Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 5.14.1 | 1 | ὁ δὲ ἐν Ὀλυμπίᾳ βωμὸς παρέχεται καὶ ἄλλο τοιόνδε ἐς θαῦμα· | The altar in Olympia offers another marvel of the following kind. | ὁ δέ ἐν Ὀλυμπία βωμός παρέχω καί ἄλλος τοιόσδε εἰς θαῦμα | 0 |
| 5.14.1 | 2 | οἱ γὰρ ἰκτῖνες πεφυκότες ἁρπάζειν μάλιστα ὀρνίθων ἀδικοῦσιν οὐδὲν ἐν Ὀλυμπίᾳ τοὺς θύοντας· | Kites, which by nature especially snatch meat from birds, commit no harm against those sacrificing at Olympia. | ὁ γάρ ἰκτίνος φύω ἁρπάζω μάλιστα ὄρνις ἀδικέω οὐδέν ἐν Ὀλυμπία ὁ θύω | 0 |
| 5.14.1 | 3 | ἢν δὲ ἁρπάσῃ ποτὲ ἰκτῖνος ἤτοι σπλάγχνα ἢ τῶν κρεῶν, νενόμισται τῷ θύοντι οὐκ αἴσιον εἶναι τὸ σημεῖον. | But if ever a kite does seize either entrails or pieces of the flesh, it is thought by the sacrificer to be an unfavorable omen. | ἐάν δέ ἁρπάζω ποτέ ἰκτίνος ἤτοι σπλάγχνον ἤ ὁ κρέας νομίζω ὁ θύω οὐ αἴσιος εἰμί ὁ σημεῖον | 0 |
| 5.14.1 | 4 | φασὶ δὲ Ἡρακλεῖ τῷ Ἀλκμήνης θύοντι ἐν Ὀλυμπίᾳ διʼ ὄχλου μάλιστα γενέσθαι τὰς μυίας· | They say that when Heracles, the son of Alcmene, was sacrificing at Olympia, flies became especially troublesome due to their multitude. | φημί δέ Ἡρακλῆς ὁ Ἀλκμήνη θύω ἐν Ὀλυμπία διά ὄχλος μάλιστα γίγνομαι ὁ μυῖα | 0 |
| 5.14.1 | 5 | ἐξευρόντα οὖν αὐτὸν ἢ καὶ ὑπʼ ἄλλου διδαχθέντα Ἀπομυίῳ θῦσαι Διί, καὶ οὕτως ἀποτραπῆναι τὰς μυίας πέραν τοῦ Ἀλφειοῦ. | Therefore, having himself either discovered the solution or been taught it by someone else, he sacrificed to Zeus Apomyios ("Fly-driver"), and thus the flies departed, being driven beyond the Alpheios. | εὑρίσκω οὖν αὐτός ἤ καί ὑπό ἄλλος διδάσκω ἀπομυίος θύω Ζεύς καί οὕτως ἀποτρέπω ὁ μυῖα πέραν ὁ Ἀλφειός | 0 |
| 5.14.1 | 6 | λέγονται δὲ κατὰ ταὐτὰ καὶ Ἠλεῖοι θύειν τῷ Ἀπομυίῳ Διί, ἐξελαύνοντες τῆς Ἠλείας Ὀλυμπίας τὰς μυίας. | For this very reason, it is said, the Eleans themselves perform sacrifices to Zeus Apomyios, driving the flies away from Olympia in Elis. | λέγω δέ κατά αὐτός καί Ἠλεῖος θύω ὁ ἀπομυίος Ζεύς ἐξελαύνω ὁ Ἠλεία Ὀλυμπία ὁ μυῖα | 0 |
