Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 5.1.1 | 1 | ὅσοι δὲ Ἑλλήνων Πελοποννήσου πέντε εἶναι μοίρας καὶ οὐ πλείονάς φασιν, ἀνάγκη σφᾶς ὁμολογεῖν ὡς ἐν τῇ Ἀρκάδων οἰκοῦσιν Ἠλεῖοι καὶ Ἀρκάδες, δευτέρα δὲ Ἀχαιῶν, τρεῖς δὲ ἐπὶ ταύταις αἱ Δωριέων. | As for those Greeks who say that the Peloponnese consists of five divisions and no more, they are compelled to admit that the Eleans and Arcadians occupy one of them—the Arcadian; the second is that of the Achaeans; and upon these follow the three Dorian divisions. | ὅσος δέ Ἕλλην Πελοπόννησος πέντε εἰμί μοῖρα καί οὐ πλείων φημί ἀνάγκη σφεῖς ὁμολογέω ὡς ἐν ὁ Ἀρκάς οἰκέω Ἠλεῖος καί Ἀρκάς δεύτερος δέ Ἀχαιός τρεῖς δέ ἐπί οὗτος ὁ Δωριεύς | 0 |
| 5.1.1 | 2 | γένη δὲ οἰκεῖ Πελοπόννησον Ἀρκάδες μὲν αὐτόχθονες καὶ Ἀχαιοί· | Now, the peoples occupying the Peloponnese are the Arcadians and the Achaeans, both originally indigenous. | γίγνομαι δέ οἰκέω Πελοπόννησος Ἀρκάς μέν αὐτόχθων καί Ἀχαιός | 0 |
| 5.1.1 | 3 | καὶ οἱ μὲν ὑπὸ Δωριέων ἐκ τῆς σφετέρας ἀνέστησαν, οὐ μέντοι Πελοποννήσου γε ἐξεχώρησαν, ἀλλὰ ἐκβαλόντες Ἴωνας νέμονται τὸν Αἰγιαλὸν τὸ ἀρχαῖον, νῦν δὲ ἀπὸ τῶν Ἀχαιῶν τούτων καλούμενον· | Of these, the Achaeans were displaced from their homeland by the Dorians, yet they did not at least depart from the Peloponnese entirely; instead, expelling the Ionians, they settled what was formerly called Aigialos, but now is named from these Achaeans. | καί ὁ μέν ὑπό Δωριεύς ἐκ ὁ σφέτερος ἀνίστημι οὐ μέντοι Πελοπόννησος γε ἐξεξέρχομαι ἀλλά ἐκβάλλω Ἴων νέμω ὁ αἰγιαλός ὁ ἀρχαῖος νῦν δέ ἀπό ὁ Ἀχαιός οὗτος καλέω | 0 |
| 5.1.2 | 1 | οἱ δὲ Ἀρκάδες διατελοῦσιν ἐξ ἀρχῆς καὶ ἐς τόδε τὴν ἑαυτῶν ἔχοντες. | But the Arcadians, from the beginning and even up to this day, continue to inhabit their original land. | ὁ δέ Ἀρκάς διατελέω ἐκ ἀρχή καί εἰς ὅδε ὁ ἑαυτοῦ ἔχω | 0 |
| 5.1.2 | 2 | τὰ δὲ λοιπὰ ἐπηλύδων ἐστὶν ἀνθρώπων. | The other parts of the Peloponnese belong to immigrant peoples. | ὁ δέ λοιπός ἐπηλύδης εἰμί ἀνήρ | 0 |
