Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 4.32.1 | 1 | τὸ δὲ ὀνομαζόμενον παρὰ Μεσσηνίων ἱεροθέσιον ἔχει μὲν θεῶν ἀγάλματα ὁπόσους νομίζουσιν Ἕλληνες, ἔχει δὲ χαλκῆν εἰκόνα Ἐπαμινώνδου. | The place among the Messenians known as the Hierothesion contains statues of all the gods recognized by the Greeks, and also has a bronze image of Epaminondas. | ὁ δέ ὀνομάζω παρά Μεσσήνιος ἱεροθέσιον ἔχω μέν θεός ἄγαλμα ὅσος νομίζω Ἕλλην ἔχω δέ χαλκοῦς εἰκών Ἐπαμεινώνδας | 0 |
| 4.32.1 | 2 | κεῖνται δὲ καὶ ἀρχαῖοι τρίποδες· ἀπύρους αὐτοὺς καλεῖ Ὅμηρος. | There are ancient tripods here as well, which Homer calls "fireless." | κεῖμαι δέ καί ἀρχαῖος τρίπους ἄπυρος αὐτός καλέω Ὅμηρος | 0 |
| 4.32.1 | 3 | τὰ δὲ ἀγάλματα τὰ ἐν τῷ γυμνασίῳ ποιήματά ἐστιν ἀνδρῶν Αἰγυπτίων , Ἑρμῆς καὶ Ἡρακλῆς τε καὶ Θησεύς. | In the gymnasium are statues made by Egyptian craftsmen, depicting Hermes, Heracles, and Theseus. | ὁ δέ ἄγαλμα ὁ ἐν ὁ γυμνάσιον ποίημα εἰμί ἀνήρ Αἰγύπτιος Ἑρμῆς καί Ἡρακλῆς τε καί Θησεύς | 0 |
| 4.32.1 | 4 | τούτους μὲν δὴ τοῖς πᾶσιν Ἕλλησι καὶ ἤδη τῶν βαρβάρων πολλοῖς περί τε γυμνάσια καὶ ἐν παλαίστραις καθέστηκεν ἔχειν ἐν τιμῇ· | Indeed, it has already become customary among all Greeks, and even among many barbarians, to honor these particular gods in connection with gymnasia and wrestling grounds. | οὗτος μέν δή ὁ πᾶς Ἕλλην καί ἤδη ὁ βάρβαρος πολύς περί τε γυμνάσιον καί ἐν παλαίστρα καθίστημι ἔχω ἐν τιμή | 0 |
| 4.32.2 | 1 | Αἰθίδαν δὲ ἐμαυτοῦ πρεσβύτερον ὄντα εὕρισκον, γενομένῳ δέ οἱ χρήμασιν οὐκ ἀδυνάτῳ τιμαὶ παρὰ Μεσσηνίων ὑπάρχουσιν ἅτε ἥρωι. | I found that Aithidas was older than myself, and as he became a man of no little wealth, he now receives from the Messenians honors appropriate to a hero. | Αἰθίδας δέ ἐμαυτοῦ πρεσβύτερος εἰμί εὑρίσκω γίγνομαι δέ ὁ χρῆμα οὐ ἀδύνατος τιμή παρά Μεσσήνιος ὑπάρχω ἅτε ἥρως | 0 |
| 4.32.2 | 2 | εἰσὶ δὲ τῶν Μεσσηνίων οἳ τῷ Αἰθίδᾳ χρήματα μὲν γενέσθαι πολλὰ ἔλεγον, οὐ μέντοι τοῦτόν γε εἶναι τὸν ἐπειργασμένον τῇ στήλῃ, πρόγονον δὲ καὶ ὁμώνυμον ἄνδρα τῷ Αἰθίδᾳ· | However, some among the Messenians claimed that, although Aithidas did indeed attain great wealth, he was not himself the man commemorated on the stele, but rather a forefather of the same name. | εἰμί δέ ὁ Μεσσήνιος ὅς ὁ Αἰθίδας χρῆμα μέν γίγνομαι πολύς λέγω οὐ μέντοι οὗτος γε εἰμί ὁ ἐξεργάζομαι ὁ στήλη πρόγονος δέ καί ὁμώνυμος ἀνήρ ὁ Αἰθίδας | 0 |
