Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 4.15.1 | 1 | ὡς δὲ τά τε ἄλλα ἐς τὸν πόλεμον ἕτοιμα ἦν αὐτοῖς καὶ τὰ ἀπὸ τῶν συμμάχων προθυμότερα ἢ προσεδόκων---καὶ γὰρ Ἀργείοις ἤδη καὶ Ἀρκάσι λαμπρῶς τὸ ἐς τοὺς Λακεδαιμονίους ἔχθος ἐξῆπτο---οὕτως ἀπέστησαν ἔτει τριακοστῷ μὲν καὶ ἐνάτῳ μετὰ Ἰθώμης ἅλωσιν, τετάρτῳ δὲ τῆς τρίτης Ὀλυμπιάδος καὶ εἰκοστῆς, ἣν Ἴκαρος Ὑπερησιεὺς ἐνίκα στάδιον· | When other matters necessary for war were prepared by them, and when the support from their allies proved more eager than they had expected—for the hostility against the Lacedaemonians among both the Argives and the Arcadians had already brilliantly flared up—they revolted in the thirty-ninth year after the capture of Ithome, in the fourth year of the twenty-third Olympiad, in which Icarus of Hyperesia won the stadion race. | ὡς δέ ὁ τε ἄλλος εἰς ὁ πόλεμος ἕτοιμος εἰμί αὐτός καί ὁ ἀπό ὁ σύμμαχος προθύμος ἤ προσδοκάω καί γάρ Ἀργεῖος ἤδη καί Ἀρκάς λαμπρῶς ὁ εἰς ὁ Λακεδαιμόνιος ἔχθος ἐξάπτω οὕτως ἀφίστημι ἔτος τριακοστός μέν καί ἕνατος μετά Ἰθώμη ἅλωσις τέταρτος δέ ὁ τρίτος Ὀλυμπιάς καί εἰκοστός ὅς Ἴκαρος ὑπερηρεύς νικάω στάδιον | 0 |
| 4.15.1 | 2 | Ἀθήνῃσι δὲ οἱ κατʼ ἐνιαυτὸν ἦσαν ἤδη τότε ἄρχοντες, καὶ Ἀθηναίοις Τλησίας ἦρχεν. | At Athens, annual archons had already been established by then, and Tlesias held office among the Athenians. | Ἀθήνη δέ ὁ κατά ἐνιαυτός εἰμί ἤδη τότε ἄρχων καί Ἀθηναῖος τλησίας ἄρχω | 0 |
| 4.15.2 | 1 | ἐν δὲ Λακεδαίμονι οἵ τινες τηνικαῦτα ἔτυχον βασιλεύοντες, Τυρταῖος μὲν τὰ ὀνόματα οὐκ ἔγραψε, Ῥιανὸς δʼ ἐποίησεν ἐν τοῖς ἔπεσι Λεωτυχίδην βασιλέα ἐπὶ τοῦδε εἶναι τοῦ πολέμου. | Now, in Lacedaemon, who precisely were kings at that time Tyrtaeus has not recorded; but Rhianus writes in his poetry that Leotychides was king during this war. | ἐν δέ Λακεδαίμων ὁ τις τηνικαῦτα τυγχάνω βασιλεύω Τυρταῖος μέν ὁ ὄνομα οὐ γράφω Ῥιανός δέ ποιέω ἐν ὁ ἔπος Λεωτυχίδης βασιλεύς ἐπί ὅδε εἰμί ὁ πόλεμος | 0 |
| 4.15.2 | 2 | Ῥιανῷ μὲν οὖν ἔγωγε οὐδαμῶς κατά γε τοῦτο συνθήσομαι· | In this particular I certainly will not agree with Rhianus at all. | Ῥιανός μέν οὖν ἔγωγε οὐδαμῶς κατά γε οὗτος συντίθημι | 0 |
| 4.15.2 | 3 | Τυρταῖον δὲ καὶ οὐ λέγοντα ὅμως εἰρηκέναι τις ἂν ἐν τῷδε ἡγοῖτο. | But although Tyrtaeus himself does not name a ruler explicitly, one might yet conclude that he has spoken indirectly about it. | Τυρταῖος δέ καί οὐ λέγω ὅμως εἴρω τις ἄν ἐν ὅδε ἡγέομαι | 0 |
