Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 3.15

PassageSentenceGreekEnglishLemma FormsMissing
3.15.1 1 πρὸς δὲ τῷ Πλατανιστᾷ καὶ Κυνίσκας ἐστὶν ἡρῷον, θυγατρὸς Ἀρχιδάμου βασιλεύοντος Σπαρτιατῶν· Near the Platanistas there is also a hero-shrine of Cynisca, daughter of Archidamus, king of the Spartans. πρός δέ ὁ Πλατανιστεύς καί κυνίσκη εἰμί ἡρῷον θυγάτηρ Ἀρχίδαμος βασιλεύω Σπαρτιάτης 0
3.15.1 2 πρώτη δὲ ἱπποτρόφησε γυναικῶν καὶ Ὀλυμπίασι πρώτη νίκην ἀνείλετο ἅρματι. She was the first woman to breed horses and the first woman to win a chariot victory at Olympia. πρῶτος δέ ἱπποτροφέω γυνή καί Ὀλυμπία πρῶτος νίκη ἀναιρέω ἅρμα 0
3.15.1 3 ἔστι δὲ τῆς στοᾶς, ἣ παρὰ τὸν Πλατανιστᾶν πεποίηται, ταύτης ὄπισθεν ἡρῷα, τὸ μὲν Ἀλκίμου, τὸ δὲ Ἐναρσφόρου καὶ ἀφεστηκὸς οὐ πολὺ Δορκέως, τὸ δὲ ἐπὶ τούτῳ Σεβροῦ· Behind the colonnade built beside the Platanistas stand hero-shrines: one for Alcimus, another for Enarsphorus, not far away one for Dorceus, and next to this, one for Sebrus. εἰμί δέ ὁ στοά ὅς παρά ὁ πλατανιστάω ποιέω οὗτος ὄπισθεν ἡρῷον ὁ μέν Ἀλκῖμος ὁ δέ ἐναρσφόρος καί ἀφεστηκώς οὐ πολύς δορκεύς ὁ δέ ἐπί οὗτος Σεβρός 0
3.15.1 4 παῖδας δὲ Ἱπποκόωντος εἶναι λέγουσιν. These figures, they say, were sons of Hippocoon. παῖς δέ ἱπποκόων εἰμί λέγω 0
3.15.2 1 ἀπὸ δὲ τοῦ Δορκέως κρήνην τὴν πλησίον τοῦ ἡρῴου Δορκείαν, τὸ δὲ χωρίον τὸ Σέβριον καλοῦσιν ἀπὸ τοῦ Σεβροῦ. From Dorceus comes the fountain nearby called Dorceia, close to his hero-shrine; and the place is called Sebrium after Sebrus. ἀπό δέ ὁ δορκεύς κρήνη ὁ πλησίον ὁ Ἡρώιος δορκεία ὁ δέ χωρίον ὁ σέβριον καλέω ἀπό ὁ Σεβρός 0
3.15.2 2 τοῦ Σεβρίου δέ ἐστιν ἐν δεξιᾷ μνῆμα Ἀλκμᾶνος, ᾧ ποιήσαντι ᾄσματα οὐδὲν ἐς ἡδονὴν αὐτῶν ἐλυμήνατο τῶν Λακώνων ἡ γλῶσσα, ἥκιστα παρεχομένη τὸ εὔφωνον. On the right-hand side of Sebrium is the tomb of Alcman, whose songs the Laconian tongue, least suited to harmonious expression, in no way impaired in their pleasantness. ὁ σέβριος δέ εἰμί ἐν δεξιός μνῆμα Ἀλκμάν ὅς ποιέω ᾄσμα οὐδέν εἰς ἡδονή αὐτός λυμαίνομαι ὁ Λακών ὁ γλῶσσα ἥκιστα παρέχω ὁ εὔφωνος 0
3.15.3 1 Ἑλένης δὲ ἱερὰ καὶ Ἡρακλέους, τῆς μὲν πλησίον τοῦ τάφου τοῦ Ἀλκμᾶνος, τῷ δὲ ἐγγυτάτω τοῦ τείχους, ἐν αὐτῷ δὲ ἄγαλμα Ἡρακλέους ἐστὶν ὡπλισμένον· There are sanctuaries of Helen and of Heracles: the former is near the tomb of Alcman, and the latter very close to the city wall; inside it stands a statue of Heracles armed for battle. Ἑλένη δέ ἱερός καί Ἡρακλῆς ὁ μέν πλησίον ὁ τάφος ὁ Ἀλκμάν ὁ δέ ἐγγύτατα ὁ τεῖχος ἐν αὐτός δέ ἄγαλμα Ἡρακλῆς εἰμί ὁπλίζω 0
