Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 3.25.1 | 1 | προελθόντι δὲ ἀπὸ τοῦ μνήματος ἐκδίδωσιν ἐς θάλασσαν ποταμός, ὄνομα δέ οἱ Σκύρας, ὅτι κατὰ τοῦτον ἀνώνυμον τέως ὄντα Πύρρος ὁ Ἀχιλλέως ἔσχε ταῖς ναυσίν, ἡνίκα ἐπὶ τὸν Ἑρμιόνης γάμον ἔπλευσεν ἐκ Σκύρου. | After passing forward from the tomb, a river flows into the sea; it is called Scyras, because Pyrrhus son of Achilles once anchored his ships there, at which time he sailed from Scyros for his marriage with Hermione. | προέρχομαι δέ ἀπό ὁ μνῆμα ἐκδίδωμι εἰς θάλασσα ποταμός ὄνομα δέ ὁ σκύρα ὅτι κατά οὗτος ἀνώνυμος τέως εἰμί πύρρος ὁ Ἀχιλλεύς ἔχω ὁ ναῦς ἡνίκα ἐπί ὁ Ἑρμιόνη γάμος πλέω ἐκ Σκύρος | 0 |
| 3.25.1 | 2 | διαβάντων δὲ τὸν ποταμὸν ἔστιν ἱερὸν ἀρχαῖον ἀπωτέρω Διὸς βωμοῦ. | After crossing the river, at some distance further is an ancient sanctuary of Zeus, with an altar. | διαβαίνω δέ ὁ ποταμός εἰμί ἱερός ἀρχαῖος ἀπωτέρω Ζεύς βωμός | 0 |
| 3.25.1 | 3 | τοῦ ποταμοῦ δὲ σταδίους τεσσαράκοντα ἀπέχει Πύρριχος ἐν μεσογαίᾳ. | Forty stadia inland from the river lies Pyrrhichus. | ὁ ποταμός δέ στάδιον τεσσαράκοντα ἀπέχω πύρριχος ἐν μεσογαία | 0 |
| 3.25.1 | 4 | τὸ δὲ ὄνομα τῇ πόλει γενέσθαι φασὶν ἀπὸ Πύρρου τοῦ Ἀχιλλέως, οἱ δὲ εἶναι θεὸν Πύρριχον τῶν καλουμένων | They say that the city took its name from Pyrrhus son of Achilles, but some claim Pyrrhichus was one of those called gods. | ὁ δέ ὄνομα ὁ πόλις γίγνομαι φημί ἀπό Πύρρος ὁ Ἀχιλλεύς ὁ δέ εἰμί θεός πυρρίχιος ὁ καλέω | 0 |
| 3.25.2 | 1 | Κουρήτων· εἰσὶ δὲ οἳ Σιληνὸν ἐκ Μαλέας ἐλθόντα ἐνταῦθα λέγουσιν οἰκῆσαι. | Of the Curetes: there are some who say Silenus came here from Malea and made his dwelling in this place. | Κουρῆτες εἰμί δέ ὅς Σιληνός ἐκ μαλακός ἔρχομαι ἐνταῦθα λέγω οἰκέω | 0 |
| 3.25.2 | 2 | τραφῆναι μὲν δὴ τὸν Σιληνὸν ἐν τῇ Μαλέᾳ δηλοῖ καὶ τάδε ἐξ ᾄσματος Πινδάρου ὁ ζαμενὴς δὲ ὁ χοροιτύπος, ὃν Μαλέας ὄρος ἔθρεψε, Ναΐδος ἀκοίτας, Σιληνός· | That Silenus was indeed reared in Malea is made clear by these verses from a poem by Pindar: "The mighty dancer, whom Mount Malea nurtured, husband of the Naiad, Silenus." (Pindar, Frag. 156 Schroeder). | τρέφω μέν δή ὁ Σιληνός ἐν ὁ Μαλέα δηλόω καί ὅδε ἐκ ᾆσμα Πίνδαρος ὁ ζαμενής δέ ὁ χοροτύπος ὅς μαλακός ὄρος τρέφω ναΐς ἀκοίτης σιληνός | 0 |
