάρτην ἔχουσίν ἐστιν ἀγορὰ θέας ἀξία, καὶ τῆς τε γερουσίας βουλευτήριον καὶ τῶν ἐφόρων καὶ νομοφυλάκων καὶ καλουμένων Βιδιαίων ἀρχεῖά ἐστιν ἐπὶ τῆς ἀγορᾶς. | The marketplace of the Lacedaemonians who occupy Sparta is worthy of seeing, and situated upon it are the council-house of the Gerousia, as well as the offices of the Ephors, the Nomophylakes ("Guardians of the Laws"), and the so-called Bidiaeans. | Λακεδαιμόνιος ὁ Σπάρτη ἔχω εἰμί ἀγορά θέα ἀξία καί ὁ τε γερουσία βουλευτήριον καί ὁ ἔφορος καί νομοφύλαξ καί καλέω Βιδιαῖοι ἀρχεῖον εἰμί ἐπί ὁ ἀγορά | 0 |
| 3.11.2 | 2 | ἡ μὲν δὴ γερουσία συνέδριον Λακεδαιμονίοις κυριώτατον τῆς πολιτείας, οἱ λοιποὶ δέ εἰσιν ἄρχοντες. | The Gerousia is indeed, most authoritative in the constitution for the Lacedaemonians, while the others serve as magistrates. | ὁ μέν δή γερουσία συνέδριον Λακεδαιμόνιος κυριώτατος ὁ πολιτεία ὁ λοιπός δέ εἰμί ἄρχων | 0 |
| 3.11.2 | 3 | τοῖς δὲ ἐφόροις καὶ Βιδιαίοις πέντε ἀριθμὸν ἑκατέροις οὖσι, τοῖς μὲν τοὺς ἐπὶ τῷ Πλατανιστᾷ καλουμένῳ καὶ ἄλλους τῶν ἐφήβων ἀγῶνας τιθέναι καθέστηκεν, ἔφοροι δὲ τά τε ἄλλα διοικοῦσι τὰ σπουδῆς μάλιστα ἄξια καὶ παρέχονται τὸν ἐπώνυμον, καθὰ δὴ καὶ Ἀθηναίοις τῶν καλουμένων ἐννέα ἐπώνυμός ἐστιν εἷς ἄρχων. | As for the Ephors and the Bidiaeans, each body consists of five men respectively; the latter are appointed to oversee the contests held at the place called Platanistas and other competitions among the young men, while the Ephors manage all the most important public affairs and give their name to the year, just as among the Athenians there is one distinguished archon who lends his name to the year from among the so-called nine archons. | ὁ δέ ἔφορος καί βιδιαίος πέντε ἀριθμός ἑκάτερος εἰμί ὁ μέν ὁ ἐπί ὁ Πλατανιστεύς καλέω καί ἄλλος ὁ ἔφηβος ἀγών τίθημι καθίστημι ἔφορος δέ ὁ τε ἄλλος διοικέω ὁ σπουδή μάλιστα ἄξιος καί παρέχομαι ὁ ἐπώνυμος καθά δή καί Ἀθηναῖος ὁ καλέω ἐννέα ἐπώνυμος εἰμί εἷς ἄρχων | 0 |
| 3.11.3 | 1 | ἐπιφανέστατον δὲ τῆς ἀγορᾶς ἐστιν ἣν στοὰν Περσικὴν ὀνομάζουσιν ἀπὸ λαφύρων ποιηθεῖσαν τῶν Μηδικῶν· | The most famous building on the Agora is the Stoa called the Persian, which was constructed from the spoils of the Persian wars. | ἐπιφανής δέ ὁ ἀγορά εἰμί ὅς στοά Περσικός ὀνομάζω ἀπό λάφυρον ποιέω ὁ μηδικός | 0 |