| 5.14.2 | 1 | τῆς δὲ λεύκης μόνης τοῖς ξύλοις ἐς τοῦ Διὸς τὰς θυσίας καὶ ἀπʼ οὐδενὸς δένδρου τῶν ἄλλων οἱ Ἠλεῖοι χρῆσθαι νομίζουσι, κατʼ ἄλλο μὲν οὐδὲν προτιμῶντες ἐμοὶ δοκεῖν τὴν λεύκην, ὅτι δὲ Ἡρακλῆς ἐκόμισεν αὐτὴν ἐς Ἕλληνας ἐκ τῆς Θεσπρωτίδος χώρας. | Only the wood of the white poplar do the Eleans regard as appropriate for sacrifices to Zeus, making use of no other tree whatsoever. | ὁ δέ λεύκη μόνος ὁ ξύλον εἰς ὁ Ζεύς ὁ θυσία καί ἀπό οὐδείς δένδρον ὁ ἄλλος ὁ Ἠλεῖος χράομαι νομίζω κατά ἄλλος μέν οὐδέν προτιμάω ἐγώ δοκέω ὁ λεύκη ὅτι δέ Ἡρακλῆς κομίζω αὐτός εἰς Ἕλλην ἐκ ὁ Θεσπρωτίς χώρα | 0 |
| 5.14.2 | 2 | καί μοι καὶ αὐτὸς ὁ Ἡρακλῆς ἐφαίνετο, ἡνίκα τῷ Διὶ ἔθυεν ἐν Ὀλυμπίᾳ, τῶν ἱερείων τὰ μηρία ἐπὶ λεύκης καῦσαι ξύλων· | To my thinking, their preference for the white poplar is based not on any quality peculiar to the tree itself but because Heracles brought it to Greece from the land of Thesprotia. | καί ἐγώ καί αὐτός ὁ Ἡρακλῆς φαίνω ἡνίκα ὁ Ζεύς θύω ἐν Ὀλυμπία ὁ ἱερεῖον ὁ μηρίον ἐπί λεύκη καίω ξύλον | 0 |
| 5.14.2 | 3 | τὴν δὲ λεύκην ὁ Ἡρακλῆς πεφυκυῖαν παρὰ τὸν Ἀχέροντα εὗρε τὸν ἐν Θεσπρωτίᾳ ποταμόν, καὶ τοῦδε ἕνεκά φασιν αὐτὴν Ἀχερωίδα ὑπὸ Ὁμήρου καλεῖσθαι. | It seemed to me that Heracles himself employed its wood when sacrificing to Zeus at Olympia, burning upon white poplar wood the thighs of the sacrificial victims. | ὁ δέ λεύκη ὁ Ἡρακλῆς φύω παρά ὁ Ἀχέρων εὑρίσκω ὁ ἐν Θεσπρωτία ποταμός καί ὅδε ἕνεκα φημί αὐτός Ἀχερωΐς ὑπό Ὅμηρος καλέω | 0 |
| 5.14.3 | 1 | εἶχον δὲ ἄρα καὶ ἐξ ἀρχῆς οἱ ποταμοὶ καὶ ἐς τόδε ἔχουσιν οὐ κατὰ τὰ αὐτὰ ἐπιτηδείως πρὸς γένεσιν πόας τε καὶ δένδρων· ἀλλὰ πλεῖσται μὲν ὑπὸ Μαιάνδρου μυρῖκαι καὶ μάλιστα αὔξονται, Ἀσωπὸς δὲ ὁ Βοιώτιος βαθυτάτας πέφυκεν ἐκτρέφειν τὰς σχοίνους, τὸ δένδρον δὲ ἡ περσεία μόνου χαίρει τοῦ Νείλου τῷ ὕδατι. | From the beginning, rivers have had, and still have now, different qualities, each suited differently to nourishing grasses and trees; thus, great numbers of tamarisks grow most abundantly beside the Maeander; the Boeotian Asopus is naturally best at growing the tallest reeds; and as a tree, the Egyptian persea delights solely in the waters of the Nile. | ἔχω δέ ἄρα καί ἐκ ἀρχή ὁ ποταμός καί εἰς ὅδε ἔχω οὐ κατά ὁ αὐτός ἐπιτηδείως πρός γένεσις πούς τε καί δένδρον ἀλλά πλεῖστος μέν ὑπό Μαίανδρος μυρῖκη καί μάλιστα αὔξω Ἀσωπός δέ ὁ Βοιώτιος βαθύς φύω ἐκτρέφω ὁ σχοῖνος ὁ δένδρον δέ ὁ Περσεία μόνος χαίρω ὁ Νεῖλος ὁ ὕδωρ | 0 |