| 3.25.2 | 3 | ὡς δὲ καὶ Πύρριχος ὄνομα ἦν αὐτῷ, Πινδάρῳ μὲν οὐκ ἔστιν εἰρημένον, λέγουσι δὲ οἱ περὶ τὴν Μαλέαν οἰκοῦντες. | But that he also had the name Pyrrhichus, though not mentioned by Pindar, is asserted by those who dwell around Malea. | ὡς δέ καί πύρριχος ὄνομα εἰμί αὐτός Πίνδαρος μέν οὐ εἰμί λέγω λέγω δέ ὁ περί ὁ Μαλέα οἰκέω | 0 |
| 3.25.3 | 1 | ἔστι δὲ ἐν τῇ Πυρρίχῳ φρέαρ ἐν τῇ ἀγορᾷ, δοῦναι δέ σφισι τὸν Σιληνὸν νομίζουσι· | In Pyrrhichus there is a well in the marketplace, which they believe Silenus gave them. | εἰμί δέ ἐν ὁ Πυρρίχης φρέαρ ἐν ὁ ἀγορά δίδωμι δέ σφεῖς ὁ Σιληνός νομίζω | 0 |
| 3.25.3 | 2 | σπανίζοιέν τʼ ἂν ὕδατος, εἰ τὸ φρέαρ τοῦτο ἐπιλείποι. | Indeed, they would suffer from lack of water, if this well should ever fail. | σπανίζω τε ἄν ὕδωρ εἰ ὁ φρέαρ οὗτος ἐπιλείπω | 0 |
| 3.25.3 | 3 | θεῶν δὲ ἐν τῇ γῇ σφισιν ἱερά ἐστιν Ἀρτέμιδός τε ἐπίκλησιν Ἀστρατείας, ὅτι τῆς ἐς τὸ πρόσω στρατείας ἐνταῦθα ἐπαύσαντο Ἀμαζόνες, καὶ Ἀπόλλων Ἀμαζόνιος· | Among the sanctuaries in their territory are one of Artemis, surnamed Astrateia (Warlike), so called because here the Amazons ended their further advance, and another of Apollo Amazonios. | θεός δέ ἐν ὁ γῆ σφεῖς ἱερός εἰμί Ἄρτεμις τε ἐπίκλησις ἀστρατεία ὅτι ὁ εἰς ὁ πρόσω στρατεία ἐνταῦθα παύω Ἀμαζών καί Ἀπόλλων Ἀμαζόνιος | 0 |
| 3.25.3 | 4 | ξόανα μὲν ἀμφότερα, ἀναθεῖναι δὲ λέγουσιν αὐτὰ τὰς ἀπὸ Θερμώδοντος γυναῖκας. | Both statues are wooden images, and the inhabitants say that the women from the Thermodon themselves dedicated these statues. | ξόανον μέν ἀμφότερος ἀνατίθημι δέ λέγω αὐτός ὁ ἀπό θερμώδων γυνή | 0 |
| 3.25.4 | 1 | ἀπὸ δὲ Πυρρίχου καταβάντι ἐς θάλασσαν ἔστι Τευθρώνη· | From Pyrrhichus descending to the sea is Teuthrone. | ἀπό δέ Πυρρίχος καταβαίνω εἰς θάλασσα εἰμί Τευθρώνη | 0 |
| 3.25.4 | 2 | τὸν δὲ οἰκιστὴν οἱ ταύτῃ Τεύθραντα Ἀθηναῖον ὄντα ἀποφαίνουσι, τιμῶσι δὲ θεῶν μάλιστα Ἰσσωρίαν Ἄρτεμιν, καὶ πηγή σφισίν ἐστι Ναΐα. | The local inhabitants say its founder was Teuthras, who was an Athenian. | ὁ δέ οἰκιστής ὁ οὗτος Τεύθρας Ἀθηναῖος εἰμί ἀποφαίνω τιμάω δέ θεός μάλιστα Ἰσσωρία Ἄρτεμις καί πηγή σφεῖς εἰμί ναΐς | 0 |
| 3.25.4 | 3 | Τευθρώνης δὲ ἀπέχει πεντήκοντα καὶ ἑκατὸν σταδίους ἐς θάλασσαν ἀνέχουσα ἄκρα Ταίναρον, καὶ λιμένες ὅ τε Ἀχίλλειός ἐστι καὶ Ψαμαθοῦς, ἐπὶ δὲ τῇ ἄκρᾳ ναὸς εἰκασμένος σπηλαίῳ καὶ πρὸ αὐτοῦ Ποσειδῶνος ἄγαλμα. | Among the gods they particularly honor Issorian Artemis, and there is in their territory a spring called Naia. | Τευθρώνη δέ ἀπέχω πεντήκοντα καί ἑκατόν στάδιον εἰς θάλασσα ἀνέχω ἄκρος Ταίναρον καί λιμήν ὁ τε Ἀχιλλεῖος εἰμί καί ψαμάθους ἐπί δέ ὁ ἄκρος ναός εἰκάζω σπήλαιον καί πρό αὐτός Ποσειδῶν ἄγαλμα | 0 |
