Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 5.10.1 | 1 | πολλὰ μὲν δὴ καὶ ἄλλα ἴδοι τις ἂν ἐν Ἕλλησι, τὰ δὲ καὶ ἀκούσαι θαύματος ἄξια· μάλιστα δὲ τοῖς Ἐλευσῖνι δρωμένοις καὶ ἀγῶνι τῷ ἐν Ὀλυμπίᾳ μέτεστιν ἐκ θεοῦ φροντίδος. | Indeed one could observe many other notable things among the Greeks, and also hear many things worthy of wonder; but above all, the mysteries performed at Eleusis and the contest held at Olympia receive special care from the god. | πολύς μέν δή καί ἄλλος ὁράω τις ἄν ἐν Ἕλλην ὁ δέ καί ἀκούω θαῦμα ἄξιος μάλιστα δέ ὁ Ἐλευσίς δράω καί ἀγών ὁ ἐν Ὀλυμπία μέτεστι ἐκ θεός φροντίς | 0 |
| 5.10.1 | 2 | τὸ δὲ ἄλσος τὸ ἱερὸν τοῦ Διὸς παραποιήσαντες τὸ ὄνομα Ἄλτιν ἐκ παλαιοῦ καλοῦσι· | As for the sacred grove of Zeus, its name has long ago been altered, and it has been called the "Altis" since ancient times. | ὁ δέ ἄλσος ὁ ἱερός ὁ Ζεύς παραποιέω ὁ ὄνομα ἄλτις ἐκ παλαιός καλέω | 0 |
| 5.10.1 | 3 | καὶ δὴ καὶ Πινδάρῳ ποιήσαντι ἐς ἄνδρα Ὀλυμπιονίκην ᾆσμα Ἄλτις ἐπωνόμασται τὸ χωρίον. | Indeed, even in a poem composed by Pindar about an Olympic victor, this place is called "Altis." | καί δή καί Πίνδαρος ποιέω εἰς ἀνήρ Ὀλυμπιονίκης ᾆσμα ἄλτις ἐπωνομάζομαι ὁ χωρίον | 0 |
| 5.10.2 | 1 | ἐποιήθη δὲ ὁ ναὸς καὶ τὸ ἄγαλμα τῷ Διὶ ἀπὸ λαφύρων, ἡνίκα Πίσαν οἱ Ἠλεῖοι καὶ ὅσον τῶν περιοίκων ἄλλο συναπέστη Πισαίοις πολέμῳ καθεῖλον. | The temple and the statue of Zeus were made from the spoils when the Eleans defeated Pisa in war, along with all the neighboring peoples who joined in revolt with the Pisatans. | ποιέω δέ ὁ ναός καί ὁ ἄγαλμα ὁ Ζεύς ἀπό λάφυρον ἡνίκα πίσσος ὁ Ἠλεῖος καί ὅσος ὁ περίοικος ἄλλος συναφίστημι Πίσαιοι πόλεμος καθαιρέω | 0 |
| 5.10.2 | 2 | Φειδίαν δὲ τὸν ἐργασάμενον τὸ ἄγαλμα εἶναι καὶ ἐπίγραμμά ἐστιν ἐς μαρτυρίαν ὑπὸ τοῦ Διὸς γεγραμμένον τοῖς ποσί· Φειδίας Χαρμίδου υἱὸς Ἀθηναῖός μʼ ἐποίησε. | That Phidias was the craftsman of the statue is attested also by an inscription written under the feet of Zeus: "Phidias the Athenian, son of Charmides, made me." | Φειδίας δέ ὁ ἐργάζομαι ὁ ἄγαλμα εἰμί καί ἐπίγραμμα εἰμί εἰς μαρτυρία ὑπό ὁ Ζεύς γράφω ὁ πούς Φειδίας Χαρμίδης υἱός Ἀθηναῖος ἐγώ ποιέω | 0 |
