Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 4.30

PassageSentenceGreekEnglishLemma FormsMissing
4.30.1 1 ἔστιν ἐφʼ ἡμῶν ἐν τῇ Μεσσηνίᾳ τῆς νάπης τῆς Χοιρίου στάδια εἴκοσι μάλιστα ἀπέχουσα Ἀβία ἐπὶ θαλάσσῃ πόλις. In our times, in Messenia, there is a town called Abia situated on the coast, roughly twenty stadia distant from the Choiros valley. εἰμί ἐπί ἐγώ ἐν ὁ Μεσσηνία ὁ νάπη ὁ χοίριος στάδιον εἴκοσι μάλιστα ἀπέχω ἀβία ἐπί θάλασσα πόλις 0
4.30.1 2 ταύτην Ἴρην καλεῖσθαι πάλαι καὶ τῶν ἑπτά φασιν εἶναι πόλεων, ἃς Ἀχιλλεῖ πεποίηκεν Ὅμηρος Ἀγαμέμνονα ὑπισχνούμενον. This city, they say, was originally named Ire, and was among the seven cities that Homer mentions Agamemnon promised to Achilles. οὗτος ἱερεύς καλέω πάλαι καί ὁ ἑπτά φημί εἰμί πόλις ὅς Ἀχιλλεύς ποιέω Ὅμηρος Ἀγαμέμνων ὑπισχνέομαι 0
4.30.1 3 Ὕλλου δὲ καὶ Δωριέων μάχῃ κρατηθέντων ὑπὸ Ἀχαιῶν, ἐνταῦθα Ἀβίαν Γλήνου τοῦ Ἡρακλέους τροφὸν ἀποχωρῆσαι λέγουσιν ἐς τὴν Ἴρην καὶ οἰκῆσαί τε αὐτόθι καὶ Ἡρακλέους ἱερὸν ἱδρύσασθαι, καί οἱ διὰ ταῦτα ὕστερον Κρεσφόντην ἄλλα τε γέρα νεῖμαι καὶ τῇ πόλει μεταθέσθαι τὸ ὄνομα ἀπὸ τῆς Ἀβίας. After Hyllus and the Dorians were defeated in battle by the Achaeans, it is said that Abia, the nurse of Glenus, son of Heracles, withdrew to Ire, settled there, and established a sanctuary of Heracles. For this reason, Cresphontes later bestowed upon her certain honors, renaming the city after Abia herself. ὕλλος δέ καί Δωριεύς μάχη κρατέω ὑπό Ἀχαιός ἐνταῦθα ἀβία γλήνη ὁ Ἡρακλῆς τροφός ἀποχωρέω λέγω εἰς ὁ ἱερεύς καί οἰκέω τε αὐτόθι καί Ἡρακλῆς ἱερός ἱδρύω καί ὁ διά οὗτος ὕστερον Κρέσφων ἄλλος τε γέρας νέμω καί ὁ πόλις μετατίθημι ὁ ὄνομα ἀπό ὁ βία 0
4.30.1 4 Ἡρακλεῖον δὲ ἦν αὐτόθι ἐπιφανὲς καὶ Ἀσκληπιεῖον. In this place there were notable sanctuaries dedicated to Heracles and Asclepius. Ἡράκλειον δέ εἰμί αὐτόθι ἐπιφανής καί ἀσκληπιεῖον 0
4.30.2 1 Φαραὶ δὲ ἀφεστήκασιν Ἀβίας σταδίους ἑβδομήκοντα, καὶ ὕδωρ κατὰ τὴν ὁδόν ἐστιν ἁλμυρόν· Pharae is seventy stades from Abia, and along this road there is salty water. Φαραι δέ ἀφεστήκω βία στάδιον ἑβδομήκοντα καί ὕδωρ κατά ὁ ὁδός εἰμί ἁλμυρός 0
4.30.2 2 βασιλεὺς δὲ Αὔγουστος τοὺς ἐν Φαραῖς Μεσσηνίους συντελεῖν ἀπέταξεν ἐς τὸ Λακωνικόν. Emperor Augustus ordered the Messenians at Pharae to pay taxes to Laconia. βασιλεύς δέ Αὔγουστος ὁ ἐν Φαραῖ Μεσσήνιος συντελέω ἀποτάσσω εἰς ὁ Λακωνικός 0
4.30.2 3 τὸν δὲ οἰκιστὴν Φᾶριν Ἑρμοῦ τε καὶ Φυλοδαμείας λέγουσιν εἶναι τῆς Δαναοῦ· They say that its founder Pharis was the son of Hermes and Phylodameia, daughter of Danaus. ὁ δέ οἰκιστής Φᾶρις Ἑρμῆς τε καί φυλοδαμεία λέγω εἰμί ὁ Δαναός 0
4.30.2 4 Φάρει δὲ ἄρρενας μὲν οὔ φασι γενέσθαι, θυγατέρα δὲ Τηλεγόνην. Pharis, however, is said to have had no male children, but only a daughter, Telegone. φάρος δέ ἄρρην μέν οὐ φημί γίγνομαι θυγάτηρ δέ Τηλεγόνη 0