| 3.25.5 | 1 | ἐποίησαν δὲ Ἑλλήνων τινὲς ὡς Ἡρακλῆς ἀναγάγοι ταύτῃ τοῦ Ἅιδου τὸν κύνα, οὔτε ὑπὸ γῆν ὁδοῦ διὰ τοῦ σπηλαίου φερούσης οὔτε ἕτοιμον ὂν πεισθῆναι θεῶν ὑπόγαιον εἶναί τινα οἴκησιν ἐς ἣν ἀθροίζεσθαι τὰς ψυχάς. | Some of the Greeks have made the story that Heracles led the hound of Hades up through this place, disregarding neither the idea that there might be a path underground through the cave nor the belief, which they were unwilling to accept, that beneath the earth existed some abode of gods where souls gathered together. | ποιέω δέ Ἕλλην τις ὡς Ἡρακλῆς ἀναγάγω οὗτος ὁ ᾍδης ὁ κύων οὔτε ὑπό γῆ ὁδός διά ὁ σπήλαιον φέρω οὔτε ἕτοιμος εἰμί πείθω θεός ὑπόγαιον εἰμί τις οἴκησις εἰς ὅς ἀθροίζω ὁ ψυχή | 0 |
| 3.25.5 | 2 | ἀλλὰ Ἑκαταῖος μὲν ὁ Μιλήσιος λόγον εὗρεν εἰκότα, ὄφιν φήσας ἐπὶ Ταινάρῳ τραφῆναι δεινόν, κληθῆναι δὲ Ἅιδου κύνα, ὅτι ἔδει τὸν δηχθέντα τεθνάναι παραυτίκα ὑπὸ τοῦ ἰοῦ. | But Hecataeus of Miletus provided a more plausible account, saying that a terrible serpent was reared at Taenarum, called the hound of Hades because anyone bitten immediately died from its venom. | ἀλλά Ἑκαταῖος μέν ὁ Μιλήσιος λόγος εὑρίσκω εἰκός ὄφις φημί ἐπί Ταίναρος τρέφω δεινός καλέω δέ ᾍδης κύων ὅτι δεῖ ὁ δήγω θνῄσκω παραυτίκα ὑπό ὁ ἰός | 0 |
| 3.25.5 | 3 | καὶ τοῦτον ἔφη τὸν ὄφιν ὑπὸ Ἡρακλέους ἀχθῆναι παρʼ Εὐρυσθέα· | It was this serpent, he claimed, that Heracles brought to Eurystheus. | καί οὗτος φημί ὁ ὄφις ὑπό Ἡρακλῆς ἄγω παρά Εὐρυσθέας | 0 |
| 3.25.6 | 1 | Ὅμηρος δὲ--- πρῶτος γὰρ ἐκάλεσεν Ἅιδου κύνα ὅντινα Ἡρακλῆς ἦγεν ---οὔτε ὄνομα ἔθετο οὐδὲν οὔτε συνέπλασεν ἐς τὸ εἶδος ὥσπερ ἐπὶ τῇ Χιμαίρᾳ· | Homer—for he was the first to mention the hound of Hades, which Heracles led forth—does not give it any particular name nor elaborate upon its form as he does with the Chimaera. | Ὅμηρος δέ πρῶτος γάρ καλέω ᾍδης κύων ὅστις Ἡρακλῆς ἄγω οὔτε ὄνομα τίθημι οὐδέν οὔτε συμπλάσσω εἰς ὁ εἶδος ὥσπερ ἐπί ὁ χιμαίρα | 0 |