| 5.10.2 | 3 | τοῦ ναοῦ δὲ Δώριος μέν ἐστιν ἡ ἐργασία, τὰ δὲ ἐκτὸς περίστυλός ἐστι· | The temple is Doric in style and has columns standing around its exterior. | ὁ ναός δέ Δώριος μέν εἰμί ὁ ἐργασία ὁ δέ ἐκτός περίστυλος εἰμί | 0 |
| 5.10.3 | 1 | πεποίηται δὲ ἐπιχωρίου πώρου. | It is constructed from local limestone. | ποιέω δέ ἐπιχώριος πόρος | 0 |
| 5.10.3 | 2 | ὕψος μὲν δὴ αὐτοῦ τὸ ἐς τὸν ἀετὸν ἀνῆκον, εἰσίν οἱ ὀκτὼ πόδες καὶ ἑξήκοντα, εὖρος δὲ πέντε καὶ ἐνενήκοντα, τὰ δὲ ἐς μῆκος τριάκοντά τε καὶ διακόσιοι· | The height of the structure, up to the eagle, measures sixty-eight feet, its breadth is ninety-five feet, and its length two hundred and thirty. | ὕψος μέν δή αὐτός ὁ εἰς ὁ ἀετός ἀνήκω εἰμί ὁ ὀκτώ πούς καί ἑξήκοντα εὖρος δέ πέντε καί ἐνενήκοντα ὁ δέ εἰς μῆκος τριάκοντα τε καί διακόσιοι | 0 |
| 5.10.3 | 3 | τέκτων δὲ ἐγένετο αὐτοῦ Λίβων ἐπιχώριος. | The architect was Libon, a native of the region. | τέκτων δέ γίγνομαι αὐτός Λίβυς ἐπιχώριος | 0 |
| 5.10.3 | 4 | κέραμος δὲ οὐ γῆς ὀπτῆς ἐστιν, ἀλλὰ κεράμου τρόπον λίθος ὁ Πεντελῆσιν εἰργασμένος· | The roof tiles are not made of baked clay, but rather of marble from Mount Pentelicon, worked into the shape of regular tiles. | κέραμος δέ οὐ γῆ ὀπτός εἰμί ἀλλά κέραμος τρόπος λίθος ὁ Πεντελεῖς ἐργάζομαι | 0 |
| 5.10.3 | 5 | τὸ δὲ εὕρημα ἀνδρὸς Ναξίου λέγουσιν εἶναι Βύζου , οὗ φασιν ἐν Νάξῳ τὰ ἀγάλματα ἐφʼ ὧν ἐπίγραμμα εἶναι Νάξιος Εὔεργός με γένει Λητοῦς πόρε, Βύζεω παῖς, ὃς πρώτιστος τεῦξε λίθου κέραμον. | This innovation, they say, was the invention of a Naxian man named Byzes, who is credited with statues in Naxos engraved with the inscription: "Naxian-born Byzes, son of Euergus, Was first to fashion tiles from marble, Dedicated by the offspring of Leto." | ὁ δέ εὕρημα ἀνήρ Νάξιος λέγω εἰμί βύζω ὅς φημί ἐν Νάξος ὁ ἄγαλμα ἐπί ὅς ἐπίγραμμα εἰμί Νάξιος εὐεργός ἐγώ γένος Λητώ πόρε βύζω παῖς ὅς πρῶτος τεύχω λίθος κέραμος | 0 |
| 5.10.3 | 6 | ἡλικίαν δὲ ὁ Βύζης οὗτος κατὰ Ἀλυάττην ἦν τὸν Λυδὸν καὶ Ἀστυάγην τὸν Κυαξάρου βασιλεύοντα ἐν Μήδοις. | This Byzes lived in the time of Alyattes the Lydian and Astyages, the son of Cyaxares, king of the Medes. | ἡλικία δέ ὁ βύζης οὗτος κατά Ἀλυάττης εἰμί ὁ Λυδός καί Ἀστυάγης ὁ Κῦαξαρης βασιλεύω ἐν μήδομαι | 0 |