| 5.1.2 | 3 | Κορίνθιοι μὲν γὰρ οἱ νῦν νεώτατοι Πελοποννησίων εἰσί, καί σφισιν, ἀφʼ οὗ τὴν γῆν παρὰ βασιλέως ἔχουσιν, εἴκοσιν ἔτη καὶ διακόσια τριῶν δέοντα ἦν ἐς ἐμέ· | Indeed, the Corinthians are now the youngest inhabitants of the Peloponnese; and, from the time they received their land from the king down to my time, it was two hundred and seventeen years. | Κορίνθιος μέν γάρ ὁ νῦν νεώτατος Πελοποννήσιος εἰμί καί σφεῖς ἀπό ὅς ὁ γῆ παρά βασιλεύς ἔχω εἴκοσι ἔτος καί διακόσιοι τρεῖς δέω εἰμί εἰς ἐγώ | 0 |
| 5.1.2 | 4 | Δρύοπες δὲ καὶ Δωριεῖς, οἱ μὲν ἐκ Παρνασσοῦ, Δωριεῖς δὲ ἐκ τῆς Οἴτης ἐς Πελοπόννησόν εἰσιν ἀφιγμένοι. | As to the Dryopians and the Dorians, the former came from Parnassus, and the Dorians came from Oeta to the Peloponnese. | δρύοπες δέ καί Δωριεύς ὁ μέν ἐκ Παρνασσός Δωριεύς δέ ἐκ ὁ Ὄιτη εἰς Πελοπόννησος εἰμί ἀφικνέομαι | 0 |
| 5.1.3 | 1 | τοὺς Ἠλείους ἴσμεν ἐκ Καλυδῶνος διαβεβηκότας καὶ Αἰτωλίας τῆς ἄλλης· | We know that the Eleans came across from Calydon and the rest of Aetolia; | ὁ Ἠλεῖος οἶδα ἐκ Καλυδών διαβεβαίνω καί Αἰτωλία ὁ ἄλλος | 0 |
| 5.1.3 | 2 | τὰ δὲ ἔτι παλαιότερα ἐς αὐτοὺς τοιάδε εὕρισκον. | but concerning yet earlier times, I discovered the following about them. | ὁ δέ ἔτι παλαιός εἰς αὐτός τοιόσδε εὑρίσκω | 0 |
| 5.1.3 | 3 | βασιλεῦσαι πρῶτον ἐν τῇ γῇ ταύτῃ λέγουσιν Ἀέθλιον, παῖδα δὲ αὐτὸν Διός τε εἶναι καὶ Πρωτογενείας τῆς Δευκαλίωνος, Ἀεθλίου δὲ Ἐνδυμίωνα γενέσθαι· | They say that the first to rule in this land was Aethlius, who was the son of Zeus and of Protogeneia, daughter of Deucalion, and that Endymion was the son of Aethlius. | βασιλεύω πρῶτος ἐν ὁ γῆ οὗτος λέγω ἀέθλιον παῖς δέ αὐτός Ζεύς τε εἰμί καί πρωτογένεια ὁ Δευκαλίων ἀέθλιος δέ ἐνδυμίων γίγνομαι | 0 |
| 5.1.4 | 1 | τούτου τοῦ Ἐνδυμίωνος Σελήνην φασὶν ἐρασθῆναι, καὶ ὡς θυγατέρες αὐτῷ γένοιντο ἐκ τῆς θεοῦ πεντήκοντα. | They say that Selene fell in love with this Endymion, and that by the goddess he had fifty daughters. | οὗτος ὁ Ἐνδυμίων σελήνη φημί ἐράω καί ὡς θυγάτηρ αὐτός γίγνομαι ἐκ ὁ θεός πεντήκοντα | 0 |