| 3.25.6 | 2 | οἱ δὲ ὕστερον Κέρβερον ὄνομα ἐποίησαν καὶ κυνὶ τἄλλα εἰκάζοντες κεφαλὰς τρεῖς φασιν ἔχειν αὐτὸν, οὐδέν τι μᾶλλον Ὁμήρου κύνα τὸν ἀνθρώπῳ σύντροφον εἰρηκότος ἢ εἰ δράκοντα ὄντα ἐκάλεσεν Ἅιδου κύνα. | Later writers, however, assigned to it the name Cerberus, and, likening it otherwise to a dog, declared that it had three heads—though Homer said nothing to indicate more clearly that it was a dog like those that keep men company, than if he had called a serpent the hound of Hades. | ὁ δέ ὕστερον Κέρβερος ὄνομα ποιέω καί κύων ὁ εἰκάζω κεφαλή τρεῖς φημί ἔχω αὐτός οὐδείς τις μᾶλλον Ὅμηρος κύων ὁ ἄνθρωπος σύτροφος εἴρηκα ἤ εἰ δράκων εἰμί καλέω ᾍδης κύων | 0 |
| 3.25.7 | 1 | ἀναθήματα δὲ ἄλλα τέ ἐστιν ἐπὶ Ταινάρῳ καὶ Ἀρίων ὁ κιθαρῳδὸς χαλκοῦς ἐπὶ δελφῖνος. | At Taenarum there are various dedications, including a bronze statue of Arion the citharode riding upon a dolphin. | ἀνάθημα δέ ἄλλος τε εἰμί ἐπί Ταίναρος καί ἄρειος ὁ κιθαρῳδός χαλκοῦς ἐπί δελφίς | 0 |
| 3.25.7 | 2 | τὰ μὲν οὖν ἐς αὐτὸν Ἀρίονα καὶ τὰ ἐπὶ τῷ δελφῖνι Ἡρόδοτος εἶπεν ἀκοὴν ἐν τῇ Λυδίᾳ συγγραφῇ· | Herodotus has recounted the story concerning Arion himself and the matter of the dolphin, based on hearsay, in his work about Lydia. | ὁ μέν οὖν εἰς αὐτός Ἀρίων καί ὁ ἐπί ὁ δελφίς Ἡρόδοτος εἶπον ἀκοή ἐν ὁ Λυδία συγραφή | 0 |
| 3.25.7 | 3 | τὸν δὲ ἐν Ποροσελήνῃ δελφῖνα τῷ παιδὶ σῶστρα ἀποδιδόντα, ὅτι συγκοπέντα ὑπὸ ἁλιέων αὐτὸν ἰάσατο, τοῦτον τὸν δελφῖνα εἶδον καὶ καλοῦντι τῷ παιδὶ ὑπακούοντα καὶ φέροντα, ὁπότε ἐποχεῖσθαί οἱ βούλοιτο. | As for the dolphin at Poroselene, which rendered thanks to the boy because the boy had healed it after fishermen wounded it, I myself saw this dolphin; it obeyed when the boy called it and carried him whenever he wished to ride. | ὁ δέ ἐν ποροσέληνη δελφίς ὁ παῖς σῶστρα ἀποδίδωμι ὅτι συγκόπτω ὑπό ἁλιεύς αὐτός ἰάομαι οὗτος ὁ δελφίς ὁράω καί καλέω ὁ παῖς ὑπακούω καί φέρω ὁπότε ἐποχέομαι ὁ βούλομαι | 0 |
| 3.25.8 | 1 | ἔστι δὲ ἐπὶ Ταινάρῳ καὶ πηγή, νῦν μὲν οὐδὲν ὥστε καὶ θαῦμα εἶναι παρεχομένη, πρότερον δὲ τοῖς ἐνιδοῦσιν ἐς τὸ ὕδωρ τοὺς λιμένας---φασὶ--- καὶ τὰς ναῦς θεάσασθαι παρεῖχε. | At Taenarum there is also a spring which nowadays displays nothing remarkable; but formerly, as they say, those who looked into its water used to behold harbors and ships. | εἰμί δέ ἐπί Ταίναρος καί πηγή νῦν μέν οὐδέν ὥστε καί θαῦμα εἰμί παρέχω πρότερον δέ ὁ ἐνιδρύω εἰς ὁ ὕδωρ ὁ λιμήν φημί καί ὁ ναῦς θεάομαι παρέχω | 0 |
| 3.25.8 | 2 | τοῦτο ἔπαυσε γυνὴ τὸ ὕδωρ μὴ καὶ τοῦ λοιποῦ τοιαῦτα ἐπιδείκνυσθαι, μεμιασμένην ἐναποπλύνασα ἐσθῆτα. | A woman caused this marvel to cease and prevented such visions from appearing ever again by washing into it clothing that had been defiled. | οὗτος παύω γυνή ὁ ὕδωρ μή καί ὁ λοιπός τοιοῦτος ἐπιδείκνυμι μιαίνω ἐναποπλύνω ἐσθής | 0 |