| 5.10.4 | 1 | ἐν δὲ Ὀλυμπίᾳ λέβης ἐπίχρυσος ἐπὶ ἑκάστῳ τοῦ ὀρόφου τῷ πέρατι ἐπίκειται καὶ Νίκη κατὰ μέσον μάλιστα ἕστηκε τὸν ἀετόν, ἐπίχρυσος καὶ αὕτη. | In Olympia stands a tripod plated with gold placed upon each end of the roof, and a Victory, likewise gilded, is set conspicuously in the very center upon the eagle. | ἐν δέ Ὀλυμπία λέβης ἐπίχρυσος ἐπί ἕκαστος ὁ ὀροφή ὁ πέρας ἐπίκειμαι καί νίκη κατά μέσος μάλιστα ἵστημι ὁ ἀετός ἐπίχρυσος καί οὗτος | 0 |
| 5.10.4 | 2 | ὑπὸ δὲ τῆς Νίκης τὸ ἄγαλμα ἀσπὶς ἀνάκειται χρυσῆ, Μέδουσαν τὴν Γοργόνα ἔχουσα ἐπειργασμένην. | Beneath this statue of Victory lies a golden shield bearing a relief of Medusa the Gorgon finely wrought into it. | ὑπό δέ ὁ νίκη ὁ ἄγαλμα ἀσπίς ἀνάκειμαι χρυσός μέδουσα ὁ γοργόνα ἔχω ἐξεργάζομαι | 0 |
| 5.10.4 | 3 | τὸ ἐπίγραμμα δὲ τὸ ἐπὶ τῇ ἀσπίδι τούς τε ἀναθέντας δηλοῖ καὶ καθʼ ἥντινα αἰτίαν ἀνέθεσαν· | The inscription upon the shield indicates both those who dedicated it and the cause of its dedication. | ὁ ἐπίγραμμα δέ ὁ ἐπί ὁ ἀσπίς ὁ τε ἀνατίθημι δηλόω καί κατά ὅστις αἰτία ἀνατίθημι | 0 |
| 5.10.4 | 4 | λέγει γὰρ δὴ οὕτω· | For it runs thus: | λέγω γάρ δή οὕτως | 0 |
| 5.10.4 | 5 | ναὸς μὲν φιάλαν χρυσέαν ἔχει, ἐκ δὲ Τανάγρας τοὶ Λακεδαιμόνιοι συμμαχία τʼ ἀν έ θεν δῶρον ἀπʼ Ἀργείων καὶ Ἀθαναίων καὶ Ἰώνων, τὰν δεκάταν νίκας εἵνεκα τῶ πολέμω. | "The temple holds a golden bowl; from Tanagra the Lacedaemonians and their allies dedicated this gift taken from the Argives, the Athenians, and the Ionians, a tithe for victory in war." | ναός μέν φιάλη χρύσεος ἔχω ἐκ δέ Τανάγρα ὁ Λακεδαιμόνιος συμμαχία τε ἄν ἔ θέν δῶρον ἀπό Ἀργεῖος καί ἀθαναία καί Ἴων ὁ δεκάτη νίκη ἕνεκα ὁ πόλεμος | 0 |
| 5.10.4 | 6 | ταύτης τῆς μάχης μνήμην καὶ ἐν τῇ Ἀτθίδι ἐποιησάμην συγγραφῇ, τὰ Ἀθήνῃσιν ἐπεξιὼν μνήματα. | I have also made mention of this battle in my account on Attica, when describing the monuments existing at Athens. | οὗτος ὁ μάχη μνήμη καί ἐν ὁ Ἀτθίς ποιέω συγραφή ὁ Ἀθήνησι ἐπέρχομαι μνῆμα | 0 |