| 5.1.4 | 2 | οἱ δὲ δὴ μᾶλλόν τι εἰκότα λέγοντες Ἐνδυμίωνι λαβόντι Ἀστεροδίαν γυναῖκα---οἱ δὲ τὴν Ἰτώνου τοῦ Ἀμφικτύονος Χρομίαν, ἄλλοι δὲ Ὑπερίππην τὴν Ἀρκάδος---, γενέσθαι δʼ οὖν φασιν αὐτῷ Παίονα καὶ Ἐπειόν τε καὶ Αἰτωλὸν καὶ θυγατέρα ἐπʼ αὐτοῖς Εὐρυκύδαν. | Others, however, giving an account that seems somewhat more credible, say that Endymion married Asterodia,—though some say it was Chromia, daughter of Itonus son of Amphictyon, and others Hyperippe, daughter of Arcas,—and had sons named Paeon, Epeius, and Aetolus, as well as a daughter named Eurycyda. | ὁ δέ δή μάλα τις εἰκός λέγω Ἐνδυμίων λαμβάνω ἀστεροδία γυνή ὁ δέ ὁ Ἴτωνος ὁ Ἀμφικτύων χρομία ἄλλος δέ ὑπερίππη ὁ Ἀρκάς γίγνομαι δέ οὖν φημί αὐτός παίων καί ἐπειός τε καί Αἰτωλός καί θυγάτηρ ἐπί αὐτός Εὐρυκύδας | 0 |
| 5.1.4 | 3 | ἔθηκε δὲ καὶ ἐν Ὀλυμπίᾳ δρόμου τοῖς παισὶν ἀγῶνα Ἐνδυμίων ὑπὲρ τῆς ἀρχῆς, καὶ ἐνίκησε καὶ ἔσχε τὴν βασιλείαν Ἐπειός· | Endymion established at Olympia a race among his sons for the rule; in this race Epeius won and took over the kingdom. | τίθημι δέ καί ἐν Ὀλυμπία δρόμος ὁ παῖς ἀγών Ἐνδυμίων ὑπέρ ὁ ἀρχή καί νικάω καί ἔχω ὁ βασιλεία ἐπειός | 0 |
| 5.1.4 | 4 | καὶ Ἐπειοὶ πρῶτον τότε ὧν ἦρχεν ὠνομάσθησαν. | And thus for the first time those under his rule were called Epeians. | καί ἐπειός πρῶτος τότε ὅς ἄρχω ὀνομάζω | 0 |
| 5.1.5 | 1 | τῶν δὲ ἀδελφῶν οἱ τὸν μὲν καταμεῖναί φασιν αὐτοῦ, Παίονα δὲ ἀχθόμενον τῇ ἥσσῃ φυγεῖν ὡς πορρωτάτω, καὶ τὴν ὑπὲρ Ἀξιοῦ ποταμοῦ χώραν ἀπʼ αὐτοῦ Παιονίαν ὀνομασθῆναι. | As for the brothers, some say one of them remained there, but that Paeon, vexed at his defeat, went into exile as far away as possible, and the land beyond the river Axius was named Paeonia after him. | ὁ δέ ἀδελφός ὁ ὁ μέν καταμένω φημί αὐτός παίων δέ ἀχθέομαι ὁ ἥσσων φεύγω ὡς πορρωτάτω καί ὁ ὑπέρ ἀξιόω ποταμός χώρα ἀπό αὐτός παιονία ὀνομάζω | 0 |
| 5.1.5 | 2 | τὰ δὲ ἐς τὴν Ἐνδυμίωνος τελευτὴν οὐ κατὰ τὰ αὐτὰ Ἡρακλεῶταί τε οἱ πρὸς Μιλήτῳ καὶ Ἠλεῖοι λέγουσιν, ἀλλὰ Ἠλεῖοι μὲν ἀποφαίνουσιν Ἐνδυμίωνος μνῆμα, Ἡρακλεῶται δὲ ἐς Λάτμον τὸ ὄρος ἀποχωρῆσαί φασιν αὐτὸν καὶ τιμὴν αὐτῷ νέ μουσι, καὶ ἄδυτον Ἐνδυμίωνός ἐστιν ἐν τῷ Λάτμῳ. | Concerning the death of Endymion, the accounts given by the Heracleots near