| 3.11.3 | 2 | ἀνὰ χρόνον δὲ αὐτὴν ἐς μέγεθος τὸ νῦν καὶ ἐς κόσμον τὸν παρόντα μεταβεβλήκασιν. | Over time, they have transformed this structure into its present size and current splendor. | ἀνά χρόνος δέ αὐτός εἰς μέγεθος ὁ νῦν καί εἰς κόσμος ὁ παρών μεταβάλλω | 0 |
| 3.11.3 | 3 | εἰσὶ δὲ ἐπὶ τῶν κιόνων Πέρσαι λίθου λευκοῦ καὶ ἄλλοι καὶ Μαρδόνιος ὁ Γωβρύου. | On the columns stand figures of Persians carved from white marble, among whom is Mardonius, the son of Gobryas. | εἰμί δέ ἐπί ὁ κίων Πέρσης λίθος λευκός καί ἄλλος καί Μαρδόνιος ὁ Γωβρύας | 0 |
| 3.11.3 | 4 | πεποίηται δὲ καὶ Ἀρτεμισία, θυγάτηρ μὲν Λυγδάμιδος, ἐβασίλευσε δὲ Ἁλικαρνασσοῦ· | Also depicted is Artemisia, daughter of Lygdamis, who reigned in Halicarnassus. | ποιέω δέ καί Ἀρτεμισία θυγάτηρ μέν λυγδάμις βασιλεύω δέ Ἁλικαρνασσεύς | 0 |
| 3.11.3 | 5 | ταύτην φασὶν ἑκουσίως ἐπὶ τὴν Ἑλλάδα συστρατεῦσαι Ξέρξῃ καὶ ἔργα ἐν τῇ ναυμαχίᾳ περὶ Σαλαμῖνα ἀποδείξασθαι. | They say that she willingly joined Xerxes' expedition against Greece and distinguished herself by her exploits in the naval battle off Salamis. | οὗτος φημί ἑκουσίως ἐπί ὁ Ἑλλάς συστρατεύω Ξέρξης καί ἔργον ἐν ὁ ναυμαχία περί Σαλαμίς ἀποδείκνυμι | 0 |
| 3.11.4 | 1 | ναοὶ δέ εἰσιν ἐπὶ τῆς ἀγορᾶς Καίσαρος, ὃς μοναρχίας πρῶτος ἐν Ῥωμαίοις ἐπεθύμησεν καὶ ἀρχὴν τὴν καθεστηκυῖαν πρῶτος ἐκτήσατο, ὁ δὲ Αὐγούστῳ πεποίηται παιδὶ ἐκείνου τήν τε βασιλείαν βεβαιωσαμένῳ μᾶλλον καὶ ἀξιώματος καὶ δυνάμεως ἐς πλέον ἢ ὁ πατήρ οἱ προελθόντι· | In the marketplace there are temples—one of Caesar, who first among the Romans desired monarchy and first obtained absolute power, and one dedicated to Augustus, his son, who not only strengthened the imperial rule further, but advanced in honor and power far beyond what his father had attained. | ναός δέ εἰμί ἐπί ὁ ἀγορά Καῖσαρ ὅς μοναρχία πρῶτος ἐν Ῥωμαῖος ἐπιθυμέω καί ἀρχή ὁ καθίστημι πρῶτος κτάομαι ὁ δέ Αὔγουστος ποιέω παῖς ἐκεῖνος ὁ τε βασιλεία βεβαιόω μᾶλλον καί ἀξίωμα καί δύναμις εἰς πλέον ἤ ὁ πατήρ ὁ προέρχομαι | 0 |
| 3.11.4 | 2 | τὸ δὲ ὄνομα ἦν τούτῳ Αὔγουστος, ὃ κατὰ γλῶσσαν δύναται τὴν Ἑλλήνων σεβαστός. | This latter was called Augustus, a name which in the Greek tongue means "Sebastos" (revered). | ὁ δέ ὄνομα εἰμί οὗτος Αὔγουστος ὅς κατά γλῶσσα δύναμαι ὁ Ἕλλην σεβαστός | 0 |