| 5.14.3 | 2 | οὕτω καὶ τὴν λεύκην θαῦμα οὐδὲν καὶ αἴγειρόν τε καὶ κότινον, τὴν μὲν ἐπὶ Ἀχέροντι ἀναφῦναι πρώτῳ, κότινον δὲ ἐπὶ τῷ Ἀλφειῷ, τὴν δὲ αἴγειρον γῆς τῆς τῶν Κελτῶν καὶ Ἠριδανοῦ τοῦ Κελτικοῦ θρέμμα εἶναι. | So too, there is nothing surprising in the fact that the white poplar first appeared beside the Acheron, the wild olive by the Alpheios, and that the black poplar should be native to the land of the Celts and the Celtic Eridanus. | οὕτως καί ὁ λεύκη θαῦμα οὐδέν καί αἴγειρος τε καί κότινος ὁ μέν ἐπί Ἀχέρων ἀναφύω πρῶτος κότινος δέ ἐπί ὁ Ἀλφειός ὁ δέ αἴγειρος γῆ ὁ ὁ Κελτός καί Ἠριδανός ὁ Κελτικός θρέμμα εἰμί | 0 |
| 5.14.4 | 1 | φέρε δή, ἐποιησάμεθα γὰρ βωμοῦ τοῦ μεγίστου μνήμην, ἐπέλθωμεν καὶ τὰ ἐς ἅπαντας ἐν Ὀλυμπίᾳ τοὺς βωμούς· | Come then—since I have already mentioned the altar of Zeus the Greatest—let us proceed to enumerate all the altars at Olympia. | φέρω δή ποιέω γάρ βωμός ὁ μέγιστος μνήμη ἐπέρχομαι καί ὁ εἰς ἅπας ἐν Ὀλυμπία ὁ βωμός | 0 |
| 5.14.4 | 2 | ἐπακολουθήσει δὲ ὁ λόγος μοι τῇ ἐς αὐτοὺς τάξει, καθʼ ἥντινα Ἠλεῖοι θύειν ἐπὶ τῶν βωμῶν νομίζουσι. | My account shall follow the very order in which the Eleans customarily sacrifice upon these altars. | ἐπακολουθέω δέ ὁ λόγος ἐγώ ὁ εἰς αὐτός τάξις κατά ὅστις Ἠλεῖος θύω ἐπί ὁ βωμός νομίζω | 0 |
| 5.14.4 | 3 | θύουσι δὲ Ἑστίᾳ μὲν πρώτῃ, δευτέρῳ δὲ τῷ Ὀλυμπίῳ Διὶ ἰόντες ἐπὶ τὸν βωμὸν τὸν ἐντὸς τοῦ ναοῦ, τρίτα δὲ Λαοίτᾳ Διὶ καὶ Ποσειδῶνι Λαοίτᾳ· ἐπὶ ἑνὸς βωμοῦ καὶ αὕτη καθέστηκεν ἡ θυσία. | First they sacrifice to Hestia, secondly to Olympian Zeus as they approach his altar within the temple, and thirdly to Zeus Laoitas and Poseidon Laoitas; this sacrifice is also offered upon a single altar. | θύω δέ ἑστία μέν πρῶτος δεύτερος δέ ὁ Ὀλύμπιος Ζεύς ἰών ἐπί ὁ βωμός ὁ ἐντός ὁ ναός τρία δέ Λαοίτας Ζεύς καί Ποσειδῶν Λαοίτας ἐπί εἷς βωμός καί οὗτος καθίστημι ὁ θυσία | 0 |
| 5.14.5 | 1 | τέταρτα καὶ πέμπτα Ἀρτέμιδι θύουσι καὶ Ληίτιδι Ἀθηνᾷ, ἕκτα Ἐργάνῃ· | On the fourth and fifth days they sacrifice to Artemis and to Athena surnamed Leitis, and on the sixth to Athena Ergane. | τέταρτος καί πέμπτος Ἄρτεμις θύω καί ληίς Ἀθηνᾶ ἕκτη Ἐργάνη | 0 |