4.30.2 5 τοὺς δὲ ἐφεξῆς ἐγενεαλόγησεν Ὅμηρος ἐν Ἰλιάδι διδύμους Κρήθωνα καὶ Ὀρτίλοχον εἶναι Διοκλεῖ, Διοκλέα δὲ αὐτὸν Ὀρτιλόχου τοῦ Ἀλφειοῦ· Homer, in the Iliad, traced the lineage following her, stating that Crethon and Ortilochus were twin sons of Diocles, Diocles himself being the son of Ortilochus, and Ortilochus being the son of Alpheios. ὁ δέ ἐφεξῆς γενεαλογέω Ὅμηρος ἐν Ἰλιάς δίδυμος κρήθων καί Ὀρτίλοχος εἰμί Διοκλῆς Διοκλῆς δέ αὐτός Ὀρτίλοχος ὁ Ἀλφειός 0
4.30.2 6 τὰ δὲ ἐς Τηλεγόνην παρεῖδεν, αὕτη γὰρ λόγῳ τῷ Μεσσηνίων ἐστὶν ἡ τεκοῦσα Ἀλφειῷ τὸν Ὀρτίλοχον. But he omits mention of Telegone, who according to the Messenian account was the mother of Ortilochus by Alpheios. ὁ δέ εἰς Τηλεγόνη ὁράω οὗτος γάρ λόγος ὁ Μεσσήνιος εἰμί ὁ τίκτω Ἀλφειός ὁ Ὀρτίλοχος 0
4.30.3 1 καὶ τάδε ἄλλα ἤκουσα ἐν Φαραῖς, Διοκλεῖ θυγατέρα ἐπὶ τοῖς διδύμοις παισὶν Ἀντίκλειαν γενέσθαι, τῆς δὲ Νικόμαχόν τε εἶναι καὶ Γόργασον, πατρὸς δὲ Μαχάονος τοῦ Ἀσκληπιοῦ· τούτους καταμεῖναί τε αὐτοῦ καὶ ὡς ὁ Διοκλῆς ἐτελεύτησε τὴν βασιλείαν ἐκδέξασθαι. I also heard the following at Pharae: that Diocles had a daughter named Anticleia, who bore twin sons, Nicomachus and Gorgasus, their father being Machaon, son of Asclepius; and that these two stayed there, and upon Diocles' death, succeeded him in the kingship. καί ὅδε ἄλλος ἀκούω ἐν Φαραῖ Διοκλῆς θυγάτηρ ἐπί ὁ δίδυμος παῖς Ἀντίκλεια γίγνομαι ὁ δέ Νικόμαχος τε εἰμί καί Γόργασος πατήρ δέ Μαχάων ὁ Ἀσκληπιός οὗτος καταμένω τε αὐτός καί ὡς ὁ Διοκλῆς τελευτάω ὁ βασιλεία ἐκδέχομαι 0
4.30.3 2 διαμεμένηκε δὲ αὐτοῖς καὶ ἐς τόδε ἔτι νοσήματά τε καὶ τοὺς πεπηρωμένους τῶν ἀνθρώπων ἰᾶσθαι· Even up to this day, it remains with their descendants to heal diseases and cure those who suffer infirmities. διαμενέω δέ αὐτός καί εἰς ὅδε ἔτι νόσημα τε καί ὁ πηρόω ὁ ἀνήρ ἰάομαι 0
4.30.3 3 καί σφισιν ἀντὶ τούτων θυσίας ἐς τὸ ἱερὸν καὶ ἀναθήματα ἄγουσιν. Hence, people bring sacrifices and dedicate offerings at their sanctuary in return for these favors. καί σφεῖς ἀντί οὗτος θυσία εἰς ὁ ἱερός καί ἀνάθημα ἄγω 0
4.30.3 4 ἔστι δὲ καὶ Τύχης ναὸς Φαραιάταις καὶ ἄγαλμα ἀρχαῖον. The inhabitants of Pharae also have a temple of Tyche (Fortune) and within it an ancient statue. εἰμί δέ καί τύχη ναός Φαραιάτης καί ἄγαλμα ἀρχαῖος 0
4.30.4 1 πρῶτος δὲ ὧν οἶδα ἐποιήσατο ἐν τοῖς ἔπεσιν Ὅμηρος Τύχης μνήμην· Homer is the first poet whom I know who made mention of Tyche in his verses. πρῶτος δέ ὅς οἶδα ποιέω ἐν ὁ ἔπος Ὅμηρος τύχη μνήμη 0
4.30.4 2 ἐποιήσατο δὲ ἐν ὕμνῳ τῷ ἐς τὴν Δήμητρα ἄλλας τε τῶν Ὠκεανοῦ θυγατέρας καταριθμούμενος, ὡς ὁμοῦ Κόρῃ τῇ Δήμητρος παίζοιεν, καὶ Τύχην ὡς Ὠκεανοῦ καὶ ταύτην παῖδα οὖσαν· He did this in the Hymn to Demeter, where, enumerating the other daughters of Ocean who played together with Kore, Demeter's daughter, he says that Tyche also was a daughter of Ocean. ποιέω δέ ἐν ὕμνος ὁ εἰς ὁ Δήμητρα ἄλλος τε ὁ Ὠκεανός θυγάτηρ καταριθμέομαι ὡς ὁμοῦ κόρη ὁ Δημήτηρ παίζω καί τύχη ὡς Ὠκεανός καί οὗτος παῖς εἰμί 0
