Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 4.5.1 | 1 | Λακεδαιμόνιοι μὲν δὴ Πολυχάρους τε ἕνεκα οὐκ ἐκδοθέντος σφίσι καὶ διὰ τὸν Τηλέκλου φόνον, καὶ πρότερον ἔτι ὑπόπτως ἔχοντες διὰ τὸ Κρεσφόντου κακούργημα ἐς τὸν κλῆρον, πολεμῆσαι λέγουσι· | The Lacedaemonians say that they went to war both because Polycharis was not handed over to them, and because of the murder of Teleclus; and even before this, they had been suspicious due to the wrongdoing committed against Cresphontes concerning the inheritance. | Λακεδαιμόνιος μέν δή Πολυχάρης τε ἕνεκα οὐ ἐκδίδωμι σφεῖς καί διά ὁ Τήλεκλος φόνος καί πρότερον ἔτι ὑποπτῶς ἔχω διά ὁ Κρέσφων κακούργημα εἰς ὁ κλῆρος πολεμέω λέγω | 0 |
| 4.5.1 | 2 | Μεσσήνιοι δὲ περὶ Τηλέκλου ἀντιλέγουσι τὰ εἰρημένα ἤδη μοι καὶ Αἴπυτον τὸν Κρεσφόντου συγκαταχθέντα ἀποφαίνουσιν ὑπὸ Ἀριστοδήμου τῶν παίδων, ὃ μήποτʼ ἂν ποιῆσαι σφᾶς Κρεσφόντῃ γε ὄντας διαφόρους. | But the Messenians deny the accounts given about Teleclus, as I have already recounted, and they also point out that Aepytus, the son of Cresphontes, was restored to the throne by Aristodemus, son of Aristomachus—something they would never have done had they really been at odds with Cresphontes himself. | Μεσσήνιοι δέ περί Τήλεκλος ἀντιλέγω ὁ λέγω ἤδη ἐγώ καί αἴπυτος ὁ Κρέσφων συγκαταχθίζω ἀποφαίνω ὑπό Ἀριστόδημος ὁ παῖς ὅς μήποτε ἄν ποιέω σφεῖς Κρέσφοντης γε εἰμί διάφορος | 0 |
| 4.5.2 | 1 | Πολυχάρην δὲ ἐκδοῦναι μὲν ἐπὶ τιμωρίᾳ Λακεδαιμονίοις οὔ φασιν, ὅτι μηδὲ ἐκεῖνοι σφίσιν Εὔαιφνον, | They say that Polychares refused to surrender himself for punishment to the Lacedaemonians, on the grounds that they likewise had not surrendered Euaephnus to them. | Πολυχάρης δέ ἐκδίδωμι μέν ἐπί τιμωρία Λακεδαιμόνιος οὐ φημί ὅτι μηδέ ἐκεῖνος σφεῖς εὔαιφνος | 0 |
| 4.5.2 | 2 | ἐθέλειν μέντοι παρὰ Ἀργείοις συγγενέσιν οὖσιν ἀμφοτέρων ἐν Ἀμφικτυονίᾳ διδόναι δίκας, ἐπιτρέπειν δὲ καὶ τῷ Ἀθήνῃσι δικαστηρίῳ, καλουμένῳ δὲ Ἀρείῳ πάγῳ, ὅτι δίκας τὰς φονικὰς τὸ δικαστήριον τοῦτο ἐδόκει δικάζειν ἐκ παλαιοῦ. | He declared, however, that he was willing to stand trial before the Argives, who were kinsmen of both parties, in the Amphictyonic council, or to entrust the judgment to the Athenian court known as the Areopagus, because from ancient times this court was reputed to adjudicate cases of homicide. | ἐθέλω μέντοι παρά Ἀργεῖος συγγενής εἰμί ἀμφότεροι ἐν ἀμφικτυονία δίδωμι δίκη ἐπιτρέπω δέ καί ὁ Ἀθήνη δικαστήριον καλέω δέ Ἄρειος πάγος ὅτι δίκη ὁ φονικός ὁ δικαστήριον οὗτος δοκέω δικάζω ἐκ παλαιός | 0 |