Miletus differ from those of the Eleans: the Eleans point out a tomb of Endymion, but the Heracleots state that he withdrew into Mount Latmus, and there they hold celebrations in his honour, and there is in Latmus a sanctuary sacred to Endymion. | ὁ δέ εἰς ὁ Ἐνδυμίων τελευτή οὐ κατά ὁ αὐτός Ἡρακλεώτης τε ὁ πρός Μίλητος καί Ἠλεῖος λέγω ἀλλά Ἠλεῖος μέν ἀποφαίνω Ἐνδυμίων μνῆμα Ἡρακλεώτης δέ εἰς Λάτμος ὁ ὄρος ἀποχωρέω φημί αὐτός καί τιμή αὐτός νά Μοῦσα καί ἄδυτον Ἐνδυμίων εἰμί ἐν ὁ Λάτμος | 0 |
| 5.1.6 | 1 | Ἐπειῷ δὲ γήμαντι Ἀναξιρόην τὴν Κορώνου θυγάτηρ μὲν Ὑρμίνα, ἄρσεν δὲ οὐκ ἐγένετο αὐτῷ γένος· | Epeius married Anaxiroe, the daughter of Coronus, who bore him a daughter named Hyrmina, but no male offspring. | ἐπειός δέ γαμέω ἀναξιρόη ὁ Κορώνη θυγάτηρ μέν ὕρμινα ἄρσην δέ οὐ γίγνομαι αὐτός γένος | 0 |
| 5.1.6 | 2 | καὶ τάδε ἄλλα συνέβη κατʼ Ἐπειὸν βασιλεύοντα. | Other events also occurred during the reign of Epeius. | καί ὅδε ἄλλος συμβαίνω κατά ἐπειόν βασιλεύω | 0 |
| 5.1.6 | 3 | Οἰνόμαος ὁ Ἀλξίωνος, Ἄρεως δὲ καθὰ ποιηταί τε ἐπεφήμισαν καὶ τῶν πολλῶν ἐστιν ἐς αὐτὸν λόγος, οὗτος δυναστεύων περὶ τὴν Πισαίαν καλουμένην ὁ Οἰνόμαος ἐπαύθη τῆς ἀρχῆς διαβάντος Πέλοπος τοῦ Λυδοῦ ἐκ τῆς Ἀσίας. | Oenomaus, son of Alxion—though the poets affirm he was the son of Ares, a belief generally held by most people—who had ruled in the region called Pisa, was dispossessed of his power upon the coming of Pelops the Lydian from Asia. | Οἰνόμαος ὁ Ἀλξίων Ἄρης δέ καθά ποιητής τε ἐπιφημίζω καί ὁ πολύς εἰμί εἰς αὐτός λόγος οὗτος δυναστεύω περί ὁ Πίσαια καλέω ὁ Οἰνόμαος παύω ὁ ἀρχή διαβαίνω Πέλοψ ὁ Λυδός ἐκ ὁ Ἀσία | 0 |
| 5.1.7 | 1 | Πέλοψ δὲ ἀποθανόντος Οἰνομάου τήν τε Πισαίαν ἔσχε καὶ Ὀλυμπίαν, ἀποτεμόμενος τῆς Ἐπειοῦ χώρας ὅμορον οὖσαν τῇ Πισαίᾳ· | After the death of Oenomaüs, Pelops obtained the land of Pisa and Olympia, having separated it from the territory of the Epeians, which bordered upon Pisa. | Πέλοψ δέ ἀποθνῄσκω Οἰνόμαος ὁ τε Πίσαια ἔχω καί Ὀλυμπία ἀποτέμνω ὁ ἐπείομαι χώρα ὅμορος εἰμί ὁ Πισαία | 0 |