| 5.10.5 | 1 | τοῦ δὲ ἐν Ὀλυμπίᾳ ναοῦ τῆς ὑπὲρ τῶν κιόνων περιθεούσης ζώνης κατὰ τὸ ἐκτὸς ἀσπίδες εἰσὶν ἐπίχρυσοι μία καὶ εἴκοσιν ἀριθμόν, ἀνάθημα στρατηγοῦ Ῥωμαίων Μομμίου κρατήσαντος Ἀχαιῶν πολέμῳ καὶ Κόρινθόν τε ἑλόντος καὶ Κορινθίους τοὺς Δωριέας ποιήσαντος ἀναστάτους. | On the temple at Olympia, around the outside of the band that runs above the columns, there are twenty-one gilded shields—these are an offering of the Roman general Mummius, who defeated the Achaeans in war, captured Corinth and utterly destroyed the Dorian inhabitants of Corinth. | ὁ δέ ἐν Ὀλυμπία ναός ὁ ὑπέρ ὁ κίων περιθέω ζώνη κατά ὁ ἐκτός ἀσπίς εἰμί ἐπίχρυσος εἷς καί εἴκοσι ἀριθμός ἀνάθημα στρατηγός Ῥωμαῖος Μόμμιος κρατέω Ἀχαιός πόλεμος καί Κόρινθος τε αἱρέω καί Κορίνθιος ὁ Δωριεύς ποιέω ἀνάστατος | 0 |
| 5.10.6 | 1 | τὰ δὲ ἐν τοῖς ἀετοῖς, ἔστιν ἔμπροσθεν Πέλοπος ἡ πρὸς Οἰνόμαον τῶν ἵππων ἅμιλλα ἔτι μέλλουσα καὶ τὸ ἔργον τοῦ δρόμου παρὰ ἀμφοτέρων ἐν παρασκευῇ. | On the gables, in front, the chariot race between Pelops and Oenomaus is depicted as yet impending, with the preparations for the action by both participants still underway. | ὁ δέ ἐν ὁ ἀετός εἰμί ἔμπροσθεν Πέλοψ ὁ πρός οἰνόμαος ὁ ἵππος ἅμιλλα ἔτι μέλλω καί ὁ ἔργον ὁ δρόμος παρά ἀμφότεροι ἐν παρασκευή | 0 |
| 5.10.6 | 2 | Διὸς δὲ ἀγάλματος κατὰ μέσον πεποιημένου μάλιστα τὸν ἀετόν, ἔστιν Οἰνόμαος ἐν δεξιᾷ τοῦ Διὸς ἐπικείμενος κράνος τῇ κεφαλῇ, | Zeus is portrayed exactly in the middle of the pediment, and immediately to the right of Zeus stands Oenomaus wearing a helmet on his head. | Ζεύς δέ ἄγαλμα κατά μέσος ποιέω μάλιστα ὁ ἀετός εἰμί Οἰνόμαος ἐν δεξιός ὁ Ζεύς ἐπίκειμαι κράνος ὁ κεφαλή | 0 |
| 5.10.6 | 3 | παρὰ δὲ αὐτὸν γυνὴ Στερόπη, θυγατέρων καὶ αὕτη τῶν Ἄτλαντος· | Beside him is his wife Sterope, herself one of the daughters of Atlas. | παρά δέ αὐτός γυνή Στερόπη θυγάτηρ καί οὗτος ὁ Ἄτλας | 0 |
| 5.10.6 | 4 | Μυρτίλος δέ, ὃς ἤλαυνε τῷ Οἰνομάῳ τὸ ἅρμα, κάθηται πρὸ τῶν ἵππων, οἱ δέ εἰσιν ἀριθμὸν οἱ ἵπποι τέσσαρες. | Myrtilus, who served as Oenomaus’s charioteer, sits before the horses, which number four. | Μυρτίλος δέ ὅς ἐλαύνω ὁ Οἰνόμαος ὁ ἅρμα κάθημαι πρό ὁ ἵππος ὁ δέ εἰμί ἀριθμός ὁ ἵππος τέσσαρες | 0 |
| 5.10.6 | 5 | μετὰ δὲ αὐτόν εἰσιν ἄνδρες δύο· ὀνόματα μέν σφισιν οὐκ ἔστι, θεραπεύειν δὲ ἄρα τοὺς ἵππους καὶ τούτοις προσετέτακτο ὑπὸ τοῦ Οἰνομάου. | Behind him are two men whose names are unknown, but who are evidently appointed by Oenomaus to tend to the horses. | μετά δέ αὐτός εἰμί ἀνήρ δύο ὄνομα μέν σφεῖς οὐ εἰμί θεραπεύω δέ ἄρα ὁ ἵππος καί οὗτος προστατέω ὑπό ὁ Οἰνόμαος | 0 |