| 3.25.9 | 1 | Ταινάρου δὲ τῆς ἄκρας πλοῦν ὅσον τεσσαράκοντα σταδίων ἀφέστηκε Καινήπολις· | Forty stades from the promontory of Taenarum lies Caenepolis by sea. | Ταινάρου δέ ὁ ἄκρα πλοῦς ὅσος τεσσαράκοντα στάδιον ἀφέστηκα Καινήπολις | 0 |
| 3.25.9 | 2 | ὄνομα δὲ ἦν πάλαι καὶ ταύτῃ Ταίναρον. | This place also once bore the name Taenarum. | ὄνομα δέ εἰμί πάλαι καί οὗτος Ταίναρον | 0 |
| 3.25.9 | 3 | ἐν αὐτῇ δὲ μέγαρον Δήμητρος καὶ ἐπὶ θαλάσσῃ ναός ἐστιν Ἀφροδίτης καὶ ἄγαλμα ὀρθὸν λίθου. | In it there is a sanctuary of Demeter, and by the shore a temple of Aphrodite, containing an upright stone statue. | ἐν αὐτός δέ μέγαρον Δημήτηρ καί ἐπί θάλασσα ναός εἰμί Ἀφροδίτη καί ἄγαλμα ὀρθός λίθος | 0 |
| 3.25.9 | 4 | ἐντεῦθεν ἀποσχόντι τριάκοντα σταδίους Θυρίδες ἄκρα Ταινάρου καὶ πόλεως ἐρείπια Ἱππόλας ἐστίν, ἐν δὲ αὐτοῖς Ἀθηνᾶς ἱερὸν Ἱππολαΐτιδος· | Sailing onward from there thirty stades are the promontory Thyrides and the ruins of the city Hippola, where stands the sacred sanctuary of Athena Hippolaitis. | ἐντεῦθεν ἀπέχω τριάκοντα στάδιον θυρίς ἄκρος Ταινάρου καί πόλις ἐρείπιον ἱππόλας εἰμί ἐν δέ αὐτός Ἀθηνᾶ ἱερός ἱππολαΐτις | 0 |
| 3.25.9 | 5 | ὀλίγον δὲ ἀπωτέρω Μέσσα πόλις καὶ λιμήν. | A little further distant is the city Messa with its harbor. | ὀλίγος δέ ἀπωτέρω μέσσα πόλις καί λιμήν | 0 |
| 3.25.10 | 1 | ἀπὸ τούτου στάδια τοῦ λιμένος πεντήκοντά ἐστι καὶ ἑκατὸν ἐπὶ Οἴτυλον· | From this harbor it is one hundred and fifty stades to Oitylos. | ἀπό οὗτος στάδιον ὁ λιμήν πεντήκοντα εἰμί καί ἑκατόν ἐπί οἴτυλος | 0 |
| 3.25.10 | 2 | ὁ δὲ ἥρως ἀφʼ οὗ τῇ πόλει τὸ ὄνομα ἐγένετο, Ἀργεῖος τὸ ἀνέκαθεν, Ἀμφιάνακτος υἱὸς ὢν τοῦ Ἀντιμάχου. | The hero from whom the city received its name was originally an Argive, being the son of Amphianax, who was the son of Antimachus. | ὁ δέ ἥρως ἀπό ὅς ὁ πόλις ὁ ὄνομα γίγνομαι Ἀργεῖος ὁ ἀνέκαθεν Ἀμφιάναξ υἱός εἰμί ὁ Ἀντίμαχος | 0 |
| 3.25.10 | 3 | θέας δὲ ἄξια ἐν Οἰτύλῳ Σαράπιδός ἐστιν ἱερὸν καὶ ἐν τῇ ἀγορᾷ Καρνείου ξόανον Ἀπόλλωνος. | Worth seeing at Oitylos are a sanctuary of Sarapis and, in the marketplace, a wooden image of Apollo Karneios. | θέα δέ ἄξιος ἐν οἴτυλος Σαράπις εἰμί ἱερός καί ἐν ὁ ἀγορά Κάρνειον ξόανον Ἀπόλλων | 0 |