| 4.5.3 | 1 | Λακεδαιμονίους δὲ οὐ διὰ ταῦτα πολεμῆσαί φασιν, ὑπὸ πλεονεξίας δὲ τῇ σφετέρᾳ τε ἐπιβουλεῦσαι καὶ ἄλλα ἐργάσασθαι, προφέροντες μέν σφισι τὰ Ἀρκάδων, προφέροντες δὲ καὶ τὰ Ἀργείων, ὡς οὔποτε ἐσχήκασι κόρον ἀποτεμνόμενοι τῆς χώρας αἰεί τι ἑκατέρων· | But they say that the Lacedaemonians did not wage war for these reasons (alone), but out of greed plotted against their own territory and committed other acts, citing against them the actions towards the Arcadians and Argives, claiming that the Spartans never ceased encroaching upon the land of both peoples, always severing off some part. | Λακεδαιμόνιος δέ οὐ διά οὗτος πολεμέω φημί ὑπό πλεονεξία δέ ὁ σφετέρος τε ἐπιβουλεύω καί ἄλλος ἐργάζομαι προφέρω μέν σφεῖς ὁ Ἀρκάς προφέρω δέ καί ὁ Ἀργεῖος ὡς οὔποτε σχήκω κόρος ἀποτέμνω ὁ χώρα αἰεί τις ἑκάτερος | 0 |
| 4.5.3 | 2 | Κροίσῳ τε αὐτοῖς δῶρα ἀποστείλαντι γενέσθαι φίλους βαρβάρῳ πρώτους, ἀφʼ οὗ γε τούς τε ἄλλους τοὺς ἐν τῇ Ἀσίᾳ κατεδουλώσατο Ἕλληνας καὶ ὅσοι Δωριεῖς ἐν τῇ Καρικῇ κατοικοῦσιν ἠπείρῳ. | Furthermore, when Croesus sent them gifts, they were the first Greeks to form friendship with a barbarian, the same Croesus who subdued the other Greeks dwelling in Asia, and all the Dorians settled on the mainland of Caria. | Κροῖσος τε αὐτός δῶρον ἀποστέλλω γίγνομαι φίλος βάρβαρος πρῶτος ἀπό ὅς γε ὁ τε ἄλλος ὁ ἐν ὁ Ἀσία καταδουλόω Ἕλλην καί ὅσος Δωριεύς ἐν ὁ Καρικός κατοικέω Ἤπειρος | 0 |
| 4.5.4 | 1 | ἀποφαίνουσι δὲ καὶ ἡνίκα οἱ Φωκέων δυνάσται τὸ ἱερὸν τὸ ἐν Δελφοῖς κατειλήφασιν, ἰδίᾳ τε κατὰ ἄνδρα τοὺς βασιλεύοντας ἐν Σπάρτῃ καὶ τῶν ἄλλων τοὺς ἐπʼ ἀξιώματος καὶ κοινῇ τῶν τε ἐφόρων τὴν ἀρχὴν καὶ τὴν γερουσίαν μετασχόντας τῶν τοῦ θεοῦ. | And they demonstrate also how, when the leaders of the Phokians had seized the sanctuary at Delphi, those who ruled in Sparta, individually each king by himself, as well as the rest of the notable men, and collectively the ephorate and the senate, had shared in things sacred to the god. | ἀποφαίνω δέ καί ἡνίκα ὁ Φωκεύς δυνάστης ὁ ἱερός ὁ ἐν Δελφοί καταλαμβάνω ἰδίᾳ τε κατά ἀνήρ ὁ βασιλεύω ἐν Σπάρτη καί ὁ ἄλλος ὁ ἐπί ἀξίωμα καί κοινῇ ὁ τε ἔφορος ὁ ἀρχή καί ὁ γερουσία μετέχω ὁ ὁ θεός | 0 |