| 4.32.2 | 3 | Αἰθίδαν δὲ τὸν πρότερον ἡγήσασθαι τοῖς Μεσσηνίοις φασίν, ἡνίκα ἐν τῇ νυκτὶ Δημήτριός σφισιν ὁ Φιλίππου μηδαμῶς ἐλπίσασιν αὐτός τε καὶ ἡ στρατιὰ λανθάνουσιν ἐσελθόντες ἐς τὴν πόλιν. | They say it was this earlier Aithidas who led the Messenians at the very time when Demetrius son of Philip, completely unforeseen by them, secretly entered their city at night with his army. | Αἰθίδας δέ ὁ πρότερον ἡγέομαι ὁ Μεσσήνιος φημί ἡνίκα ἐν ὁ νύξ Δημήτριος σφεῖς ὁ Φίλιππος μηδαμῶς ἐλπίζω αὐτός τε καί ὁ στρατιά λανθάνω εἰσέρχομαι εἰς ὁ πόλις | 0 |
| 4.32.3 | 1 | καὶ Ἀριστομένους δὲ μνῆμά ἐστιν ἐνταῦθα· | Here is also the tomb of Aristomenes. | καί Ἀριστομένης δέ μνῆμα εἰμί ἐνταῦθα | 0 |
| 4.32.3 | 2 | οὐ κενὸν δὲ εἶναι τὸ μνῆμα λέγουσιν, ἀλλʼ ἐρομένου μου τρόπον τε ὅντινα καὶ ὁπόθεν Ἀριστομένους κομίσαιντο τὰ ὀστᾶ, μεταπέμψασθαι μὲν ἐκ Ῥόδου φασί, τὸν δὲ ἐν Δελφοῖς θεὸν τὸν κελεύσαντα εἶναι. | They say that the tomb is not empty; and when I inquired in what manner and from what place the bones of Aristomenes had been brought back, they told me that they had sent for them from Rhodes, following an oracle given by the god at Delphi. | οὐ κενός δέ εἰμί ὁ μνῆμα λέγω ἀλλά ἐρέομαι ἐγώ τρόπος τε ὅστις καί ὅθεν Ἀριστομένης κομίζω ὁ ὀστέον μεταπέμπω μέν ἐκ Ῥόδος φημί ὁ δέ ἐν Δελφοί θεός ὁ κελεύω εἰμί | 0 |
| 4.32.3 | 3 | πρός τε δὴ τούτοις ἐδίδασκόν με ὁποῖα ἐπὶ τῷ τάφῳ δρῶσι. | Furthermore, they described to me the ritual observances they perform at the tomb. | πρός τε δή οὗτος διδάσκω ἐγώ οἷος ἐπί ὁ τάφος δράω | 0 |
| 4.32.3 | 4 | ταῦρον ὅντινα ἐναγίζειν μέλλουσιν, ἀγαγόντες ἐπὶ τὸ μνῆμα ἔδησαν πρὸς τὸν ἑστηκότα ἐπὶ τῷ τάφῳ κίονα· | A bull, destined for sacrifice, is brought to the tomb and tied to the column standing upon the tomb. | ταῦρος ὅστις ἐναγίζω μέλλω ἄγω ἐπί ὁ μνῆμα δέω πρός ὁ ἑστηκώς ἐπί ὁ τάφος κίων | 0 |
| 4.32.3 | 5 | ὁ δὲ ἅτε ἄγριος καὶ ἀήθης δεσμῶν οὐκ ἐθέλει μένειν· | Being wild and unaccustomed to bonds, the bull does not willingly remain tied. | ὁ δέ ἅτε ἄγριος καί ἀήθης δεσμός οὐ ἐθέλω μένω | 0 |
| 4.32.3 | 6 | θορυβουμένῳ δέ οἱ καὶ σκιρτῶντι ἢν ὁ κίων κινηθῇ, Μεσσηνίοις ἐστὶν αἴσιον, οὐ κινηθέντος δὲ ἀσύμφορα ἐπαγγέλλει τὸ σημεῖον. | If, while struggling and leaping about, it moves the column, this signifies good fortune for the Messenians; but if the column remains unmoved, the omen portends misfortunes. | θορυβέομαι δέ ὁ καί σκιρτάω ἐάν ὁ κίων κινέω Μεσσήνιος εἰμί αἴσιος οὐ κινέω δέ ἀσύμφορος ἐπαγγέλλω ὁ σημεῖον | 0 |