| 4.15.2 | 4 | ἐλεγεῖα γὰρ ἐς τὸν πρότερόν ἐστιν αὐτῷ πόλεμον· | His elegies, indeed, refer to an earlier war, saying: | ἐλεγεία γάρ εἰς ὁ πρότερος εἰμί αὐτός πόλεμος | 0 |
| 4.15.2 | 5 | ἀμφʼ αὐτῇ δʼ ἐμάχοντʼ ἐννέα καὶ δέκʼ ἔτη νωλεμέως, αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες, αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες. | "For nineteen years continuously fought they around it, Ever unyielding in courage, our fathers, warriors with spear, fathers of our fathers." | ἀμφί αὐτός δέ μάχομαι ἐννέα καί δέκα ἔτος νωλεμέως αἰεί ταλασίφρων θυμός ἔχω αἰχμητής πατήρ ἡμέτερος πατήρ | 0 |
| 4.15.3 | 1 | δῆλα οὖν ἐστιν ὡς ὕστερον τρίτῃ γενεᾷ τὸν πόλεμον οἱ Μεσσήνιοι τόνδε ἐπολέμησαν. | It is therefore clear that the Messenians fought this war later, in the third generation afterward. | δῆλος οὖν εἰμί ὡς ὕστερον τρίτος γενεά ὁ πόλεμος ὁ Μεσσήνιοι τόδε πολεμέω | 0 |
| 4.15.3 | 2 | ἀποδείκνυσί τε τοῦ χρόνου τὸ συνεχὲς βασιλεύοντας τηνικαῦτα ἐν Σπάρτῃ Ἀνάξανδρον Εὐρυκράτους τοῦ Πολυδώρου, τῆς δὲ οἰκίας τῆς ἑτέρας Ἀναξίδαμον Ζευξιδάμου τοῦ Ἀρχιδάμου τοῦ Θεοπόμπου. | The continuous sequence of time is demonstrated by the reign at that time in Sparta of Anaxander, son of Eurycrates, son of Polydorus, and from the other royal house Anaxidamus, son of Zeuxidamus, son of Archidamus, son of Theopompus. | ἀποδείκνυμι τε ὁ χρόνος ὁ συνεχής βασιλεύω τηνικαῦτα ἐν Σπάρτη Ἀνάξανδρος Εὐρυκράτης ὁ Πολύδωρος ὁ δέ οἰκία ὁ ἕτερος Ἀναξίδαμος Ζευξίδαμος ὁ Ἀρχίδαμος ὁ Θεόπομπος | 0 |
| 4.15.3 | 3 | κατέβην δὲ ἐς ἀπόγονον Θεοπόμπου τέταρτον, ὅτι Ἀρχίδαμος ὁ Θεοπόμπου προαπέθανε τοῦ πατρὸς καὶ ἐς Ζευξίδαμον υἱιδοῦν ὄντα ἡ Θεοπόμπου περιῆλθεν ἀρχή. | I have descended to the fourth descendant from Theopompus, because Archidamus, the son of Theopompus, died before his father, and thus the kingship passed to Zeuxidamus, the grandson of Theopompus. | καταβαίνω δέ εἰς ἀπόγονος Θεόπομπος τέταρτος ὅτι Ἀρχίδαμος ὁ Θεόπομπος προαποθνῄσκω ὁ πατήρ καί εἰς Ζευξίδαμος υἱιδόω εἰμί ὁ Θεόπομπος περιέρχομαι ἀρχή | 0 |
| 4.15.3 | 4 | Λεωτυχίδης δὲ μετὰ Δημάρατον βασιλεύσας φαίνεται τὸν Ἀρίστωνος· Θεοπόμπου δὲ Ἀρίστων ἀπόγονος ἕβδομος. | Leotychides is found reigning after Demaratus, the son of Ariston, and Ariston was the seventh descendant from Theopompus. | Λεωτυχίδης δέ μετά Δήμαρατος βασιλεύω φαίνω ὁ Ἀρίστων Θεόπομπος δέ ἄριστος ἀπόγονος ἕβδομος | 0 |