3.15.3 2 τὸ δὲ σχῆμα τοῦ ἀγάλματος διὰ τὴν πρὸς Ἱπποκόωντα καὶ τοὺς παῖδας μάχην γενέσθαι λέγουσι. They say the particular posture of the statue commemorates the fight against Hippocoön and his sons. ὁ δέ σχῆμα ὁ ἄγαλμα διά ὁ πρός ἱπποκόος καί ὁ παῖς μάχη γίγνομαι λέγω 0
3.15.3 3 τὸ δὲ ἔχθος Ἡρακλεῖ φασιν ἐς οἶκον ὑπάρξαι τὸν Ἱπποκόωντος, ὅτι μετὰ τὸν Ἰφίτου θάνατον καθαρσίων ἕνεκα ἐλθόντα αὐτὸν ἐν Σπάρτῃ ἀπηξίωσαν καθῆραι· They also say Heracles harbored hostility toward the household of Hippocoön, because when he came to Sparta to be purified after the death of Iphitos, they refused him purification. ὁ δέ ἔχθος Ἡρακλῆς φημί εἰς οἶκος ὑπάρχω ὁ ἱπποκόων ὅτι μετά ὁ Ἴφιτος θάνατος καθάρσιος ἕνεκα ἔρχομαι αὐτός ἐν Σπάρτη ἀπαξιόω καθαίρω 0
3.15.4 1 προσεγένετο δὲ ἐς τοῦ πολέμου τὴν ἀρχὴν καὶ ἄλλο τοιόνδε. Another event occurred that also sparked the beginning of the war. προσγίγνομαι δέ εἰς ὁ πόλεμος ὁ ἀρχή καί ἄλλος τοιόσδε 0
3.15.4 2 Οἰωνὸς ἡλικίαν μὲν μειράκιον, ἀνεψιὸς δὲ Ἡρακλεῖ---Λικυμνίου γὰρ παῖς ἦν τοῦ ἀδελφοῦ τοῦ Ἀλκμήνης---ἀφίκετο ἐς Σπάρτην ἅμα Ἡρακλεῖ· Oionos, still a youth in age and cousin to Heracles—for he was the son of Likymnios, the brother of Alcmene—had come to Sparta accompanying Heracles. οἰωνός ἡλικία μέν μειράκιον ἀνεψιός δέ Ἡρακλῆς Λικύμνιος γάρ παῖς εἰμί ὁ ἀδελφός ὁ Ἀλκμήνη ἀφικνέομαι εἰς Σπάρτη ἅμα Ἡρακλῆς 0
3.15.4 3 περιιόντι δὲ καὶ θεωμένῳ τὴν πόλιν, ὡς ἐγίνετο κατὰ τοῦ Ἱπποκόωντος τὴν οἰκίαν, ἐνταῦθά οἱ κύων ἐπεφέρετο οἰκουρός. While wandering around and examining the town, he happened to come to the house of Hippocoön, where a watchdog ran out at him. περιέρχομαι δέ καί θεάομαι ὁ πόλις ὡς γίγνομαι κατά ὁ ἱπποκόων ὁ οἰκία ἐνταῦθα ὁ κύων ἐπιφέρω οἰκουρός 0
3.15.4 4 ὁ δὲ τυγχάνει τε ἀφεὶς λίθον ὁ Οἰωνὸς καὶ καταβάλλει τὴν κύνα· Oionos immediately threw a stone and killed the dog. ὁ δέ τυγχάνω τε ἀφίημι λίθος ὁ οἰωνός καί καταβάλλω ὁ κύων 0
3.15.4 5 ἐπεκθέουσιν οὖν τοῦ Ἱπποκόωντος οἱ παῖδες καὶ ῥοπάλοις τύπτοντες κατεργάζονται τὸν Οἰωνόν. Then Hippocoön's sons rushed forth and, striking him with clubs, caused Oionos' death. ἐπεκθέω οὖν ὁ ἱπποκόων ὁ παῖς καί ῥοπάλον τύπτω κατεργάζομαι ὁ οἰωνός 0