| 4.5.4 | 2 | πρό τε δὴ πάντων, ὡς οὐδὲν ἂν τοὺς Λακεδαιμονίους κέρδους ἕνεκα ὀκνήσαντας, τὴν συμμαχίαν ὀνειδίζουσί σφισι τὴν πρὸς Ἀπολλόδωρον τὸν ἐν Κασσανδρείᾳ τυραννήσαντα. | And above all, as evidence that the Lacedaemonians would shrink from nothing for the sake of gain, they reproach them for their alliance with Apollodorus, who was tyrant in Cassandreia. | πρός τε δή πᾶς ὡς οὐδέν ἄν ὁ Λακεδαιμόνιος κέρδος ἕνεκα ὀκναίνω ὁ συμμαχία ὀνειδίζω σφεῖς ὁ πρός Ἀπολλόδωρος ὁ ἐν Κασσανδρεία τυραννέω | 0 |
| 4.5.5 | 1 | ἀνθʼ ὅτου δὲ Μεσσήνιοι τὸ ὄνειδος ἥγηνται τοῦτο οὕτω πικρόν, οὔ μοι τῷ λόγῳ τῷ παρόντι ἦν ἐπεισάγεσθαι· | The reason why the Messenians found this disgrace so intensely bitter, it was not possible for me to introduce into my present narrative. | ἀντί ὅστις δέ Μεσσήνιοι ὁ ὄνειδος ἥγημαι οὗτος οὕτως πικρός οὐ ἐγώ ὁ λόγος ὁ παρών εἰμί εἰσάγω | 0 |
| 4.5.5 | 2 | ὅτι γὰρ μὴ τῶν Μεσσηνίων τὸ εὔψυχον καὶ χρόνου μῆκος ὃν ἐπολέμησαν διάφορα ἐγένετο τῆς Ἀπολλοδώρου τυραννίδος, ἔς γε τὰς συμφορὰς οὐ πολλῷ τινι ἀποδέοι ἂν ἃ οἱ Κασσανδρεῖς πεπόνθασι. | For indeed, if it had not been for the bravery of the Messenians and the great length of time during which they persisted in war—factors that set them apart from the tyranny of Apollodorus—their misfortunes would scarcely have differed at all from what the Cassandreans suffered. | ὅτι γάρ μή ὁ Μεσσήνιος ὁ εὔψυχος καί χρόνος μῆκος ὅς πολεμέω διάφορος γίγνομαι ὁ Ἀπολλόδωρος τυραννίς εἰς γε ὁ συμφορά οὐ πολύς τις ἀποδέω ἄν ὅς ὁ Κασσανδρεύς πάσχω | 0 |
| 4.5.6 | 1 | ταῦτα μὲν δὴ αἴτια ἑκάτεροι τοῦ πολέμου γενέσθαι λέγουσι· | These, then, are named by each side as the reasons for the war. | οὗτος μέν δή αἴτιον ἑκάτερος ὁ πόλεμος γίγνομαι λέγω | 0 |
| 4.5.6 | 2 | τότε δὲ πρεσβεία Λακεδαιμονίων ἥκουσα ἐξῄτει Πολυχάρην. | At that time an embassy came from the Lacedaemonians demanding Polychares. | τότε δέ πρεσβεία Λακεδαιμόνιος ἥκω ἐξαιτέω Πολυχάρης | 0 |
| 4.5.6 | 3 | οἱ δὲ τῶν Μεσσηνίων βασιλεῖς τοῖς μὲν πρέσβεσιν ἀπεκρίναντο ὅτι βουλευσάμενοι μετὰ τοῦ δήμου τὰ δόξαντα ἐπιστελοῦσιν ἐς Σπάρτην, αὐτοὶ δὲ ἐκείνων ἀπελθόντων ἐς ἐκκλησίαν τοὺς πολίτας συνῆγον. | The kings of the Messenians replied to the ambassadors that after consulting with their people they would send to Sparta word of their decision, and once the Spartans had departed, they immediately convened a public assembly of the citizens. | ὁ δέ ὁ Μεσσήνιος βασιλεύς ὁ μέν πρέσβις ἀποκρίνομαι ὅτι βουλεύω μετά ὁ δῆμος ὁ δοκέω ἐπιστέλλω εἰς Σπάρτη αὐτός δέ ἐκεῖνος ἀπέρχομαι εἰς ἐκκλησία ὁ πολίτης συνάγω | 0 |