| 4.15.4 | 1 | τότε δὲ οἱ Μεσσήνιοι Λακεδαιμονίοις συμβάλλουσιν ἐν Δέραις καλουμέναις τῆς σφετέρας, ἔτει πρώτῳ μετὰ τὴν ἀπόστασιν· | Then the Messenians fought the Lacedaemonians at a place in their own territory called Derae, in the first year after their revolt. | τότε δέ ὁ Μεσσήνιοι Λακεδαιμόνιος συμβάλλω ἐν δέρας καλέω ὁ σφέτερος ἔτος πρῶτος μετά ὁ ἀπόστασις | 0 |
| 4.15.4 | 2 | ἀπῆσαν δὲ ἀμφοτέροις οἱ σύμμαχοι. | Both sides were without their allies. | ἄπειμι δέ ἀμφότερος ὁ σύμμαχος | 0 |
| 4.15.4 | 3 | καὶ νίκη μὲν ἐγένετο οὐδετέρων σαφής, Ἀριστομένην δὲ ἔργα φασὶν ἀποδείξασθαι πλέον τι ἢ ἄνδρα ἕνα εἰκὸς ἦν, ὥστε καὶ βασιλέα μετὰ τὴν μάχην ᾑροῦντο αὐτόν, ἦν γὰρ καὶ γένους τῶν Αἰπυτιδῶν· | The victory was clearly gained by neither army, but Aristomenes was said to have performed deeds surpassing those of one man so greatly that after the battle they elected him king, as indeed he belonged to the family of the Aepytidae. | καί νίκη μέν γίγνομαι οὐδέτερος σαφής Ἀριστομένης δέ ἔργον φημί ἀποδείκνυμι πλέον τις ἤ ἀνήρ εἷς εἰκός εἰμί ὥστε καί βασιλεύς μετά ὁ μάχη αἱρέω αὐτός εἰμί γάρ καί γένος ὁ Αἰπυτίδες | 0 |
| 4.15.5 | 1 | παραιτουμένου τε, οὕτω στρατηγὸν αὐτοκράτορα εἵλοντο. | Even though he declined, nonetheless they chose him as sole general. | παραιτέομαι τε οὕτως στρατηγός αὐτοκράτωρ αἱρέω | 0 |
| 4.15.5 | 2 | Ἀριστομένει δὲ παρίστατο μηδʼ ἂν ἄλλον ἀπαξιῶσαι παθεῖν τι ἐν πολέμῳ δράσαντα ἄξια μνήμης· αὑτῷ μέντοι καὶ πρὸ παντὸς ἐνόμιζεν εἶναι, ἔτι ἀρχομένου τοῦ πολέμου Λακεδαιμονίους καταπλήξαντα φαίνεσθαι καὶ ἐς τὰ μέλλοντά σφισι φοβερώτερον. | Aristomenes himself believed that he would not begrudge another who had done something noteworthy in war achieving distinction; yet as for himself, he considered it altogether vital from the very beginning of the war to strike terror into the Lacedaemonians and to appear more formidable still regarding the events to come. | Ἀριστομένης δέ παρίστημι μή ἄν ἄλλος ἀπαξιόω πάσχω τις ἐν πόλεμος δράω ἄξιος μνήμη ἑαυτοῦ μέντοι καί πρό πᾶς νομίζω εἰμί ἔτι ἄρχομαι ὁ πόλεμος Λακεδαιμόνιος καταπλήσσω φαίνω καί εἰς ὁ μέλλω σφεῖς φοβερός | 0 |
| 4.15.5 | 3 | ἅτε δὲ οὕτως ἔχων, ἀφικόμενος νύκτωρ ἐς τὴν Λακεδαίμονα ἀνατίθησιν ἀσπίδα πρὸς τὸν τῆς Χαλκιοίκου ναόν· ἐπεγέγραπτο δὲ Ἀριστομένην ἀπὸ Σπαρτιατῶν διδόναι τῇ θεῷ. | Because he held this belief, he arrived one night into Lacedaemon and dedicated a shield in the temple of Athena Chalkioikos; inscribed upon it was that Aristomenes offered it to the goddess as a gift taken from the Spartans. | ἅτε δέ οὕτως ἔχω ἀφικνέομαι νύκτωρ εἰς ὁ Λακεδαίμων ἀνατίθημι ἀσπίς πρός ὁ ὁ χαλκίοικος ναός ἐπιγράφω δέ Ἀριστομένης ἀπό Σπαρτιάτης δίδωμι ὁ θεός | 0 |