| 3.11.5 | 1 | τοῦ δὲ Αὐγούστου δεικνύουσι πρὸς τῷ βωμῷ χαλκῆν εἰκόνα Ἀγίου. | Near the altar they show a bronze statue of Agias, dedicated by Augustus. | ὁ δέ Αὔγουστος δείκνυμι πρός ὁ βωμός χαλκοῦς εἰκών ἅγιος | 0 |
| 3.11.5 | 2 | τοῦτον τὸν Ἀγίαν μαντευσάμενόν φασι Λυσάνδρῳ τὸ Ἀθηναίων ἑλεῖν ναυτικὸν περὶ Αἰγὸς ποταμοὺς πλὴν τριήρων δέκα· αὗται δὲ ἀποφεύγουσιν ἐς Κύπρον, τὰς δὲ ἄλλας οἱ Λακεδαιμόνιοι καὶ αὐτὰς καὶ τοὺς ἄνδρας αἱροῦσιν. | They say that this Agias foretold to Lysander the capture of the Athenian fleet at Aegospotami, except for ten triremes; these ten ships escaped to Cyprus, but the rest, ships and men alike, were taken by the Lacedaemonians. | οὗτος ὁ ἅγιος μαντεύομαι φημί Λύσανδρος ὁ Ἀθηναῖος αἱρέω ναυτικός περί αἴξ ποταμός πλήν τριήρης δέκα οὗτος δέ ἀποφεύγω εἰς Κύπρος ὁ δέ ἄλλος ὁ Λακεδαιμόνιος καί αὐτός καί ὁ ἀνήρ αἱρέω | 0 |
| 3.11.5 | 3 | ὁ δὲ Ἀγίας Ἀγελόχου παῖς ἦν τοῦ Τισαμενοῦ· | Agias was the son of Agelochus, who himself was the son of Tisamenus. | ὁ δέ ἁγνός Ἀγελόχος παῖς εἰμί ὁ τίς | 0 |
| 3.11.6 | 1 | Τισαμενῷ δὲ ὄντι Ἠλείῳ τῶν Ἰαμιδῶν λόγιον ἐγένετο ἀγῶνας ἀναιρήσεσθαι πέντε ἐπιφανεστάτους αὐτόν. | To Tisamenus of Elis, one of the Iamidae, an oracle came declaring that he would win five very illustrious contests. | Τισαμένη δέ εἰμί ἠλεῖος ὁ Ἰαμίδης λόγιον γίγνομαι ἀγών ἀναιρέω πέντε ἐπιφανής αὐτός | 0 |
| 3.11.6 | 2 | οὕτω πένταθλον Ὀλυμπίασιν ἀσκήσας ἀπῆλθεν ἡττηθείς, καίτοι τὰ δύο γε ἦν πρῶτος· καὶ γὰρ δρόμῳ τε ἐκράτει καὶ πηδήματι Ἱερώνυμον τὸν Ἄνδριον. | Accordingly, having trained for the pentathlon at Olympia, he departed defeated, although he had come first in two events; for he surpassed Hieronymus of Andros in running and jumping. | οὕτως πένταθλον Ὀλυμπιάς ἀσκέω ἄπειμι ἡττάομαι καίτοι ὁ δύο γε εἰμί πρῶτος καί γάρ δρόμος τε κρατέω καί πήδημα Ἱερώνυμος ὁ Ἄνδριον | 0 |
| 3.11.6 | 3 | καταπαλαισθεὶς δὲ ὑπʼ αὐτοῦ καὶ ἁμαρτὼν τῆς νίκης συνίησι τοῦ χρησμοῦ, διδόναι οἱ τὸν θεὸν μαντευομένῳ πέντε ἀγῶνας πολέμῳ κρατῆσαι. | Yet when he had been defeated by him in wrestling and had lost the victory, he understood the prophecy: the god had granted him victory in five contests of warfare, not athletics. | καταπαλαίω δέ ὑπό αὐτός καί ἁμαρτάνω ὁ νίκη συνίημι ὁ χρησμός δίδωμι ὁ ὁ θεός μαντεύομαι πέντε ἀγών πόλεμος κρατέω | 0 |