| 5.1.7 | 2 | Ἑρμοῦ τε ἐν Πελοποννήσῳ ναὸν ἱδρύσασθαι καὶ θῦσαι τῷ θεῷ Πέλοπα ἔλεγον οἱ Ἠλεῖοι πρῶτον, ἀποτρεπόμενον τὸ ἐπὶ τῷ Μυρτίλου θανάτῳ μήνιμα ἐκ τοῦ θεοῦ. | The Eleans said that Pelops was the first in the Peloponnese to build a temple to Hermes and offer sacrifices to the god, seeking thereby to avert the divine wrath arising from the death of Myrtilus. | Ἑρμῆς τε ἐν Πελοπόννησος ναός ἱδρύω καί θύω ὁ θεός Πέλοψ λέγω ὁ Ἠλεῖος πρῶτος ἀποτρέπω ὁ ἐπί ὁ Μυρτίλος θάνατος μήνιμα ἐκ ὁ θεός | 0 |
| 5.1.8 | 1 | Αἰτωλῷ δὲ μετὰ Ἐπειὸν βασιλεύσαντι συνέπεσεν ἐκ Πελοποννήσου φυγεῖν, ὅτι αὐτὸν οἱ Ἄπιδος παῖδες ἐφʼ αἵματι ἀκουσίῳ δίκην εἷλον· | After Epeius, Aetolus became king, but he was forced to flee from the Peloponnese because the sons of Apis prosecuted him for involuntary bloodshed. | Αἰτωλός δέ μετά ἐπειόν βασιλεύω συμβαίνω ἐκ Πελοπόννησος φεύγω ὅτι αὐτός ὁ ἄπιδος παῖς ἐπί αἷμα ἀκουσίως δίκη αἱρέω | 0 |
| 5.1.8 | 2 | Ἆπιν γὰρ τὸν Ἰάσονος ἐκ Παλλαντίου τοῦ Ἀρκάδων ἀπέκτεινεν Αἰτωλὸς ἐπελάσας τὸ ἅρμα τεθέντων ἐπὶ Ἀζᾶνι ἄθλων. | For Aetolus had killed Apis, the son of Jason from Pallantium in Arcadia, by running him over with his chariot during the funeral games held in honor of Azan. | Ἅπις γάρ ὁ Ἰάσων ἐκ Παλλάντιον ὁ Ἀρκάς ἀποκτείνω Αἰτωλός ἐπελαύνω ὁ ἅρμα τίθημι ἐπί Ἀζάν ἆθλον | 0 |
| 5.1.8 | 3 | ἀπὸ μὲν Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος οἱ περὶ τὸν Ἀχελῷον οἰκοῦντες ἐκλήθησαν φυγόντος ἐς ταύτην τὴν ἤπειρον, τὴν δὲ Ἐπειῶν ἔσχεν ἀρχὴν Ἠλεῖος, Εὐρυκύδας τε τῆς Ἐνδυμίωνος καὶ---ὅτῳ πιστὰ---πατρὸς ὢν Ποσειδῶνος· | Due to the flight of Endymion's son Aetolus into this land, the inhabitants dwelling near the river Achelous received the name Aetolians, and Eleius succeeded to the kingship of the Epeians, being the son of Eurycyda, daughter of Endymion, and—if one is to trust such matters—the son of Poseidon. | ἀπό μέν Αἰτωλός ὁ Ἐνδυμίων ὁ περί ὁ Ἀχελῷος οἰκέω καλέω φεύγω εἰς οὗτος ὁ ἤπειρος ὁ δέ ἐπειῶν ἔχω ἀρχή ἠλεῖος Εὐρυκύδας τε ὁ Ἐνδυμίων καί ὅστις πιστός πατήρ εἰμί Ποσειδῶν | 0 |