3.15.5 1 τοῦτο Ἡρακλέα μάλιστα ἐξηγρίωσεν ἐς Ἱπποκόωντα καὶ τοὺς παῖδας· αὐτίκα δὲ ὡς ὀργῆς εἶχε χωρεῖ σφισιν ἐς μάχην. This especially inflamed Heracles against Hippocoön and his sons, and immediately, in his anger, he moved to fight against them. οὗτος Ἡρακλῆς μάλιστα ἐξηγριόω εἰς ἱπποκόος καί ὁ παῖς αὐτίκα δέ ὡς ὀργή ἔχω χωρέω σφεῖς εἰς μάχη 0
3.15.5 2 τότε μὲν δὴ τιτρώσκεται καὶ λαθὼν ἀπεχώρησεν· ὕστερον δὲ ἐξεγένετό οἱ στρατεύσαντι ἐς Σπάρτην τιμωρήσασθαι μὲν Ἱπποκόωντα, τιμωρήσασθαι δὲ καὶ τοὺς παῖδας τοῦ Οἰωνοῦ φόνου. On that occasion he was wounded, and secretly withdrew. τότε μέν δή τιτρώσκω καί λανθάνω ἀποχωρέω ὕστερον δέ γίγνομαι ὁ στρατεύω εἰς Σπάρτη τιμωρέω μέν ἱπποκόος τιμωρέω δέ καί ὁ παῖς ὁ οἰωνός φόνος 0
3.15.5 3 τὸ δὲ μνῆμα τῷ Οἰωνῷ πεποίηται παρὰ τὸ Ἡρακλεῖον. Later, however, when he marched upon Sparta with an army, he succeeded in avenging himself upon Hippocoön, and also avenged the death of Oionos's sons. ὁ δέ μνῆμα ὁ οἰωνός ποιέω παρά ὁ Ἡράκλειον 0
3.15.6 1 ἰόντι δὲ ἐκ τοῦ Δρόμου πρὸς ἀνίσχοντα ἥλιον ἀτραπός ἐστιν ἐν δεξιᾷ καὶ Ἀθηνᾶς Ἀξιοποίνου καλουμένης ἱερόν. As one goes from the Dromos toward the rising sun, there is, on the right-hand side, a footpath and a sanctuary of Athena named Axiopoinos ("She who exacts just retribution"). εἶμι δέ ἐκ ὁ δρόμος πρός ἀνίσχω ἥλιος ἀτραπός εἰμί ἐν δεξιός καί Ἀθηνᾶ ἀξιόποινος καλέω ἱερόν 0
3.15.6 2 ὡς γὰρ δὴ ἀμυνόμενος Ἡρακλῆς Ἱπποκόωντα καὶ τοὺς παῖδας μετῆλθε κατʼ ἀξίαν ὧν προυπῆρξεν, ἱερὸν Ἀθηνᾶς ἱδρύεται, Ἀξιοποίνου δὲ ἐπίκλησιν, ὅτι τὰς τιμωρίας οἱ παλαιοὶ τῶν ἀνθρώπων ὠνόμαζον ποινάς. For they say when Heracles avenged himself justly upon Hippocoön and his sons for their past wrongdoing, he established a sanctuary dedicated to Athena, giving her the epithet 'Axiopoinos,' since in ancient times people referred to acts of vengeance as 'poinai.' ὡς γάρ δή ἀμύνομαι Ἡρακλῆς ἱπποκόος καί ὁ παῖς μετέρχομαι κατά ἀξία ὅς προυπάρχω ἱερός Ἀθηνᾶ ἱδρύω ἀξιόποινος δέ ἐπίκλησις ὅτι ὁ τιμωρία ὁ παλαιός ὁ ἀνήρ ὀνομάζω ποινή 0
3.15.6 3 ἔστι δὲ καὶ ἄλλο ἱερὸν Ἀθηνᾶς ἰόντι ἑτέραν ὁδὸν ἀπὸ τοῦ Δρόμου· There is yet another sanctuary of Athena along a different route from the Dromos. εἰμί δέ καί ἄλλος ἱερός Ἀθηνᾶ εἶμι ἕτερος ὁδός ἀπό ὁ δρόμος 0
3.15.6 4 Θήραν δὲ ἀναθεῖναι τὸν Αὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου φασίν, ἡνίκα ἀποικίαν ἔστελλεν ἐπὶ τὴν νῆσον ἣ νῦν ἀπὸ Θήρα τούτου τὸ ὄνομα ἔσχηκε, τὸ δὲ ἀρχαῖον ἐκαλεῖτο Καλλίστη. It is said that Theras, son of Autesion, son of Tisamenus, son of Thersandros, founded it when he sent forth a colony to that island which derived its present name, Thera, from him, though its original name was Calliste. θήρα δέ ἀνατίθημι ὁ αὐτεσίωνος ὁ τίς ὁ Θέρσανδρος φημί ἡνίκα ἀποικία στέλλω ἐπί ὁ νῆσος ὅς νῦν ἀπό θήρα οὗτος ὁ ὄνομα ἔχω ὁ δέ ἀρχαῖος καλέω κάλλιστος 0