| 4.5.6 | 4 | αἱ δὲ γνῶμαι διάφοροι παρὰ πολὺ ἐγίνοντο, Ἀνδροκλέους μὲν ἐκδιδόναι Πολυχάρην ὡς ἀνόσιά τε καὶ πέρα δεινῶν εἰργασμένον· Ἀντίοχος δὲ ἄλλα τε ἀντέλεγε καὶ τὸ ἁπάντων οἴκτιστον, εἰ Πολυχάρης ἐν ὀφθαλμοῖς πείσεται τοῖς Εὐαίφνου, καταριθμούμενος ὅσα καὶ οἷα ἦν ἀνάγκη παθεῖν. | Opinions differed greatly: Androcles proposed that Polychares be handed over, claiming that he had committed an impious and exceptionally dreadful act; Antiochus, however, opposed him, urging various arguments, chief among these being the terrible shame it would bring if Polychares were to suffer punishment before the eyes of Euaephnus, recounting all that Polychares must inevitably endure. | ὁ δέ γνώμη διάφορος παρά πολύς γίγνομαι Ἀνδροκλῆς μέν ἐκδίδωμι Πολυχάρης ὡς ἀνόσιος τε καί πέρα δεινός ἐργάζομαι Ἀντίοχος δέ ἄλλος τε ἀντιλέγω καί ὁ ἁπᾶς οἰκτίστος εἰ Πολυχάρης ἐν ὀφθαλμός πείθω ὁ εὔαιφνος καταριθμέομαι ὅσος καί οἷος εἰμί ἀνάγκη πάσχω | 0 |
| 4.5.7 | 1 | τέλος δὲ ἐς τοσοῦτο προήχθησαν οἵ τε Ἀνδροκλεῖ καὶ οἱ τῷ Ἀντιόχῳ συσπεύδοντες ὥστε καὶ τὰ ὅπλα ἔλαβον. | Finally, matters went so far between those supporting Androcles and those backing Antiochus that they even took up arms. | τέλος δέ εἰς τοσοῦτος προάγω ὁ τε Ἀνδροκλῆς καί ὁ ὁ Ἀντίοχος συσπεύδω ὥστε καί ὁ ὅπλον λαμβάνω | 0 |
| 4.5.7 | 2 | οὐ μὴν ἐς μακράν γε προῆλθέ σφισιν ἡ μάχη· περιόντες γὰρ ἀριθμῷ καὶ πολὺ οἱ σὺν Ἀντιόχῳ τόν τε Ἀνδροκλέα καὶ τῶν περὶ αὐτὸν τοὺς λόγου μάλιστα ἀξίους ἀποκτείνουσιν. | Yet the fighting did not last long, for Antiochus and his followers, greatly superior in number, killed Androcles along with those of his circle who were most prominent. | οὐ μήν εἰς μακράν γε πρόειμι σφεῖς ὁ μάχη περίειμι γάρ ἀριθμός καί πολύς ὁ σύν Ἀντίοχος ὁ τε Ἀνδροκλῆς καί ὁ περί αὐτός ὁ λόγος μάλιστα ἄξιος ἀποκτείνω | 0 |
| 4.5.7 | 3 | Ἀντίοχος δὲ βασιλεύων ἤδη μόνος ἔπεμπεν ἐς Σπάρτην ὡς ἐπιτρέπειν ἐθέλοι τοῖς δικαστηρίοις ἃ ἤδη λέλεκταί μοι· | Antiochus, now the sole ruler, sent messengers to Sparta declaring that he was willing to submit the issues previously mentioned to arbitration. | Ἀντίοχος δέ βασιλεύω ἤδη μόνος πέμπω εἰς Σπάρτη ὡς ἐπιτρέπω ἐθέλω ὁ δικαστήριον ὅς ἤδη λέλεκταί ἐγώ | 0 |
| 4.5.7 | 4 | Λακεδαιμόνιοι δὲ οὐ λέγονται τοῖς κομίσασι τὰ γράμματα ἀποκρίνασθαι. | The Lacedaemonians, however, are said to have given no reply to those who brought the message. | Λακεδαιμόνιος δέ οὐ λέγω ὁ κομίζω ὁ γράμμα ἀποκρίνομαι | 0 |
| 4.5.8 | 1 | μησὶ δὲ οὐ πολλοῖς ὕστερον Ἀντιόχου τελευτήσαντος Εὐφαὴς ὁ Ἀντιόχου παρέλαβε τὴν ἀρχήν. | Not many months later, when Antiochus had died, his son Euphaes took over the rule. | Μῆδος δέ οὐ πολύς ὕστερον Ἀντίοχος τελευτάω εὐφαής ὁ Ἀντίοχος παραλαμβάνω ὁ ἀρχή | 0 |