| 5.14.5 | 2 | ταύτῃ τῇ Ἐργάνῃ καὶ οἱ ἀπόγονοι Φειδίου, καλούμενοι δὲ φαιδρυνταί, γέρας παρὰ Ἠλείων εἰληφότες τοῦ Διὸς τὸ ἄγαλμα ἀπὸ τῶν προσιζανόντων καθαίρειν, οὗτοι θύουσιν ἐνταῦθα πρὶν ἢ λαμπρύνειν τὸ ἄγαλμα ἄρχονται. | It is Athena Ergane to whom the descendants of Pheidias—called the Phaidryntai—offer sacrifice here before they begin to clean the statue of Zeus, having received from the Eleans the privilege of cleansing the statue from any impurities that have settled upon it. | οὗτος ὁ Ἐργάνη καί ὁ ἀπόγονος Φειδίας καλέω δέ φαιδρυντής γέρας παρά Ἠλεῖος λαμβάνω ὁ Ζεύς ὁ ἄγαλμα ἀπό ὁ προσιζάνω καθαίρω οὗτος θύω ἐνταῦθα πρίν ἤ λαμπρύνω ὁ ἄγαλμα ἄρχομαι | 0 |
| 5.14.5 | 3 | ἔστι δὲ Ἀθηνᾶς καὶ ἄλλος βωμὸς πλησίον τοῦ ναοῦ, καὶ Ἀρτέμιδος παρʼ αὐτὸν τετράγωνος ἀνήκων ἠρέμα ἐς ὕψος. | There is also another altar of Athena near the temple, and beside it is a square altar of Artemis, gently rising upwards. | εἰμί δέ Ἀθηνᾶ καί ἄλλος βωμός πλησίον ὁ ναός καί Ἄρτεμις παρά αὐτός τετράγωνος ἀνήκω ἠρέμα εἰς ὕψος | 0 |
| 5.14.6 | 1 | μετὰ δὲ τοὺς κατειλεγμένους Ἀλφειῷ καὶ Ἀρτέμιδι θύουσιν ἐπὶ ἑνὸς βωμοῦ· | After those mentioned above, they sacrifice to Alpheios and Artemis upon a single altar. | μετά δέ ὁ καταλέγω Ἀλφειός καί Ἄρτεμις θύω ἐπί εἷς βωμός | 0 |
| 5.14.6 | 2 | τὸ δὲ αἴτιον τούτου παρεδήλωσε μέν που καὶ Πίνδαρος ἐν ᾠδῇ, γράφομεν δὲ καὶ ἡμεῖς ἐν τοῖς λόγοις τοῖς Λετριναίοις. | The reason for this has been made clear by Pindar somewhere in an ode; and I myself have also written about it in my account of the Letrinians. | ὁ δέ αἴτιος οὗτος παραδηλόω μέν πού καί Πίνδαρος ἐν ᾠδή γράφω δέ καί ἐγώ ἐν ὁ λόγος ὁ Λετριναῖος | 0 |
| 5.14.6 | 3 | τούτου δὲ οὐ πόρρω καὶ ἄλλος τῷ Ἀλφειῷ βωμὸς πεποίηται, παρὰ δὲ αὐτόν ἐστιν Ἡφαίστου· | Not far from this altar stands another dedicated to Alpheios, and close beside it is one of Hephaestus. | οὗτος δέ οὐ πόρρω καί ἄλλος ὁ Ἀλφειός βωμός ποιέω παρά δέ αὐτός εἰμί Ἥφαιστος | 0 |
| 5.14.6 | 4 | τοῦ δὲ Ἡφαίστου τὸν βωμόν εἰσιν Ἠλείων οἳ ὀνομάζουσιν Ἀρείου Διός· | Some of the Eleans, however, call this altar of Hephaestus the altar of Ares Zeus. | ὁ δέ Ἥφαιστος ὁ βωμός εἰμί Ἠλεῖος ὅς ὀνομάζω Ἄρειος Ζεύς | 0 |