| 4.15.6 | 1 | ἐγένετο δὲ καὶ Λακεδαιμονίοις μάντευμα ἐκ Δελφῶν τὸν Ἀθηναῖον ἐπάγεσθαι σύμβουλον. | There came also to the Lacedaemonians an oracle from Delphi, instructing them to take an Athenian as adviser. | γίγνομαι δέ καί Λακεδαιμόνιος μάντευμα ἐκ Δελφοί ὁ Ἀθηναῖος ἐπάγομαι σύμβουλος | 0 |
| 4.15.6 | 2 | ἀποστέλλουσιν οὖν παρὰ τοὺς Ἀθηναίους τόν τε χρησμὸν ἀπαγγελοῦντας καὶ ἄνδρα αἰτοῦντας παραινέσοντα ἃ χρή σφισιν. | They therefore sent envoys to Athens, to announce the oracle and request a man who would counsel them as to what they should do. | ἀποστέλλω οὖν παρά ὁ Ἀθηναῖος ὁ τε χρησμός ἀπαγγέλλω καί ἀνήρ αἰτέω παραινέω ὅς χρή σφεῖς | 0 |
| 4.15.6 | 3 | Ἀθηναῖοι δὲ οὐδέτερα θέλοντες, οὔτε Λακεδαιμονίους ἄνευ μεγάλων κινδύνων προσλαβεῖν μοῖραν τῶν ἐν Πελοποννήσῳ τὴν ἀρίστην οὔτε αὐτοὶ παρακοῦσαι τοῦ θεοῦ, πρὸς ταῦτα ἐξευρίσκουσι· | But the Athenians, unwilling either that the Lacedaemonians without great trouble should easily acquire the finest portion of the Peloponnese or themselves openly disobey the god, devised the following plan. | Ἀθηναῖος δέ οὐδέτερος ἐθέλω οὔτε Λακεδαιμόνιος ἄνευ μέγας κίνδυνος προσλαμβάνω μοῖρα ὁ ἐν Πελοπόννησος ὁ ἄριστος οὔτε αὐτός παρακούω ὁ θεός πρός οὗτος ἐξευρίσκω | 0 |
| 4.15.6 | 4 | καὶ ἦν γὰρ Τυρταῖος διδάσκαλος γραμμάτων νοῦν τε ἥκιστα ἔχειν δοκῶν καὶ τὸν ἕτερον τῶν ποδῶν χωλός, τοῦτον ἀποστέλλουσιν ἐς Σπάρτην. | There was at that time among them a teacher of letters named Tyrtaeus, who appeared to have little intelligence and was lame in one foot; this man they dispatched to Sparta. | καί εἰμί γάρ Τυρταῖος διδάσκαλος γράμμα νοῦς τε ἥκιστα ἔχω δοκέω καί ὁ ἕτερος ὁ πούς χωλός οὗτος ἀποστέλλω εἰς Σπάρτη | 0 |
| 4.15.6 | 5 | ὁ δὲ ἀφικόμενος ἰδίᾳ τε τοῖς ἐν τέλει καὶ συνάγων ὁπόσους τύχοι καὶ τὰ ἐλεγεῖα καὶ τὰ ἔπη σφίσι τὰ ἀνάπαιστα ᾖδεν. | When Tyrtaeus arrived, he recited privately to the leaders and publicly, to whoever happened to gather around, his elegiac verses and his anapaestic poems. | ὁ δέ ἀφικνέομαι ἰδίᾳ τε ὁ ἐν τέλος καί συνάγω ὅσος τύχω καί ὁ ἐλεγεία καί ὁ ἔπος σφεῖς ὁ ἀνάπαιστος ᾄδω | 0 |