| 4.5.8 | 2 | Λακεδαιμόνιοι δὲ οὔτε κήρυκα ἀποστέλλουσι προεροῦντα Μεσσηνίοις πόλεμον οὔτε προαπειπάμενοι τὴν φιλίαν, κρύφα δὲ καὶ μάλιστα ὡς ἐδύναντο ἐν ἀπορρήτῳ παρασκευασάμενοι, προομνύουσιν ὅρκον μήτε τοῦ πολέμου μῆκος, ἢν μὴ διʼ ὀλίγου κριθῇ, μήτε τὰς συμφορὰς, εἰ μεγάλαι πολεμοῦσι γένοιντο, ἀποστρέψειν σφᾶς πρὶν ἢ κτήσαιντο χώραν τὴν Μεσσηνίαν δοριάλωτον. | The Lacedaemonians sent no herald to declare war openly to the Messenians, nor did they openly renounce friendship beforehand; instead, they made their preparations secretly and with the utmost concealment, and they took an oath, swearing that neither the length of the war, should it not quickly be decided, nor the magnitude of any disasters occurring during it, would deter them until they had conquered Messenian territory by force of arms. | Λακεδαιμόνιος δέ οὔτε κῆρυξ ἀποστέλλω προερέω Μεσσήνιος πόλεμος οὔτε προαπειπέομαι ὁ φιλία κρύφα δέ καί μάλιστα ὡς δύναμαι ἐν ἄρρητος παρασκευάζω προομνύω ὅρκος μήτε ὁ πόλεμος μῆκος ἐάν μή διά ὀλίγος κρίνω μήτε ὁ συμφορά εἰ μέγας πολεμέω γίγνομαι ἀποστρέφω σφεῖς πρίν ἤ κτάομαι χώρα ὁ Μεσσηνία δοριάλωτος | 0 |
| 4.5.9 | 1 | ταῦτα προομόσαντες ἔξοδον νύκτωρ ἐποιοῦντο ἐπὶ Ἄμφειαν, Ἀλκαμένην τὸν Τηλέκλου τῆς στρατιᾶς ἡγεμόνα ἀποδείξαντες. | Having sworn these oaths beforehand, they made a sortie by night against Ampheia, appointing Alcamenes son of Teleclus as leader of the army. | οὗτος προομνύω ἔξοδος νύκτωρ ποιέω ἐπί Ἄμφεια Ἀλκαμένης ὁ Τήλεκλος ὁ στρατιά ἡγεμών ἀποδείκνυμι | 0 |
| 4.5.9 | 2 | ἡ δὲ Ἄμφεια πρὸς τῇ Λακωνικῇ πόλισμα ἦν ἐν τῇ Μεσσηνίᾳ, μεγέθει μὲν οὐ μέγα, ἐπὶ λόφου δὲ ὑψηλοῦ κείμενον, καὶ ὑδάτων πηγὰς εἶχεν ἀφθόνους· | Ampheia was a town in Messenia bordering Laconia, not large in size, but situated upon a high hill and possessing abundant springs of water. | ὁ δέ Ἄμφεια πρός ὁ Λακωνικός πόλισμα εἰμί ἐν ὁ Μεσσηνία μέγεθος μέν οὐ μέγας ἐπί λόφος δέ ὑψηλός κεῖμαι καί ὕδωρ πηγή ἔχω ἄφθονος | 0 |
| 4.5.9 | 3 | ἐδόκει δὲ καὶ ἄλλως ἐς τὸν πάντα πόλεμον ὁρμητήριόν σφισιν ἐπιτήδειον ἡ Ἄμφεια εἶναι. | For other reasons, too, Ampheia seemed to them a fitting point of departure for the whole war. | δοκέω δέ καί ἄλλως εἰς ὁ πᾶς πόλεμος ὁρμητήριον σφεῖς ἐπιτήδειος ὁ Ἄμφεια εἰμί | 0 |