| 5.1.8 | 4 | καὶ τὸ ὄνομα οἱ ἄνθρωποι τὸ νῦν ἀντὶ Ἐπειῶν ἀπὸ τοῦ Ἠλείου μεταβεβλήκασιν. | From him, the people changed their name from Epeians to Eleans, the name they bear until this day. | καί ὁ ὄνομα ὁ ἄνθρωπος ὁ νῦν ἀντί ἐπειῶν ἀπό ὁ Ἠλεῖος μεταβάλλω | 0 |
| 5.1.9 | 1 | Ἠλείου δὲ ἦν Αὐγέας· | Augeas was an Elean. | Ἠλεῖος δέ εἰμί Αὐγείας | 0 |
| 5.1.9 | 2 | οἱ δὲ ἀποσεμνύνοντες τὰ ἐς αὐτόν, παρατρέψαντες τοῦ Ἠλείου τὸ ὄνομα, Ἡλίου φασὶν Αὐγέαν παῖδα εἶναι. | But those who glorify him distort his origin from "Elean," claiming instead that Augeas was the son of the Sun (Helios). | ὁ δέ ἀποσεμνύνω ὁ εἰς αὐτός παρατρέπω ὁ Ἠλεῖος ὁ ὄνομα ἥλιος φημί Αὐγείας παῖς εἰμί | 0 |
| 5.1.9 | 3 | τούτῳ βοῦς τῷ Αὐγέᾳ καὶ αἰπόλια τοσαῦτα ἐγένετο ὡς καὶ τῆς χώρας αὐτῷ τὰ πολλὰ ἤδη διατελεῖν ἀργὰ ὄντα ὑπὸ τῶν βοσκημάτων τῆς κόπρου· | Augeas possessed such numbers of cattle and goats that eventually, due to the dung produced by his herds, much of his land had become uncultivated and waste. | οὗτος βοῦς ὁ αὐγή καί αἰπόλιον τοσοῦτος γίγνομαι ὡς καί ὁ χώρα αὐτός ὁ πολύς ἤδη διατελέω ἀργός εἰμί ὑπό ὁ βόσκημα ὁ κόπρος | 0 |
| 5.1.9 | 4 | Ἡρακλέα οὖν εἴτε ἐπὶ μοίρᾳ τῆς Ἠλείας εἴτε ἐφʼ ὅτῳ δὴ καὶ ἄλλῳ μισθῷ πείθει οἱ καθῆραι τῆς κόπρου τὴν γῆν. | Therefore, either in return for a share of Elis or for some other wage, he persuaded Heracles to clear the land of the dung. | Ἡρακλῆς οὖν εἴτε ἐπί μοῖρα ὁ Ἠλεία εἴτε ἐπί ὅστις δή καί ἄλλος μισθός πείθω ὁ καθαίρω ὁ κόπρος ὁ γῆ | 0 |
| 5.1.10 | 1 | καὶ ὁ μὲν καὶ τοῦτο ἐξειργάσατο ἐκτρέψας τοῦ Μηνίου τὸ ῥεῦμα ἐς τὴν κόπρον· | And he accomplished this task by diverting the stream of the river Menius into the dung. | καί ὁ μέν καί οὗτος ἐξεργάζομαι ἐκτρέπω ὁ μήνιος ὁ ῥεῦμα εἰς ὁ κόπρος | 0 |
| 5.1.10 | 2 | Αὐγέας δέ, ὅτι τῷ Ἡρακλεῖ σοφίᾳ πλέον καὶ οὐ σὺν πόνῳ τὸ ἔργον ἤνυστο, αὐτός τε ἀποδοῦναί οἱ τὸν μισθὸν ἀπηξίου καὶ τῶν παίδων τῶν ἀρσένων τὸν πρεσβύτερον Φυλέα ἐξέβαλεν ἀντειπόντα ὡς οὐ δίκαια ποιοῖτο πρὸς ἄνδρα εὐεργέτην. | Augeas, however, claiming that Heracles had completed the work more through cunning and not through toil himself, refused to give him the agreed wage, and he banished his eldest son, Phyleus, who protested against his father's unjust behavior toward a man who had benefited them. | Αὐγείας δέ ὅτι ὁ Ἡρακλῆς σοφία πλέον καί οὐ σύν πόνος ὁ ἔργον ἀνύω αὐτός τε ἀποδίδωμι ὁ ὁ μισθός ἀπαξιόω καί ὁ παῖς ὁ ἀρσένων ὁ πρεσβύτερος φυλέα ἐκβάλλω ἀντεῖπον ὡς οὐ δίκαιος ποιέω πρός ἀνήρ εὐεργέτης | 0 |