| 3.11.7 | 1 | Λακεδαιμόνιοι δὲ---οὐ γὰρ εἶχον ἀνηκόως ὧν Τισαμενῷ προεῖπεν ἡ Πυθία---πείθουσι μετοικήσαντα ἐξ Ἤλιδος μαντεύεσθαι Σπαρτιατῶν τῷ κοινῷ· | The Lacedaemonians—already knowing well the prophetic utterance delivered by the Pythian priestess to Tisamenus—persuaded him, after he had removed from Elis, to serve as prophet for the Spartans collectively. | Λακεδαιμόνιος δέ οὐ γάρ ἔχω ἀνηκόως ὅς Τισαμένη προεῖπον ὁ Πυθία πείθω μετοικίζω ἐκ Ἠλίς μαντεύομαι Σπαρτιάτης ὁ κοινός | 0 |
| 3.11.7 | 2 | καί σφισιν ὁ Τισαμενὸς ἀγῶνας πολέμου πέντε ἐνίκησε, πρῶτον μὲν Πλαταιᾶσιν ἐναντία Περσῶν, δεύτερον δὲ ἐν Τεγέᾳ πρὸς Τεγεάτας καὶ Ἀργείους μάχης Λακεδαιμονίοις συνεστώσης, ἐπὶ τούτοις δὲ ἐν Διπαιεῦσιν Ἀρκάδων πάντων πλὴν Μαντινέων ἀντιτεταγμένων· | Tisamenus won for them five contests of war: first, at Plataea against the Persians; second, at Tegea when the Lacedaemonians battled against the Tegeans and Argives; and later at Dipaieis, where all the Arcadians, except the Mantineans, took the field against them. | καί σφεῖς ὁ Τισαμενός ἀγών πόλεμος πέντε νικάω πρῶτος μέν Πλαταιαί ἐναντίος Πέρσης δεύτερος δέ ἐν Τεγέα πρός Τεγεάτης καί Ἀργεῖος μάχη Λακεδαιμόνιος συνίστημι ἐπί οὗτος δέ ἐν Διπαεύς Ἀρκάς πᾶς πλήν Μαντινεύς ἀντιτάσσω | 0 |
| 3.11.7 | 3 | οἱ δὲ Διπαιεῖς ἐν τῇ Μαιναλίᾳ πόλισμα Ἀρκάδων ἦσαν. | The Dipaieis were an Arcadian town situated in the Mainalian region. | ὁ δέ Διπαεύς ἐν ὁ Μαίναλον πόλισμα Ἀρκάς εἰμί | 0 |
| 3.11.8 | 1 | τέταρτον δὲ ἠγωνίσατο πρὸς τοὺς ἐξ ἰσθμοῦ ἐς Ἰθώμην ἀποστάντας ἀπὸ τῶν εἱλώτων· | Fourthly, they fought against those helots who revolted from the Isthmus to Ithome. | τέταρτος δέ ἀγωνίζομαι πρός ὁ ἐκ Ἰσθμός εἰς Ἰθώμη ἀφίστημι ἀπό ὁ ἑλίσσω | 0 |
| 3.11.8 | 2 | ἀπέστησαν δὲ οὐχ ἅπαντες οἱ εἵλωτες, ἀλλὰ τὸ Μεσσηνιακὸν ἀπὸ τῶν ἀρχαίων εἱλώτων ἀποσχισθέντες· | Not all the helots revolted, however, but only the descendants of the ancient Messenians, who split away from the original helot group. | ἀφίστημι δέ οὐ ἅπας ὁ εἵλωτες ἀλλά ὁ μεσσηνιακός ἀπό ὁ ἀρχαῖος ἑλίσσω ἀποσχίζω | 0 |
| 3.11.8 | 3 | καί μοι καὶ τάδε ὁ λόγος αὐτίκα ἐπέξεισι. | The account concerning this event I shall presently discuss further. | καί ἐγώ καί ὅδε ὁ λόγος αὐτίκα ἐπέξειμι | 0 |
| 3.11.8 | 4 | τότε δὲ οἱ Λακεδαιμόνιοι τοὺς ἀποστάντας ἀπελθεῖν ὑποσπόνδους εἴασαν Τισαμενῷ καὶ τῷ ἐν Δελφοῖς χρηστηρίῳ πειθόμενοι· | On that occasion the Lacedaemonians permitted the revolters to leave under a truce, following the advice of Tisamenus and the oracle at Delphi. | τότε δέ ὁ Λακεδαιμόνιος ὁ ἀφίστημι ἀπέρχομαι ὑποσπόνδος ἐάω Τισαμένη καί ὁ ἐν Δελφοί χρηστήριον πείθομαι | 0 |