| 5.14.6 | 5 | λέγουσι δὲ οἱ αὐτοὶ οὗτοι καὶ ὡς Οἰνόμαος ἐπὶ τοῦ βωμοῦ τούτου θύοι τῷ Ἀρείῳ Διί, ὁπότε τῶν Ἱπποδαμείας μνηστήρων καθίστασθαι μέλλοι τινὶ ἐς ἵππων ἅμιλλαν. | These same Eleans also say that Oenomaus offered sacrifice on this altar to Ares Zeus whenever he was about to contend in chariot-racing with one of Hippodameia's suitors. | λέγω δέ ὁ αὐτός οὗτος καί ὡς Οἰνόμαος ἐπί ὁ βωμός οὗτος θύω ὁ Ἄρειος Ζεύς ὁπότε ὁ Ἱπποδάμεια μνηστήρ καθίστημι μέλλω τις εἰς ἵππος ἅμιλλα | 0 |
| 5.14.7 | 1 | μετὰ τοῦτον πεποίηται μὲν Ἡρακλεῖ βωμὸς ἐπίκλησιν Παραστάτῃ, πεποίηται δὲ καὶ τοῦ Ἡρακλέους τοῖς ἀδελφοῖς Ἐπιμήδει καὶ Ἴδᾳ καὶ Παιωναίῳ τε καὶ Ἰάσῳ· | Next to this has been made an altar to Heracles, surnamed Parastates ("Protector"), and altars have also been erected for Epimedes, Ida, Paeonaeus, and Iasus, who were brothers of Heracles. | μετά οὗτος ποιέω μέν Ἡρακλῆς βωμός ἐπίκλησις παραστάτης ποιέω δέ καί ὁ Ἡρακλῆς ὁ ἀδελφός ἐπιμήδης καί ἴδη καί Παιωναῖος τε καί Ἰάσος | 0 |
| 5.14.7 | 2 | τὸν δὲ τοῦ Ἴδα βωμὸν Ἀκεσίδα ὑπὸ ἑτέρων οἶδα καλούμενον. | I know, however, that Ida's altar is called Acesidas by some. | ὁ δέ ὁ Ἶας βωμός Ἀκεσίδας ὑπό ἕτερος οἶδα καλέω | 0 |
| 5.14.7 | 3 | ἔνθα δὲ τῆς οἰκίας τὰ θεμέλιά ἐστι τῆς Οἰνομάου, δύο ἐνταῦθά εἰσι βωμοί, Διός τε Ἑρκείου ---τοῦτον ὁ Οἰνόμαος ἐφαίνετο αὐτὸς οἰκοδομήσασθαι ---, τῷ δὲ Κεραυνίῳ Διὶ ὕστερον ἐποιήσαντο ἐμοὶ δοκεῖν βωμόν, ὅτʼ ἐς τοῦ Οἰνομάου τὴν οἰκίαν κατέσκηψεν ὁ κεραυνός. | At the site where the foundations of Oenomaus' house stood, there are two altars: one of Zeus Herkeios ("Protector of the Household"), which is said to have been built by Oenomaus himself; and another, to Zeus Keraunios ("Zeus of the Thunderbolt"), erected later, in my opinion, when the thunderbolt fell upon the house of Oenomaus. | ἔνθα δέ ὁ οἰκία ὁ θεμέλιον εἰμί ὁ Οἰνόμαος δύο ἐνταῦθα εἰμί βωμός Ζεύς τε ἑρκαῖος οὗτος ὁ Οἰνόμαος φαίνω αὐτός οἰκοδομέω ὁ δέ κεραύνιος Ζεύς ὕστερον ποιέω ἐγώ δοκέω βωμός ὅτε εἰς ὁ Οἰνόμαος ὁ οἰκία κατασκήπτω ὁ κεραυνός | 0 |
| 5.14.8 | 1 | τὰ δὲ ἐς τὸν μέγαν βωμὸν ὀλίγῳ μέν τι ἡμῖν πρότερόν ἐστιν εἰρημένα, καλεῖται δὲ Ὀλυμπίου Διός· | We have already given a brief account earlier of the great altar, called that of Olympian Zeus. | ὁ δέ εἰς ὁ μέγας βωμός ὀλίγος μέν τις ἐγώ πρότερος εἰμί λέγω καλέω δέ Ὀλύμπιος Ζεύς | 0 |