3.15.7 1 πλησίον δέ ἐστιν Ἱπποσθένους ναός, ᾧ γεγόνασιν αἱ πολλαὶ νῖκαι πάλης· Nearby is a temple dedicated to Hipposthenes, who achieved many victories in wrestling. πλησίον δέ εἰμί Ἱπποσθένης ναός ὅς γίγνομαι ὁ πολύς νίκη πάλη 0
3.15.7 2 σέβουσι δὲ ἐκ μαντεύματος τὸν Ἱπποσθένην ἅτε Ποσειδῶνι τιμὰς νέμοντες. They honor Hipposthenes according to an oracle, granting him reverence similar to that given to Poseidon. σέβω δέ ἐκ μάντευμα ὁ Ἱπποσθένης ἅτε Ποσειδῶν τιμή νέμω 0
3.15.7 3 τοῦ ναοῦ δὲ ἀπαντικρὺ πέδας ἐστὶν ἔχων Ἐνυάλιος, ἄγαλμα ἀρχαῖον. Directly opposite this temple stands an ancient statue of Enyalios bound in chains. ὁ ναός δέ ἀπαντικρύ πέδη εἰμί ἔχω ἐνυάλιος ἄγαλμα ἀρχαῖος 0
3.15.7 4 γνώμη δὲ Λακεδαιμονίων τε ἐς τοῦτό ἐστιν ἄγαλμα καὶ Ἀθηναίων ἐς τὴν Ἄπτερον καλουμένην Νίκην, τῶν μὲν οὔποτε τὸν Ἐνυάλιον φεύγοντα οἰχήσεσθαί σφισιν ἐνεχόμενον ταῖς πέδαις, Ἀθηναίων δὲ τὴν Νίκην αὐτόθι ἀεὶ μενεῖν οὐκ ὄντων πτερῶν. The Spartans hold the same belief about this statue that the Athenians do about the figure they call Wingless Victory: the Spartans think that, because Enyalios is bound, he can never flee from them, while the Athenians believe their Victory will remain forever since she has no wings. γνώμη δέ Λακεδαιμόνιος τε εἰς οὗτος εἰμί ἄγαλμα καί Ἀθηναῖος εἰς ὁ ἄπτερος καλέω νίκη ὁ μέν οὔποτε ὁ ἐνυάλιος φεύγω οἴχομαι σφεῖς ἔχω ὁ πέδη Ἀθηναῖος δέ ὁ νίκη αὐτόθι ἀεί μένω οὐ εἰμί πτέρυξ 0
3.15.7 5 τόνδε μέν εἰσιν αἱ πόλεις αὗται τὰ ξόανα τὸν τρόπον ἱδρυμέναι καὶ ἐπὶ δόξῃ τοιαύτῃ· In such manner and with such purpose have these cities set up these statues. τόδε μέν εἰμί ὁ πόλις οὗτος ὁ ξόανον ὁ τρόπος ἱδρύω καί ἐπί δόξα τοιοῦτος 0
3.15.8 1 ἐν Σπάρτῃ δὲ λέσχη τέ ἐστι καλουμένη Ποικίλη καὶ ἡρῷα πρὸς αὐτῇ Κάδμου τοῦ Ἀγήνορος τῶν τε ἀπογόνων, Οἰολύκου τοῦ Θήρα καὶ Αἰγέως τοῦ Οἰολύκου. In Sparta there is a place called the Painted Lounge (Lesche Poikile), and beside it are the hero-shrines of Cadmus son of Agenor and his descendants—Oeolycus son of Theras and Aegeus son of Oeolycus. ἐν Σπάρτη δέ λέσχη τε εἰμί καλέω ποικίλος καί ἡρῷον πρός αὐτός Κάδμος ὁ ἀγήνωρ ὁ τε ἀπόγονος Οἰολύκος ὁ θήρα καί Αἰγεύς ὁ Οἰολύκος 0