| 3.11.8 | 5 | τελευταῖον δὲ ὁ Τισαμενὸς ἐμαντεύσατο ἐν Τανάγρᾳ σφίσι πρὸς Ἀργείους καὶ Ἀθηναίους γινομένης συμβολῆς. | Tisamenus later prophesied for them at Tanagra when they were preparing for battle against the Argives and Athenians. | τελευταῖος δέ ὁ Τισαμενός μαντεύομαι ἐν Τανάγρα σφεῖς πρός Ἀργεῖος καί Ἀθηναῖος γίγνομαι συμβολή | 0 |
| 3.11.9 | 1 | τὰ μὲν Τισαμενοῦ τοιαῦτα ἐπυνθανόμην ὄντα· | Such were the things I learned concerning Tisamenus. | ὁ μέν τίς τοιοῦτος πυνθάνομαι εἰμί | 0 |
| 3.11.9 | 2 | Σπαρτιάταις δὲ ἐπὶ τῆς ἀγορᾶς Πυθαέως τέ ἐστιν καὶ Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς ἀγάλματα. | In the Spartan marketplace there are images of Pythaeus, Apollo, Artemis, and Leto. | Σπαρτιάτης δέ ἐπί ὁ ἀγορά Πυθαεύς τε εἰμί καί Ἀπόλλων καί Ἄρτεμις καί Λητώ ἄγαλμα | 0 |
| 3.11.9 | 3 | Χορὸς δὲ οὗτος ὁ τόπος καλεῖται πᾶς, ὅτι ἐν ταῖς γυμνοπαιδίαις---ἑορτὴ δὲ εἴ τις ἄλλη καὶ αἱ γυμνοπαιδίαι διὰ σπουδῆς Λακεδαιμονίοις εἰσίν---ἐν ταύταις οὖν οἱ ἔφηβοι χοροὺς ἱστᾶσι τῷ Ἀπόλλωνι. | This entire place is called Chorus because during the Gymnopaediae—a festival which the Lacedaemonians celebrate with particular seriousness—the youths form choruses in honor of Apollo. | χορός δέ οὗτος ὁ τόπος καλέω πᾶς ὅτι ἐν ὁ γυμνοπαιδία ἑορτή δέ εἰ τις ἄλλος καί ὁ γυμνοπαιδία διά σπουδή Λακεδαιμόνιος εἰμί ἐν οὗτος οὖν ὁ ἔφηβος χορός ἵστημι ὁ Ἀπόλλων | 0 |
| 3.11.9 | 4 | τούτων δὲ οὐ πόρρω Γῆς ἱερὸν καὶ Διός ἐστιν Ἀγοραίου, τὸ δὲ Ἀθηνᾶς Ἀγοραίας καὶ Ποσειδῶνος ὃν ἐπονομάζουσιν Ἀσφάλιον, καὶ Ἀπόλλωνος αὖθις καὶ Ἥρας· | Not far from these is a sanctuary of Earth and Zeus Agoraios, as well as sanctuaries of Athena Agoraea, and Poseidon surnamed Asphalios, and again of Apollo, and of Hera. | οὗτος δέ οὐ πόρρω γῆ ἱερός καί Ζεύς εἰμί ἀγοραῖος ὁ δέ Ἀθηνᾶ ἀγοραῖος καί Ποσειδῶν ὅς ἐπονομάζω ἀσφάλιον καί Ἀπόλλων αὖθις καί Ἥρα | 0 |
| 3.11.10 | 1 | ἀνάκειται δὲ καὶ Δήμου τοῦ Σπαρτιατῶν ἀνδριὰς μεγέθει μέγας. | There is also a statue of Demos of the Spartans, notably large in size. | ἀνάκειμαι δέ καί δῆμος ὁ Σπαρτιάτης ἀνδριάς μέγεθος μέγας | 0 |