| 5.10.7 | 1 | πρὸς αὐτῷ δὲ κατάκειται τῷ πέρατι Κλάδεος· | Near this boundary flows the Cladeus river. | πρός αὐτός δέ κατάκειμαι ὁ πέρας κλάδος | 0 |
| 5.10.7 | 2 | ἔχει δὲ καὶ ἐς τὰ ἄλλα παρʼ Ἠλείων τιμὰς ποταμῶν μάλιστα μετά γε Ἀλφειόν. | It is honored by the Eleans above all other rivers, except the Alpheus. | ἔχω δέ καί εἰς ὁ ἄλλος παρά Ἠλεῖος τιμή ποταμός μάλιστα μετά γε Ἀλφειός | 0 |
| 5.10.7 | 3 | τὰ δὲ ἐς ἀριστερὰ ἀπὸ τοῦ Διὸς ὁ Πέλοψ καὶ Ἱπποδάμεια καὶ ὅ τε ἡνίοχός ἐστι τοῦ Πέλοπος καὶ ἵπποι δύο τε ἄνδρες, ἱπποκόμοι δὴ καὶ οὗτοι τῷ Πέλοπι. | To the left of the image of Zeus stand Pelops and Hippodameia, along with Pelops' charioteer, two horses, and two men who serve as Pelops' grooms. | ὁ δέ εἰς ἀριστερός ἀπό ὁ Ζεύς ὁ Πέλοψ καί Ἱπποδάμεια καί ὁ τε ἡνίοχος εἰμί ὁ Πέλοψ καί ἵππος δύο τε ἀνήρ ἱπποκόμος δή καί οὗτος ὁ Πέλοψ | 0 |
| 5.10.7 | 4 | καὶ αὖθις ὁ ἀετὸς κάτεισιν ἐς στενόν, καὶ κατὰ τοῦτο Ἀλφειὸς ἐπʼ αὐτοῦ πεποίηται. | At this point, the vaulted roof narrows again, and above this narrow part an eagle sits, while below the eagle the river Alpheus is depicted. | καί αὖθις ὁ ἀετός κάτειμι εἰς στενός καί κατά οὗτος Ἀλφειός ἐπί αὐτός ποιέω | 0 |
| 5.10.7 | 5 | τῷ δὲ ἀνδρὶ ὃς ἡνιοχεῖ τῷ Πέλοπι λόγῳ μὲν τῷ Τροιζηνίων ἐστὶν ὄνομα Σφαῖρος, ὁ δὲ ἐξηγητὴς ἔφασκεν ὁ ἐν Ὀλυμπίᾳ Κίλλαν εἶναι. | Regarding the man who drives the chariot for Pelops, according to the tradition of the Troizenians, his name is Sphairos; but the guide at Olympia stated that his name was Killas. | ὁ δέ ἀνήρ ὅς ἡνιοχέω ὁ Πέλοψ λόγος μέν ὁ Τροιζήνιος εἰμί ὄνομα σφαῖρος ὁ δέ ἐξηγητής φάσκω ὁ ἐν Ὀλυμπία Κίλλα εἰμί | 0 |
| 5.10.8 | 1 | τὰ μὲν δὴ ἔμπροσθεν ἐν τοῖς ἀετοῖς ἐστι Παιωνίου , γένος ἐκ Μένδης τῆς Θρᾳκίας, τὰ δὲ ὄπισθεν αὐτῶν Ἀλκαμένους , ἀνδρὸς ἡλικίαν τε κατὰ Φειδίαν καὶ δευτερεῖα ἐνεγκαμένου σοφίας ἐς ποίησιν ἀγαλμάτων. | The figures in the front pediment are by Paeonius, who was from Mende in Thrace, while those in the pediment at the back are by Alcamenes, a contemporary of Pheidias, who was considered second only to him in the skill of creating statues. | ὁ μέν δή ἔμπροσθεν ἐν ὁ ἀετός εἰμί παιώνιος γένος ἐκ Μένδη ὁ θρακίς ὁ δέ ὄπισθεν αὐτός Ἀλκαμένης ἀνήρ ἡλικία τε κατά Φειδίας καί δεύτερος ἐνέγκαμαι σοφία εἰς ποίησις ἄγαλμα | 0 |