| 4.32.4 | 1 | παραγενέσθαι δὲ Ἀριστομένην καὶ τῷ περὶ Λεῦκτρα ἀγῶνι ἐθέλουσιν οὐ μετὰ ἀνθρώπων ἔτι ὄντα, καὶ ἀμῦναί τε αὐτόν φασι Θηβαίοις καὶ μάλιστα γενέσθαι τοῦ ἀτυχήματος Λακεδαιμονίοις αἴτιον. | They say also that Aristomenes was present willingly at the battle of Leuctra, though no longer among the living, and the Thebans claim he aided them and was chiefly responsible for the disaster that befell the Lacedaemonians. | παραγίγνομαι δέ Ἀριστομένης καί ὁ περί Λεύκτρα ἀγών ἐθέλω οὐ μετά ἀνήρ ἔτι εἰμί καί ἀμύνω τε αὐτός φημί Θηβαῖος καί μάλιστα γίγνομαι ὁ ἀτύχημα Λακεδαιμόνιος αἴτιος | 0 |
| 4.32.4 | 2 | ἐγὼ δὲ Χαλδαίους καὶ Ἰνδῶν τοὺς μάγους πρώτους οἶδα εἰπόντας ὡς ἀθάνατός ἐστιν ἀνθρώπου ψυχή, καί σφισι καὶ Ἑλλήνων ἄλλοι τε ἐπείσθησαν καὶ οὐχ ἥκιστα Πλάτων ὁ Ἀρίστωνος· | Now I know that the Chaldeans and the Magi of India were the first to declare the human soul immortal, and certain Greeks adopted this belief from their teachings, most notably Plato, the son of Ariston. | ἐγώ δέ Χαλδαῖος καί Ἰνδός ὁ μάγος πρῶτος οἶδα λέγω ὡς ἀθάνατος εἰμί ἄνθρωπος ψυχή καί σφεῖς καί Ἕλλην ἄλλος τε πείθω καί οὐ ἥκιστα Πλάτων ὁ Ἀρίστων | 0 |
| 4.32.4 | 3 | εἰ δὲ ἀποδέχεσθαι καὶ οἱ πάντες ἐθελήσουσιν, ἐκεῖνό γε ἀντειπεῖν οὐκ ἔνεστι μὴ οὐ τὸν πάντα αἰῶνα Ἀριστομένει τὸ μῖσος τὸ ἐς Λακεδαιμονίους ἐνεστάχθαι. | If all men should accept this doctrine, it would then be impossible to deny that Aristomenes' hatred for Sparta persisted eternally. | εἰ δέ ἀποδέχομαι καί ὁ πᾶς ἐθέλω ἐκεῖνος γε ἀντεῖπον οὐ ἔνειμι μή οὐ ὁ πᾶς αἰών Ἀριστομένης ὁ μῖσος ὁ εἰς Λακεδαιμόνιος ἐνεστάζω | 0 |
| 4.32.5 | 1 | ἃ δὲ αὐτὸς ἤκουσα ἐν Θήβαις, εἰκὸς μέν τι παρείχετο ἐς τὸν Μεσσηνίων λόγον, οὐ μὴν παντάπασί γέ ἐστιν αὐτοῖς ὡμολογηκότα. | What I myself heard at Thebes presented some plausibility regarding the account given by the Messenians, but it certainly does not fully agree with their version. | ὅς δέ αὐτός ἀκούω ἐν Θῆβαι εἰκός μέν τις παρέχω εἰς ὁ Μεσσήνιος λόγος οὐ μήν παντάπασι γε εἰμί αὐτός ὁμολογέω | 0 |
| 4.32.5 | 2 | φασὶ δὲ οἱ Θηβαῖοι μελλούσης τῆς μάχης ἔσεσθαί σφισιν ἐν Λεύκτροις ἐς ἄλλα τε ἀποστεῖλαι χρηστήρια καὶ ἐρησομένους τὸν ἐν Λεβαδείᾳ θεόν. | The Thebans say that, as the battle at Leuctra was imminent, they sent inquiries to various oracles, and among them they sought counsel from the god at Lebadeia. | φημί δέ ὁ Θηβαῖος μέλλω ὁ μάχη ἔσομαι σφεῖς ἐν Λεύκτρα εἰς ἄλλος τε ἀποστέλλω χρηστήριον καί ἐρέομαι ὁ ἐν Λεβαδεια θεός | 0 |
| 4.32.5 | 3 | λέγεται μὲν οὖν καὶ τὰ παρὰ τοῦ Ἰσμηνίου καὶ τοῦ Πτῴου, πρὸς δὲ τὰ ἐν Ἄβαις τε χρησθέντα καὶ τὰ ἐν Δελφοῖς· | Accounts are given of responses from the temples of Ismenian Apollo and Ptoan Apollo, in addition to the oracles given at Abae and Delphi. | λέγω μέν οὖν καί ὁ παρά ὁ Ἰσμήνιος καί ὁ πτώς πρός δέ ὁ ἐν ἄβας τε χράω καί ὁ ἐν Δελφοί | 0 |