3.15.8 2 ποιῆσαι δὲ τὰ ἡρῷα λέγουσι Μαῖσιν καὶ Λαίαν τε καὶ Εὐρώπαν, εἶναι δὲ αὐτοὺς Ὑραίου παῖδας τοῦ Αἰγέως. They say these shrines were made by Maisis, Laias, and Europas, who were sons of Hyraeus son of Aegeus. ποιέω δέ ὁ ἡρῷον λέγω μᾶ καί λαῖος τε καί Εὐρώπας εἰμί δέ αὐτός ὑράιος παῖς ὁ Αἰγεύς 0
3.15.8 3 ἐποίησαν δὲ καὶ τῷ Ἀμφιλόχῳ τὸ ἡρῷον, ὅτι σφίσιν ὁ πρόγονος Τισαμενὸς μητρὸς ἦν Δημωνάσσης, ἀδελφῆς Ἀμφιλόχου. They also built the hero-shrine to Amphilochus, because their ancestor Tisamenus was the son of Demonassa, Amphilochus' sister. ποιέω δέ καί ὁ Ἀμφίλοχος ὁ ἡρῷον ὅτι σφεῖς ὁ πρόγονος Τισαμενός μήτηρ εἰμί Δημωνάσσα ἀδελφή Ἀμφίλοχος 0
3.15.9 1 μόνοις δὲ Ἑλλήνων Λακεδαιμονίοις καθέστηκεν Ἥραν ἐπονομάζειν Αἰγοφάγον καὶ αἶγας τῇ θεῷ θύειν. The Lacedaemonians alone among the Greeks have established the custom of calling Hera "Aigophagos" (Goat-eater) and of sacrificing goats to the goddess. μόνος δέ Ἕλλην Λακεδαιμόνιος καθίστημι Ἥρα ἐπονομάζω αἰγοφάγος καί αἴξ ὁ θεός θύω 0
3.15.9 2 Ἡρακλέα δὲ λέγουσιν ἱδρύσασθαι τὸ ἱερὸν καὶ αἶγας θῦσαι πρῶτον, ὅτι μαχομένῳ οἱ πρὸς Ἱπποκόωντα καὶ τοὺς παῖδας οὐδὲν ἐκ τῆς Ἥρας ἀπήντησεν ἐμπόδιον, ὥσπερ γε ἐπὶ τῶν ἄλλων ἐδόξαζεν ἐναντιοῦσθαί οἱ τὴν θεόν· They say that Heracles founded her sanctuary and was the first to sacrifice goats, because when he fought against Hippocoön and his sons, Hera put no obstacle in his way, although on other occasions he believed the goddess was opposed to him. Ἡρακλῆς δέ λέγω ἱδρύω ὁ ἱερός καί αἴξ θύω πρῶτος ὅτι μάχομαι ὁ πρός ἱπποκόος καί ὁ παῖς οὐδέν ἐκ ὁ Ἥρα ἀπαντάω ἐμπόδιον ὥσπερ γε ἐπί ὁ ἄλλος δοξάζω ἐναντιόομαι ὁ ὁ θεός 0
3.15.9 3 αἶγας δὲ αὐτὸν θῦσαί φασιν ἱερείων ἀπορήσαντα ἀλλοίων. They say he offered goats because he found no other sacrificial animals at hand. αἴξ δέ αὐτός θύω φημί ἱερεῖον ἀπορέω ἀλλοῖος 0
3.15.10 1 τοῦ θεάτρου δὲ οὐ πόρρω Ποσειδῶνός τε ἱερόν ἐστι Γενεθλίου καὶ ἡρῷα Κλεοδαίου τοῦ Ὕλλου καὶ Οἰβάλου. Not far from the theater is the temple of Poseidon Genethlios ("the Birth-giver"), and nearby are the heroic shrines of Cleodaeus, son of Hyllus, and of Oibalos. ὁ θέατρον δέ οὐ πόρρω Ποσειδῶν τε ἱερόν εἰμί γενέθλιος καί ἡρῷον Κλεοδάιος ὁ ὕλλος καί Οἴβαλος 0
3.15.10 2 τῶν δὲ Ἀσκληπιείων τὸ ἐπιφανέστατον πεποίηταί σφισι πρὸς τοῖς Βοωνήτοις, ἐν ἀριστερᾷ δὲ ἡρῷον Τηλέκλου· Of the sanctuaries dedicated to Asclepius, the most notable is situated in the area called Booneta. ὁ δέ Ἀσκληπιεῖον ὁ ἐπιφανής ποιέω σφεῖς πρός ὁ βωνητός ἐν ἀριστερός δέ ἡρῷον Τήλεκλος 0