| 5.10.8 | 2 | τὰ δὲ ἐν τοῖς ἀετοῖς ἐστιν αὐτῷ Λαπιθῶν ἐν τῷ Πειρίθου γάμῳ πρὸς Κενταύρους ἡ μάχη. | The sculptures in this pediment depict the battle between the Lapiths and the Centaurs, at the wedding-feast of Peirithous. | ὁ δέ ἐν ὁ ἀετός εἰμί αὐτός Λαπίθης ἐν ὁ Πειρίθοος γάμος πρός κένταυρος ὁ μάχη | 0 |
| 5.10.8 | 3 | κατὰ μὲν δὴ τοῦ ἀετοῦ τὸ μέσον Πειρίθους ἐστίν· | In the center of the pediment is Peirithous himself. | κατά μέν δή ὁ ἀετός ὁ μέσος Πειρίθοος εἰμί | 0 |
| 5.10.8 | 4 | παρὰ δὲ αὐτὸν τῇ μὲν Εὐρυτίων ἡρπακὼς τὴν γυναῖκά ἐστι τοῦ Πειρίθου καὶ ἀμύνων Καινεὺς τῷ Πειρίθῳ, τῇ δὲ Θησεὺς ἀμυνόμενος πελέκει τοὺς Κενταύρους· | Beside him, on one side, Eurytion is shown seizing the wife of Peirithous, while Caeneus comes to his aid; and on the other side, Theseus defends himself against the Centaurs with an axe. | παρά δέ αὐτός ὁ μέν Εὐρυτίων ἁρπάζω ὁ γυνή εἰμί ὁ Πειρίθοος καί ἀμύνω καινός ὁ Πειρίθοος ὁ δέ Θησεύς ἀμύνομαι πέλεκυς ὁ κένταυρος | 0 |
| 5.10.8 | 5 | Κένταυρος δὲ ὁ μὲν παρθένον, ὁ δὲ παῖδα ἡρπακώς ἐστιν ὡραῖον. | One Centaur is depicted carrying away a maiden, another a handsome boy. | κένταυρος δέ ὁ μέν παρθένος ὁ δέ παῖς ἁρπάζω εἰμί ὡραῖος | 0 |
| 5.10.8 | 6 | ἐποίησε δὲ ἐμοὶ δοκεῖν ταῦτα ὁ Ἀλκαμένης, Πειρίθουν τε εἶναι Διὸς ἐν ἔπεσι τοῖς Ὁμήρου δεδιδαγμένος καὶ Θησέα ἐπιστάμενος ὡς εἴη τέταρτος ἀπὸ Πέλοπος. | It is my opinion that Alcamenes crafted these scenes having learned from Homer's verses that Peirithous was a son of Zeus, and knowing also that Theseus was fourth in descent from Pelops. | ποιέω δέ ἐγώ δοκέω οὗτος ὁ Ἀλκαμένης Πειρίθοος τε εἰμί Ζεύς ἐν ἔπος ὁ Ὅμηρος διδάσκω καί Θησεύς ἐπίσταμαι ὡς εἴην τέταρτος ἀπό Πέλοψ | 0 |
| 5.10.9 | 1 | ἔστι δὲ ἐν Ὀλυμπίᾳ καὶ Ἡρακλέους τὰ πολλὰ τῶν ἔργων. | At Olympia also are depicted many of the Labors of Heracles. | εἰμί δέ ἐν Ὀλυμπία καί Ἡρακλῆς ὁ πολύς ὁ ἔργον | 0 |