| 4.32.5 | 4 | Τροφώνιον δέ φασιν εἰπεῖν ἑξαμέτρῳ· | But they report that Trophonius gave a reply in hexameter as follows: | Τροφώνιος δέ φημί λέγω ἑξάμετρος | 0 |
| 4.32.5 | 5 | πρὶν δορὶ συμβαλέειν ἐχθροῖς, στήσασθε τρόπαιον, ἀσπίδα κοσμήσαντες ἐμήν, τὴν εἵσατο νηῷ θοῦρος Ἀριστομένης Μεσσήνιος. | Before engaging with your enemies in battle, Set up a trophy, adorning it with my shield, The shield which fierce Aristomenes the Messenian Dedicated within my temple. | πρίν δόρυ συμβάλλω ἐχθρός ἵστημι τρόπαιον ἀσπίς κοσμέω ἐμός ὁ ἵζω νεώς θοῦρος Ἀριστομένης Μεσσήνιος | 0 |
| 4.32.5 | 6 | αὐτὰρ ἐγώ τοι ἀνδρῶν δυσμενέων φθίσω στρατὸν ἀσπιστάων. | Then shall I Bring ruin upon the shield-bearing ranks of hostile men. | αὐτάρ ἐγώ τοί ἀνήρ δυσμενής φθίνω στρατός ἀσπιστής | 0 |
| 4.32.6 | 1 | ἀφικομένου δὲ τοῦ χρησμοῦ δεηθῆναι Ξενοκράτους λέγουσιν Ἐπαμινώνδαν· ὁ δὲ τήν τε ἀσπίδα μεταπέμπεται τοῦ Ἀριστομένους καὶ ἐκόσμησεν ἀπʼ αὐτῆς τρόπαιον, ὅθεν τοῖς Λακεδαιμονίοις ἔσεσθαι σύνοπτον ἔμελλεν. | When this oracle reached them, they say Epaminondas sought the counsel of Xenocrates; the latter had the shield of Aristomenes brought from Lebadeia and from it raised a trophy, set in clear view for the Lacedaemonians. | ἀφικνέομαι δέ ὁ χρησμός δέομαι Ξενοκράτης λέγω Ἐπαμεινώνδας ὁ δέ ὁ τε ἀσπίς μεταπέμπω ὁ Ἀριστομένης καί κοσμέω ἀπό αὐτός τρόπαιον ὅθεν ὁ Λακεδαιμόνιος ἔσομαι σύνοπτος μέλλω | 0 |
| 4.32.6 | 2 | ᾔδεσαν δὲ ἄρα τὴν ἀσπίδα οἱ μὲν αὐτῶν ἐν Λεβαδείᾳ καθʼ ἡσυχίαν ἑωρακότες, ἀκοῇ δὲ καὶ πάντες· | They recognized the shield, since some of them had previously viewed it quietly at Lebadeia, and everyone had at least heard of it. | οἶδα δέ ἄρα ὁ ἀσπίς ὁ μέν αὐτός ἐν Λεβαδεια κατά ἡσυχία ὁράω ἀκοή δέ καί πᾶς | 0 |
| 4.32.6 | 3 | ὡς δὲ ἐγένετο ἡ νίκη Θηβαίοις, ἀποδιδόασιν αὖθις τῷ Τροφωνίῳ τὸ ἀνάθημα. | After the victory went to the Thebans, they gave back the dedication again to Trophonius. | ὡς δέ γίγνομαι ὁ νίκη Θηβαῖος ἀποδίδωμι αὖθις ὁ Τροφώνιος ὁ ἀνάθημα | 0 |
| 4.32.6 | 4 | Ἀριστομένους δὲ καὶ χαλκοῦς ἀνδριάς ἐστιν ἐν τῷ Μεσσηνίων σταδίῳ· | A bronze statue of Aristomenes stands in the stadium of the Messenians. | Ἀριστομένης δέ καί χαλκοῦς ἀνδριάς εἰμί ἐν ὁ Μεσσήνιος στάδιον | 0 |
| 4.32.6 | 5 | τοῦ θεάτρου δὲ οὐ πόρω Σαράπιδός ἐστι καὶ Ἴσιδος ἱερόν. | Not far from the theater is a sanctuary of Sarapis and Isis. | ὁ θέατρον δέ οὐ πείρω Σαράπις εἰμί καί Ἶσις ἱερόν | 0 |