| 4.5.9 | 4 | καὶ τό τε πόλισμα αἱροῦσι πυλῶν ἀνεῳγμένων καὶ φυλακῆς οὐκ ἐνούσης καὶ τῶν Μεσσηνίων τοὺς ἐγκαταληφθέντας φονεύουσι, τοὺς μὲν ἔτι ἐν ταῖς εὐναῖς, τοὺς δὲ ὡς ᾔσθοντο πρός τε ἱερὰ θεῶν καὶ βωμοὺς καθημένους ἱκέτας· | They captured the town while its gates lay open and without any guard present, and slew the Messenians caught within; some were killed still in their beds, while others, realizing the attack, seated themselves as suppliants before the altars and shrines of the gods. | καί ὁ τε πόλισμα αἱρέω πύλη ἀνεῴγω καί φυλακή οὐ ἔνειμι καί ὁ Μεσσήνιος ὁ ἐγκαταλείπω φονεύω ὁ μέν ἔτι ἐν ὁ εὐνή ὁ δέ ὡς αἰσθάνομαι πρός τε ἱερός θεός καί βωμός κάθημαι ἱκέτης | 0 |
| 4.5.9 | 5 | ὀλίγοι δὲ καὶ οἱ διαφυγόντες ἐγένοντο. | Only a few managed to escape. | ὀλίγος δέ καί ὁ διαφεύγω γίγνομαι | 0 |
| 4.5.10 | 1 | ταύτην Λακεδαιμόνιοι πρώτην ἐπὶ Μεσσηνίους ἔξοδον ἐποιήσαντο ἔτει δευτέρῳ τῆς ἐνάτης Ὀλυμπιάδος, ἣν Ξενοδόκος Μεσσήνιος ἐνίκα στάδιον· | The Lacedaemonians made this first campaign against the Messenians in the second year of the ninth Olympiad, in which the Messenian Xenodokos won the stadion race. | οὗτος Λακεδαιμόνιος πρῶτος ἐπί Μεσσήνιος ἔξοδος ποιέω ἔτος δεύτερος ὁ ἐνάτος Ὀλυμπιάς ὅς ξενοδόκος Μεσσήνιος νικάω στάδιον | 0 |
| 4.5.10 | 2 | Ἀθήνῃσι δὲ οὐκ ἦσάν πω τότε οἱ τῷ κλήρῳ κατʼ ἐνιαυτὸν ἄρχοντες· | At that time, at Athens there were not yet magistrates who were chosen annually by lot. | Ἀθήνη δέ οὐ εἰμί πω τότε ὁ ὁ κλῆρος κατά ἐνιαυτός ἄρχων | 0 |
| 4.5.10 | 3 | τοὺς γὰρ ἀπὸ Μελάνθου, καλουμένους δὲ Μεδοντίδας, κατʼ ἀρχὰς μὲν ἀφείλοντο ὁ δῆμος τῆς ἐξουσίας τὸ πολὺ καὶ ἀντὶ βασιλείας μετέστησαν ἐς ἀρχὴν ὑπεύθυνον, | Indeed, the people initially stripped the descendants of Melanthus, known as the Medontidae, of most of their power, and changed the government from a kingship to a magistracy accountable to the people. | ὁ γάρ ἀπό Μελάνθιος καλέω δέ Μεδοντίδας κατά ἀρχή μέν ἀφαιρέω ὁ δῆμος ὁ ἐξουσία ὁ πολύς καί ἀντί βασιλεία μεθίστημι εἰς ἀρχή ὑπεύθυνος | 0 |
| 4.5.10 | 4 | ὕστερον δὲ καὶ προθεσμίαν ἐτῶν δέκα ἐποίησαν αὐτοῖς τῆς ἀρχῆς. | Later, they even set a fixed period of ten years for their rule. | ὕστερον δέ καί πρόθεσμος ἔτος δέκα ποιέω αὐτός ὁ ἀρχή | 0 |
| 4.5.10 | 5 | τότε δὲ ὑπὸ τὴν κατάληψιν τῆς Ἀμφείας Αἰσιμίδης Ἀθηναίοις ἦρχεν ὁ Αἰσχύλου πέμπτον ἔτος. | At the time of the capture of Ampheia, Aesimides was governing the Athenians, in the fifth year of his magistracy, and he was the son of Aeschylus. | τότε δέ ὑπό ὁ κατάληψις ὁ Ἀμφείας Αἰσιμίδης Ἀθηναῖος ἄρχω ὁ Αἰσχύλος πέμπτος ἔτος | 0 |