| 5.10.9 | 2 | ὑπὲρ μὲν τοῦ ναοῦ πεποίηται τῶν θυρῶν ἡ ἐξ Ἀρκαδίας ἄγρα τοῦ ὑὸς καὶ τὰ πρὸς Διομήδην τὸν Θρᾷκα καὶ ἐν Ἐρυθείᾳ πρὸς Γηρυόνην, καὶ Ἄτλαντός τε τὸ φόρημα ἐκδέχεσθαι μέλλων καὶ τῆς κόπρου καθαίρων τὴν γῆν ἐστιν Ἠλείοις· | Above the doors of the temple is represented the hunting of the boar from Arcadia, the deed concerning Diomedes the Thracian, and the encounter on Erytheia with Geryon; there is Atlas about to transfer his burden onto Heracles' shoulders, and Heracles cleansing the land of Elis from the dung. | ὑπέρ μέν ὁ ναός ποιέω ὁ θύρα ὁ ἐκ Ἀρκαδία ἄγρα ὁ ὗς καί ὁ πρός Διομήδης ὁ Θρᾷξ καί ἐν Ἐρυθεία πρός Γηρυόνης καί Ἄτλας τε ὁ φόρημα ἐκδέχομαι μέλλω καί ὁ κόπρος καθαίρω ὁ γῆ εἰμί Ἠλεῖος | 0 |
| 5.10.9 | 3 | ὑπὲρ δὲ τοῦ ὀπισθοδόμου τῶν θυρῶν ὁ τοῦ ζωστῆρος τὴν Ἀμαζόνα ἐστὶν ἀφαιρούμενος καὶ τὰ ἐς τὴν ἔλαφον καὶ τὸν ἐν Κνωσσῷ ταῦρον καὶ ὄρνιθας τὰς ἐπὶ Στυμφήλῳ καὶ ἐς ὕδραν τε καὶ τὸν ἐν τῇ γῇ τῇ Ἀργείᾳ λέοντα. | Above the doors of the opisthodomos he is depicted taking the girdle away from the Amazon, the deed involving the hind, the bull in Knossos, the birds of Lake Stymphalos, and also those labors concerning the Hydra and the lion in the Argive territory. | ὑπέρ δέ ὁ ὀπισθόδομος ὁ θύρα ὁ ὁ ζωστήρ ὁ Ἀμαζών εἰμί ἀφαιρέω καί ὁ εἰς ὁ ἔλαφος καί ὁ ἐν κνωσσός ταῦρος καί ὄρνις ὁ ἐπί Στύμφηλος καί εἰς ὕδρα τε καί ὁ ἐν ὁ γῆ ὁ Ἀργεία λέων | 0 |
| 5.10.10 | 1 | τὰς θύρας δὲ ἐσιόντι τὰς χαλκᾶς, ἔστιν ἐν δεξιᾷ πρὸ τοῦ κίονος Ἴφιτος ὑπὸ γυναικὸς στεφανούμενος Ἐκεχειρίας, ὡς τὸ ἐλεγεῖον τὸ ἐπʼ αὐτοῖς φησιν. | Upon entering the bronze doors, on the right-hand side before the column is Iphitos being crowned by a woman named Ekecheiria (Truce), as the elegiac verses upon them state. | ὁ θύρα δέ εἰσίημι ὁ χαλκᾶς εἰμί ἐν δεξιός πρό ὁ κίων Ἴφιτος ὑπό γυνή στεφανόω ἐκεχειρία ὡς ὁ ἐλεγεῖον ὁ ἐπί αὐτός φημί | 0 |
| 5.10.10 | 2 | ἑστήκασι δὲ καὶ ἐντὸς τοῦ ναοῦ κίονες, καὶ στοαί τε ἔνδον ὑπερῷοι καὶ πρόσοδος διʼ αὐτῶν ἐπὶ τὸ ἄγαλμά ἐστι. | Columns also stand within the temple, and there are inner colonnades with upper floors, through which there is a passage leading to the statue. | ἵστημι δέ καί ἐντός ὁ ναός κίων καί στοά τε ἔνδον ὑπερῷος καί πρόσοδος διά αὐτός ἐπί ὁ ἄγαλμα εἰμί | 0 |
| 5.10.10 | 3 | πεποίηται δὲ καὶ ἄνοδος ἐπὶ τὸν ὄροφον σκολιά. | There is also a winding stairway constructed, ascending to the roof. | ποιέω δέ καί ἄνοδος ἐπί ὁ ὄροφος σκολιός | 0 |