| 5.14.8 | 2 | πρὸς αὐτῷ δέ ἐστιν Ἀγνώστων θεῶν βωμὸς καὶ μετὰ τοῦτον Καθαρσίου Διὸς καὶ Νίκης καὶ αὖθις Διὸς ἐπωνυμίαν Χθονίου. | Near it stands an altar of the Unknown gods, and after that one, altars dedicated to Zeus Katharsios ("the Purifier"), to Nike ("Victory"), and then again to Zeus under the surname Chthonius ("of the Underworld"). | πρός αὐτός δέ εἰμί ἄγνωστος θεός βωμός καί μετά οὗτος καθάρσιος Ζεύς καί νίκη καί αὖθις Ζεύς ἐπωνυμία χθόνιος | 0 |
| 5.14.8 | 3 | εἰσὶ δὲ καὶ θεῶν πάντων βωμοὶ καὶ Ἥρας ἐπίκλησιν Ὀλυμπίας, πεποιημένος τέφρας καὶ οὗτος· Κλυμένου δέ φασιν αὐτὸν ἀνάθημα εἶναι. | There are also altars to all the gods collectively, and to Hera surnamed Olympia; this one too, like the others, is made of ashes, and is said to have been dedicated by Clymenus. | εἰμί δέ καί θεός πᾶς βωμός καί Ἥρα ἐπίκλησις Ὀλυμπία ποιέω τέφρα καί οὗτος κλύμενος δέ φημί αὐτός ἀνάθημα εἰμί | 0 |
| 5.14.8 | 4 | μετὰ δὲ τοῦτον Ἀπόλλωνος καὶ Ἑρμοῦ βωμός ἐστιν ἐν κοινῷ, διότι Ἑρμῆν λύρας, Ἀπόλλωνα δὲ εὑρέτην εἶναι κιθάρας Ἑλλήνων ἐστὶν ἐς αὐτοὺς λόγος. | After it is an altar shared by Apollo and Hermes in common, because the Greeks say Hermes invented the lyre, while Apollo discovered the kithara. | μετά δέ οὗτος Ἀπόλλων καί Ἑρμῆς βωμός εἰμί ἐν κοινός διότι Ἑρμῆς λύρα Ἀπόλλων δέ εὑρέτης εἰμί κιθάρα Ἕλλην εἰμί εἰς αὐτός λόγος | 0 |
| 5.14.9 | 1 | ἐφεξῆς δὲ Ὁμονοίας βωμὸς καὶ αὖθις Ἀθηνᾶς, ὁ δὲ Μητρὸς θεῶν. | Next is an altar of Concord, then again one of Athena, and another of the Mother of the Gods. | ἐφεξῆς δέ ὁμόνοια βωμός καί αὖθις Ἀθηνᾶ ὁ δέ μήτηρ θεός | 0 |
| 5.14.9 | 2 | τῆς ἐσόδου δὲ τῆς ἐς τὸ στάδιόν εἰσιν ἐγγύτατα βωμοὶ δύο· τὸν μὲν αὐτῶν Ἑρμοῦ καλοῦσιν Ἐναγωνίου, τὸν δὲ ἕτερον Καιροῦ. | Closest to the entrance to the stadium are two altars; one of these they name Hermes Enagonios ("of the Contest"), and the other Kairos ("Opportunity"). | ὁ ἔσοδος δέ ὁ εἰς ὁ στάδιον εἰμί ἐγγύτατα βωμός δύο ὁ μέν αὐτός Ἑρμῆς καλέω ἐναγώνιος ὁ δέ ἕτερος καιρός | 0 |
| 5.14.9 | 3 | Ἴωνι δὲ οἶδα τῷ Χίῳ καὶ ὕμνον πεποιημένον Καιροῦ· γενεαλογεῖ δὲ ἐν τῷ ὕμνῳ νεώτατον παίδων Διὸς Καιρὸν εἶναι. | I know that Ion the Chian composed a hymn to Kairos, and in that hymn he makes Kairos the youngest son of Zeus. | Ἴων δέ οἶδα ὁ χῖος καί ὕμνος ποιέω καιρός γενεαλογέω δέ ἐν ὁ ὕμνος νεώτατος παῖς Ζεύς καιρός εἰμί | 0 |