| 5.1.10 | 3 | αὐτὸς δὲ τά τε ἄλλα παρεσκευάζετο ὡς τὸν Ἡρακλέα ἀμυνούμενος, ἢν ἐπὶ τὴν Ἦλιν στρατεύηται, καὶ τοὺς παῖδας τοὺς Ἄκτορος καὶ Ἀμαρυγκέα ἐπηγάγετο ἐς φιλίαν· | Augeas himself also prepared in other ways to defend against Heracles, should he wage war against Elis, and brought into alliance the sons of Actor and Amarynkeus. | αὐτός δέ ὁ τε ἄλλος παρασκευάζω ὡς ὁ Ἡρακλῆς ἀμύνω ἐάν ἐπί ὁ Ἦλις στρατεύω καί ὁ παῖς ὁ Ἄκτωρ καί Ἀμαρυγκεύς ἐπάγω εἰς φιλία | 0 |
| 5.1.11 | 1 | ἦν δὲ ὁ Ἀμαρυγκεὺς ἄλλως μὲν ἀγαθὸς τὰ ἐς τὸν πόλεμον, ὁ δέ οἱ πατὴρ Πυττίος Θεσσαλὸς τὰ ἄνωθεν ἦν καὶ ἐς τὴν Ἠλείαν ἀφίκετο ἐκ Θεσσαλίας. | Amarynkeus was otherwise skilled in warfare, and his father, Pyttius, was a Thessalian by origin, who had come to Elis from Thessaly. | εἰμί δέ ὁ Ἀμαρυγκεύς ἄλλως μέν ἀγαθός ὁ εἰς ὁ πόλεμος ὁ δέ ὁ πατήρ Πύθιος θεσσαλός ὁ ἄνωθεν εἰμί καί εἰς ὁ ἠλεῖος ἀφικνέομαι ἐκ Θεσσαλία | 0 |
| 5.1.11 | 2 | Ἀμαρυγκεῖ μὲν δὴ καὶ ἀρχῆς ἐν Ἠλείᾳ μετέδωκεν ὁ Αὐγέας, | Augeas indeed granted Amarynkeus a share of authority in Elis. | Ἀμαρυγκεύς μέν δή καί ἀρχή ἐν Ἤλις μεταδίδωμι ὁ Αὐγείας | 0 |
| 5.1.11 | 3 | Ἄκτορι δὲ καὶ τοῖς παισὶ γένος τε ἦν ἐπιχώριον βασιλείας τε μετῆν σφισιν· Ἄκτωρ γὰρ πατρὸς μὲν Φόρβαντος ἦν τοῦ Λαπίθου, μητρὸς δὲ Ὑρμίνης τῆς Ἐπειοῦ, | As for Actor and his sons, their lineage was native-born, and they held kingly authority; for Actor was the son of Phorbas son of Lapithus, and his mother was Hyrmine, daughter of Epeius. | ἄκτωρ δέ καί ὁ παῖς γένος τε εἰμί ἐπιχώριος βασιλεία τε μετέχω σφεῖς ἄκτωρ γάρ πατήρ μέν φόρβανος εἰμί ὁ Λαπίθης μήτηρ δέ ὕρμινη ὁ ἐπείομαι | 0 |
| 5.1.11 | 4 | καὶ ᾤκισεν ἀπʼ αὐτῆς Ἄκτωρ πόλιν Ὑρμίναν ἐν τῇ Ἠλείᾳ. | Actor founded in Elis the city Hyrmina, which he named after her. | καί οἰκίζω ἀπό αὐτός ἄκτωρ πόλις ὕρμινα ἐν ὁ Ἤλις | 0 |