| 4.15.7 | 1 | ἐνιαυτῷ δὲ ὕστερον τοῦ περὶ τὰς Δέρας ἀγῶνος, ἡκόντων ἀμφοτέροις καὶ τῶν συμμάχων, παρεσκευάζοντο ὡς μάχην συνάψοντες ἐπὶ τῷ καλουμένῳ Κάπρου σήματι. | A year after the battle about the Boar's Tomb, allies arriving to support both sides, they prepared to engage in battle near the place called the Grave of Kapros. | ἐνιαυτός δέ ὕστερον ὁ περί ὁ δέρας ἀγών ἥκω ἀμφότερος καί ὁ σύμμαχος παρασκευάζω ὡς μάχη συνάπτω ἐπί ὁ καλέω κάπρος σήμα | 0 |
| 4.15.7 | 2 | Μεσσηνίοις μὲν οὖν Ἠλεῖοι καὶ Ἀρκάδες, ἔτι δὲ ἐξ Ἄργους ἀφίκετο καὶ Σικυῶνος βοήθεια. | The Messenians had assistance from the Eleans and Arcadians, and further aid came also from Argos and Sicyon. | Μεσσήνιος μέν οὖν Ἠλεῖος καί Ἀρκάς ἔτι δέ ἐκ Ἄργος ἀφικνέομαι καί Σικυών βοήθεια | 0 |
| 4.15.7 | 3 | παρῆσαν δὲ καὶ ὅσοι πρότερον τῶν Μεσσηνίων ἔφευγον ἑκουσίως, ἐξ Ἐλευσῖνός τε, οἷς πάτριον δρᾶν τὰ ὄργια τῶν Μεγάλων θεῶν, καὶ οἱ Ἀνδροκλέους ἀπόγονοι· | Present, too, were those Messenians who had previously fled their homeland voluntarily, coming both from Eleusis—where they were accustomed ancestrally to perform the rites of the Great Goddesses—and likewise the descendants of Androcles. | πάρειμι δέ καί ὅσος πρότερον ὁ Μεσσήνιος φεύγω ἑκουσίως ἐκ Ἐλευσῖνος τε ὅς πάτριος δράω ὁ ὄργια ὁ μέγας θεός καί ὁ Ἀνδροκλῆς ἀπόγονος | 0 |
| 4.15.7 | 4 | καὶ γὰρ οἱ συσπεύσαντες μάλιστά σφισιν ἦσαν οὗτοι. | For these above all had readily moved to their aid. | καί γάρ ὁ σπεύδω μάλιστα σφεῖς εἰμί οὗτος | 0 |
| 4.15.8 | 1 | Λακεδαιμονίοις δὲ ἦλθον Κορίνθιοι συμμαχήσοντες καὶ Λεπρεατῶν τινες κατὰ ἔχθος τὸ Ἠλείων· | The Corinthians came to help the Spartans, as did certain Lepreans, because of their hostility toward the Eleans. | Λακεδαιμόνιος δέ ἔρχομαι Κορίνθιος συμμαχέω καί Λεπρεᾶται τις κατά ἔχθος ὁ Ἠλεῖος | 0 |
| 4.15.8 | 2 | Ἀσιναίοις δὲ ὅρκοι πρὸς ἀμφοτέρους ἦσαν. | The Asinaeans, however, had sworn oaths to both sides. | Ἀσιναῖος δέ ὅρκος πρός ἀμφότερος εἰμί | 0 |
| 4.15.8 | 3 | τὸ δὲ χωρίον τοῦτο, Κάπρου σῆμα, ἔστι μὲν ἐν Στενυκλήρῳ τῆς Μεσσηνίας, Ἡρακλέα δὲ αὐτόθι ὅρκον ἐπὶ τομίων κάπρου τοῖς Νηλέως παισὶ δοῦναι καὶ λαβεῖν παρὰ ἐκείνων λέγουσιν. | This particular place, called "Tomb of the Boar," is situated in Stenykleros in Messenia; they say that here Heracles gave and received an oath with the sons of Neleus upon pieces of a sacrificed boar. | ὁ δέ χωρίον οὗτος κάπρος σῆμα εἰμί μέν ἐν Στενυκλῆρος ὁ Μεσσηνία Ἡρακλῆς δέ αὐτόθι ὅρκος ἐπί τόμιον κάπρος ὁ νηλής παῖς δίδωμι καί λαμβάνω παρά ἐκεῖνος λέγω | 0 |