| 5.14.9 | 4 | πλησίον δὲ τοῦ Σικυωνίων θησαυροῦ ἤτοι Κουρήτων ἢ τοῦ Ἀλκμήνης ἐστὶν Ἡρακλέους· λέγεται γὰρ καὶ ἀμφότερα. | Near the treasury of the Sicyonians there is the treasury either of the Curetes or of Alcmene, mother of Heracles; for both accounts are told. | πλησίον δέ ὁ Σικυώνιος θησαυρός ἤτοι Κουρῆτες ἤ ὁ Ἀλκμήνη εἰμί Ἡρακλῆς λέγω γάρ καί ἀμφότερος | 0 |
| 5.14.10 | 1 | ἐπὶ δὲ τῷ Γαίῳ καλουμένῳ, βωμός ἐστιν ἐπʼ αὐτῷ Γῆς, τέφρας καὶ οὗτος· | Upon the place called Gaios there stands an altar to Earth, also made of ashes. | ἐπί δέ ὁ γαῖα καλέω βωμός εἰμί ἐπί αὐτός γῆ τέφρα καί οὗτος | 0 |
| 5.14.10 | 2 | τὰ δὲ ἔτι ἀρχαιότερα καὶ μαντεῖον τῆς Γῆς αὐτόθι εἶναι λέγουσιν. | Older traditions say that there was once an oracle of Earth there. | ὁ δέ ἔτι ἀρχαῖος καί μαντεῖον ὁ γῆ αὐτόθι εἰμί λέγω | 0 |
| 5.14.10 | 3 | ἐπὶ δὲ τοῦ ὀνομαζομένου Στομίου Θέμιδι ὁ βωμὸς πεποίηται. | On the summit called Stomion is an altar constructed for Themis. | ἐπί δέ ὁ ὀνομάζω στόμιον Θέμις ὁ βωμός ποιέω | 0 |
| 5.14.10 | 4 | τοῦ δὲ Καταιβάτου Διὸς προβέβληται μὲν πανταχόθεν πρὸ τοῦ βωμοῦ φράγμα, ἔστι δὲ πρὸς τῷ βωμῷ τῷ ἀπὸ τῆς τέφρας τῷ μεγάλῳ. | Around every side of the altar of Zeus Kataibates stands an enclosure; this altar is close to the great altar of ashes. | ὁ δέ καταιβάτης Ζεύς προβάλλω μέν πανταχόθεν πρό ὁ βωμός φράγμα εἰμί δέ πρός ὁ βωμός ὁ ἀπό ὁ τέφρα ὁ μέγας | 0 |
| 5.14.10 | 5 | μεμνήσθω δέ τις οὐ κατὰ στοῖχον τῆς ἱδρύσεως ἀριθμουμένους τοὺς βωμούς, τῇ δὲ τάξει τῇ Ἠλείων ἐς τὰς θυσίας συμπερινοστοῦντα ἡμῖν τὸν λόγον. | Let someone bear in mind that my enumeration of the altars is not according to their positioning, but follows the order in which the Eleans make their sacrifices. | μιμνήσκω δέ τις οὐ κατά στοῖχος ὁ ἵδρυσις ἀριθμέω ὁ βωμός ὁ δέ τάξις ὁ Ἠλεῖος εἰς ὁ θυσία συμπερινοστέω ἐγώ ὁ λόγος | 0 |
| 5.14.10 | 6 | πρὸς δὲ τῷ τεμένει τοῦ Πέλοπος Διονύσου μὲν καὶ Χαρίτων ἐν κοινῷ, μεταξὺ δὲ αὐτῶν Μουσῶν καὶ ἐφεξῆς τούτων Νυμφῶν ἐστι βωμός. | Near the precinct of Pelops there is a common altar of Dionysus and the Graces, with an altar of the Muses between them, and next in order comes an altar dedicated to the Nymphs. | πρός δέ ὁ τέμενος ὁ Πέλοψ Διόνυσος μέν καί χάρις ἐν κοινός μεταξύ δέ αὐτός Μοῦσα καί ἐφεξῆς οὗτος νύμφη εἰμί βωμός | 0 |