4.30.4 3 καὶ οὕτως ἔχει τὰ ἔπη· His words are as follows: καί οὕτως ἔχω ὁ ἔπος 0
4.30.4 4 ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα, Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις. "Then all of us together upon the lovely meadow played, Leukippe, Phaino, and Elektra, and Ianthe, Melobosis and Tyche, and blooming-faced Okyrrhoe." ἐγώ μέν μάλα πᾶς ἀνά ἱμερός λειμών Λευκίππη φαίνω τε καί ἠλέκτρα καί ἰαίνομαι μηλόβοσις τε τύχη τε καί ὠκυρόη καλυκώπις 0
4.30.5 1 πέρα δὲ ἐδήλωσεν οὐδὲν ἔτι, ὡς ἡ θεός ἐστιν αὕτη μεγίστη θεῶν ἐν τοῖς ἀνθρωπίνοις πράγμασι καὶ ἰσχὺν παρέχεται πλείστην, ὥσπερ γε ἐν Ἰλιάδι ἐποίησεν Ἀθηνᾶν μὲν καὶ Ἐνυὼ πολεμούντων ἡγεμονίαν ἔχειν, Ἄρτεμιν δὲ γυναικῶν ὠδῖσιν εἶναι φοβερὰν, Ἀφροδίτῃ δὲ τὰ ἔργα μέλειν τῶν γάμων. Moreover, he made no further explanation that this goddess is supreme among the gods in human affairs and provides the greatest strength, as indeed in the Iliad he depicted Athena and Enyo as holding leadership in wars, Artemis as fearsome to women in childbirth, and Aphrodite as overseeing the affairs of marriage. πέρα δέ δηλόω οὐδέν ἔτι ὡς ὁ θεός εἰμί οὗτος μέγιστος θεός ἐν ὁ ἀνθρώπινος πρᾶγμα καί ἰσχύς παρέχω πλεῖστος ὥσπερ γε ἐν Ἰλιάς ποιέω Ἀθηνᾶ μέν καί Ἐνυώ πολεμέω ἡγεμονία ἔχω Ἄρτεμις δέ γυνή ὠδῖς εἰμί φοβερός Ἀφροδίτη δέ ὁ ἔργον μέλειν ὁ γάμος 0
4.30.5 2 ἀλλʼ οὗτος μὲν οὐδὲν ἄλλο ἐποίησεν ἐς τὴν Τύχην· But this poet made no other reference to Tyche. ἀλλά οὗτος μέν οὐδέν ἄλλος ποιέω εἰς ὁ τύχη 0
4.30.6 1 Βούπαλος δέ, ναούς τε οἰκοδομήσασθαι καὶ ζῷα ἀνὴρ ἀγαθὸς πλάσαι, Σμυρναίοις ἄγαλμα ἐργαζόμενος Τύχης πρῶτος ἐποίησεν ὧν ἴσμεν πόλον τε ἔχουσαν ἐπὶ τῇ κεφαλῇ καὶ τῇ ἑτέρᾳ χειρὶ τὸ καλούμενον Ἀμαλθείας κέρας ὑπὸ Ἑλλήνων. Boupalos, a man excellent in the building of temples as well as in the shaping of figures, was the first—we know of—to depict Fortune in his work for the Smyrnaeans with a polos on her head and grasping in one hand what the Greeks call the horn of Amaltheia. Βούπαλος δέ ναῦς τε οἰκοδομέω καί ζῷον ἀνήρ ἀγαθός πλάζω Σμυρναῖος ἄγαλμα ἐργάζομαι τύχη πρῶτος ποιέω ὅς οἶδα πόλος τε ἔχω ἐπί ὁ κεφαλή καί ὁ ἕτερος χείρ ὁ καλέω Ἀλθαία κέρας ὑπό Ἕλλην 0
4.30.6 2 οὗτος μὲν ἐπὶ τοσοῦτο ἐδήλωσε τῆς θεοῦ τὰ ἔργα· Such was the extent of his portrayal of the goddess. οὗτος μέν ἐπί τοσοῦτος δηλόω ὁ θεός ὁ ἔργον 0
4.30.6 3 ᾖσε δὲ καὶ ὕστερον Πίνδαρος ἄλλα τε ἐς τὴν Τύχην καὶ δὴ καὶ Φερέπολιν ἀνεκάλεσεν αὐτήν. Later, Pindar also sang of Fortune, among other praise, calling her moreover "Pherepolis" (Bearer of Cities). ᾄδω δέ καί ὕστερον Πίνδαρος ἄλλος τε εἰς ὁ τύχη καί δή καί φερέπολις ἀνακαλέω αὐτός 0