| 3.11.10 | 2 | καὶ Μοιρῶν Λακεδαιμονίοις ἐστὶν ἱερόν, Ὀρέστου δὲ τοῦ Ἀγαμέμνονος πρὸς αὐτῷ τάφος· κομισθέντα γὰρ ἐκ Τεγέας τοῦ Ὀρέστου τὰ ὀστᾶ κατὰ μαντείαν θάπτουσιν ἐνταῦθα. | The Lacedaemonians also have a sanctuary dedicated to the Moirai (Fates), and near it lies the tomb of Orestes, son of Agamemnon; for, in accordance with an oracle, they brought the remains of Orestes from Tegea and buried them here. | καί μοῖρα Λακεδαιμόνιος εἰμί ἱερόν Ὀρέστης δέ ὁ Ἀγαμέμνων πρός αὐτός τάφος κομίζω γάρ ἐκ Τεγέα ὁ Ὀρέστης ὁ ὀστέον κατά μαντεία θάπτω ἐνταῦθα | 0 |
| 3.11.10 | 3 | παρὰ δὲ τοῦ Ὀρέστου τὸν τάφον ἐστὶν εἰκὼν Πολυδώρου τοῦ Ἀλκαμένους, ὃν βασιλέων ἐς τοσοῦτο τιμῆς προήχασιν ὥστε οἱ τὰς ἀρχὰς ἔχοντες, ὁπόσα δεῖ σημαίνεσθαι, τοῦ Πολυδώρου σημαίνονται τῇ εἰκόνι. | Beside the tomb of Orestes is a statue of Polydorus, son of Alcamenes, whom they have honored among their kings to such a high degree that the magistrates responsible for declaring public business make their announcements standing by the statue of Polydorus. | παρά δέ ὁ Ὀρέστης ὁ τάφος εἰμί εἰκών Πολύδωρος ὁ Ἀλκαμένης ὅς βασιλεύς εἰς τοσοῦτος τιμή προήκω ὥστε ὁ ὁ ἀρχή ἔχω ὁπόσος δεῖ σημαίνω ὁ Πολύδωρος σημαίνομαι ὁ εἰκών | 0 |
| 3.11.11 | 1 | ἔστι δὲ καὶ Ἑρμῆς Ἀγοραῖος Διόνυσον φέρων παῖδα, καὶ τὰ ἀρχαῖα καλούμενα Ἐφορεῖα, ἐν δὲ αὐτοῖς Ἐπιμενίδου τοῦ Κρητὸς μνῆμα καὶ Ἀφαρέως τοῦ Περιήρους· | There is also a Hermes of the Marketplace, carrying Dionysus as a child; nearby are buildings called "Ephoreia" from ancient times, within which is the tomb of Epimenides the Cretan, as well as of Aphareus the son of Perieres. | εἰμί δέ καί Ἑρμῆς ἀγοραῖος Διόνυσος φέρω παῖς καί ὁ ἀρχαῖος καλέω ἐφορεία ἐν δέ αὐτός Ἐπιμενίδης ὁ Κρῆς μνῆμα καί Ἀφαρεύς ὁ περιῆρος | 0 |
| 3.11.11 | 2 | καὶ τά γε ἐς Ἐπιμενίδην Λακεδαιμονίους δοξάζω μᾶλλον Ἀργείων λέγειν εἰκότα. | Concerning Epimenides, I judge that the Lacedaemonians tell a story more credible than the Argives. | καί ὁ γε εἰς Ἐπιμενίδης Λακεδαιμόνιος δοξάζω μᾶλλον Ἀργεῖος λέγω εἰκός | 0 |
| 3.11.11 | 3 | ἐνταῦθα, ἔνθα αἱ Μοῖραι, καὶ Ἑστία τοῖς Λακεδαιμονίοις ἐστὶ καὶ Ζεὺς Ξένιος καὶ Ἀθηνᾶ Ξενία. | Here, where the Moirai stand, the Lacedaemonians also have sanctuaries to Hestia, Zeus Xenios ("Protector of Strangers"), and Athena Xenia ("Goddess of Hospitality"). | ἐνταῦθα ἔνθα ὁ μοῖρα καί Ἑστία ὁ Λακεδαιμόνιος εἰμί καί Ζεύς ξένιος καί Ἀθηνᾶ ξενία | 0 |