3.15.10 3 τούτου δὲ καὶ ὕστερον ποιήσομαι μνήμην ἐν τῇ Μεσσηνίᾱͅ συγγραφῇ. On the left is the heroön of Teleclus—I shall return again later to speak of him in my description of Messenia. οὗτος δέ καί ὕστερον ποιέω μνήμη ἐν ὁ Μεσσηνία συγραφή 0
3.15.10 4 προελθοῦσι δὲ οὐ πολὺ λόφος ἐστὶν οὐ μέγας, ἐπὶ δὲ αὐτῷ ναὸς ἀρχαῖος καὶ Ἀφροδίτης ξόανον ὡπλισμένης. Proceeding a short distance further, there is a modest-sized hill, upon which stands an ancient temple and a wooden image of armed Aphrodite. προέρχομαι δέ οὐ πολύς λόφος εἰμί οὐ μέγας ἐπί δέ αὐτός ναός ἀρχαῖος καί Ἀφροδίτη ξόανον ὁπλίζω 0
3.15.10 5 ναῶν δὲ ὧν οἶδα μόνῳ τούτῳ καὶ ὑπερῷον ἄλλο ἐπῳκοδόμηται Μορφοῦς ἱερόν. Of all the temples known to me, only this one has a second storey built above, a sanctuary dedicated to Morpho. ναῦς δέ ὅς οἶδα μόνος οὗτος καί ὑπερῷον ἄλλος ἐποικοδομέω μορφόω ἱερόν 0
3.15.11 1 ἐπίκλησις μὲν δὴ τῆς Ἀφροδίτης ἐστὶν ἡ Μορφώ, κάθηται δὲ καλύπτραν τε ἔχουσα καὶ πέδας περὶ τοῖς ποσί· περιθεῖναι δέ οἱ Τυνδάρεων τὰς πέδας φασὶν ἀφομοιοῦντα τοῖς δεσμοῖς τὸ ἐς τοὺς συνοικοῦντας τῶν γυναικῶν βέβαιον. The surname of Aphrodite is Morpho; she is seated, holding a veil and having fetters around her feet; they say Tyndareus placed these fetters upon her, symbolizing through bonds the steadfastness which wives should observe toward their husbands. ἐπίκλησις μέν δή ὁ Ἀφροδίτη εἰμί ὁ Μορφώ κάθημαι δέ καλύπτρα τε ἔχω καί πέδη περί ὁ πούς περιτίθημι δέ ὁ Τυνδάρεως ὁ πέδη φημί ὁμοιόω ὁ δεσμός ὁ εἰς ὁ συνοικέω ὁ γυνή βέβαιος 0
3.15.11 2 τὸν γὰρ δὴ ἕτερον λόγον, ὡς τὴν θεὸν πέδαις ἐτιμωρεῖτο ὁ Τυνδάρεως, γενέσθαι ταῖς θυγατράσιν ἐξ Ἀφροδίτης ἡγούμενος τὰ ὀνείδη, τοῦτον οὐδὲ ἀρχὴν προσίεμαι· But as for the other account, that Tyndareus punished the goddess with chains out of resentment, supposing Aphrodite had caused disgrace to his daughters, I cannot accept this version at all. ὁ γάρ δή ἕτερος λόγος ὡς ὁ θεός πέδη τιμωρέομαι ὁ Τυνδάρεως γίγνομαι ὁ θυγατήρ ἐκ Ἀφροδίτη ἡγέομαι ὁ ὄνειδος οὗτος οὐδέ ἀρχή προσῄομαι 0
3.15.11 3 ἦν γὰρ δὴ παντάπασιν εὔηθες κέδρου ποιησάμενον ζῴδιον καὶ ὄνομα Ἀφροδίτην θέμενον ἐλπίζειν ἀμύνεσθαι τὴν θεόν. Indeed, it would be utterly foolish to create a wooden image, name it Aphrodite, and then believe oneself thereby to be taking vengeance upon the goddess. εἰμί γάρ δή παντάπασι εὔηθες κέδρος ποιέω ζῴδιον καί ὄνομα Ἀφροδίτη τίθημι ἐλπίζω ἀμύνομαι ὁ θεός 0