Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 5.4.1 | 1 | λέγεται δὲ καὶ ἄλλο ἐπὶ τῷ Ὀξύλῳ τοιόνδε, ὡς τοὺς παῖδας ὑποπτεύσειε τοῦ Ἀριστομάχου, μὴ τὴν Ἠλείαν τε ἰδόντες ἀγαθὴν οὖσαν καὶ ἐξειργασμένην διὰ πάσης οὐκ ἐθελήσωσιν ἔτι αὐτῷ διδόναι τὴν γῆν, καὶ τοῦδε ἕνεκα διὰ τῶν Ἀρκάδων καὶ οὐ διὰ τῆς Ἠλείας τοῖς Δωριεῦσιν ἡγήσατο. | Another story is also told regarding Oxylus, namely that he distrusted the sons of Aristomachus, suspecting that if they saw Elis, fertile and entirely cultivated, they would no longer wish to grant him the land. | λέγω δέ καί ἄλλος ἐπί ὁ ὀξύς τοιόσδε ὡς ὁ παῖς ὑποπτεύω ὁ Ἀριστόμαχος μή ὁ ἠλεῖος τε ὁράω ἀγαθός εἰμί καί ἐξεργάζομαι διά πᾶς οὐ ἐθέλω ἔτι αὐτός δίδωμι ὁ γῆ καί ὅδε ἕνεκα διά ὁ Ἀρκάς καί οὐ διά ὁ Ἠλεία ὁ Δωριεύς ἡγέομαι | 0 |
| 5.4.1 | 2 | Ὀξύλῳ δὲ σπεύσαντι ἀμαχεὶ λαβεῖν τὴν Ἠλείων ἀρχὴν Δῖος οὐκ εἶκε, πρόκλησιν δὲ ἐποιεῖτο μὴ σφᾶς παρασκευῇ τῇ πάσῃ διακινδυνεῦσαι, προκριθῆναι δὲ ἀφʼ ἑκατέρων στρατιώτην ἕνα ἐς τὴν μάχην· | For this reason Oxylus guided the Dorians through Arcadia rather than through Elis. | ὀξύς δέ σπεύδω ἀμαχί λαμβάνω ὁ Ἠλεῖος ἀρχή δῖος οὐ εἴκω πρόκλησις δέ ποιέω μή σφεῖς παρασκευή ὁ πᾶς διακινδυνεύω προκρίνω δέ ἀπό ἑκάτερος στρατιώτης εἷς εἰς ὁ μάχη | 0 |
| 5.4.2 | 1 | καί πως συνήρεσε ταῦτα ἀμφοτέροις, οἱ δὲ ἐς τὸ ἔργον προταχθέντες Δέγμενός τε Ἠλεῖος ἦν τοξότης καὶ παρὰ τῶν Αἰτωλῶν Πυραίχμης σφενδόνην δεδιδαγμένος. | And somehow these events served the interests of both parties. Those appointed beforehand for the contest were Degmenos, an Elean archer, and Pyraichmes, an Aetolian skilled with the sling. | καί πῶς συναιρέω οὗτος ἀμφότερος ὁ δέ εἰς ὁ ἔργον προταχθείς δέχομαι τε ἠλεῖος εἰμί τοξότης καί παρά ὁ Αἰτωλός Πυραίχμης σφενδόνη διδάσκω | 0 |
| 5.4.2 | 2 | κρατήσαντος δὲ τοῦ Πυραίχμου τήν τε βασιλείαν ἔσχεν Ὄξυλος καὶ Ἐπειοὺς τοὺς ἀρχαίους τὰ μὲν ἄλλα εἴασεν ἐπὶ τοῖς αὑτῶν μένειν, συνοίκους δέ σφισι τοὺς Αἰτωλοὺς ἐπὶ ἀναδασμῷ τῆς χώρας ἐπεισήγαγε. | When Pyraichmes prevailed, Oxylus gained the kingdom; while in all other respects he allowed the original inhabitants, the Epeians, to remain in their positions, he settled the Aetolians among them through a redistribution of the land. | κρατέω δέ ὁ Πυραίχμος ὁ τε βασιλεία ἔχω ὄξυλος καί ἐπειός ὁ ἀρχαῖος ὁ μέν ἄλλος ἐάω ἐπί ὁ ἑαυτοῦ μένω σύνοικος δέ σφεῖς ὁ Αἰτωλός ἐπί ἀναδασμός ὁ χώρα ἐπεισάγω | 0 |
| 5.4.2 | 3 | καὶ Δίῳ τε ἀπένειμε γέρα καὶ ἥρωσι τοῖς τε ἄλλοις κατὰ τὰ ἀρχαῖα ἐφύλαξε τὰς τιμὰς καὶ Αὐγέᾳ τὰ ἐς τὸν ἐναγισμὸν ἔτι καὶ ἐς ἡμᾶς αὐτῷ καθεστηκότα. | He assigned honorary rites to Diós, and preserved for the other heroes the ancient honours due to them; indeed, the commemorative rites for Augeas continue to our own day. | καί Δίη τε ἀπονέμω γέρας καί ἥρως ὁ τε ἄλλος κατά ὁ ἀρχαῖος φυλάσσω ὁ τιμή καί αὐγή ὁ εἰς ὁ ἐναγισμός ἔτι καί εἰς ἐγώ αὐτός καθίστημι | 0 |
| 5.4.3 | 1 | λέγεται δὲ ὡς καὶ τοὺς ἀνθρώπους ἐκ τῶν κωμῶν, ὅσοι τοῦ τείχους οὐ πολὺ ἀφεστήκεσαν, κατελθεῖν ἔπεισεν ἐς τὴν πόλιν καὶ πλήθει τε οἰκητόρων καὶ μείζονα καὶ εὐδαιμονεστέραν ἐς τὰ ἄλλα ἀπέφηνε τὴν Ἦλιν. | It is said that he persuaded even the inhabitants from the villages, those which were situated not far from the wall, to move down into the city, thus making Elis both greater in population and larger and wealthier in all respects. | λέγω δέ ὡς καί ὁ ἄνθρωπος ἐκ ὁ κώμη ὅσος ὁ τεῖχος οὐ πολύς ἀφεστήκω κατέρχομαι πείθω εἰς ὁ πόλις καί πλῆθος τε οἰκήτωρ καί μείζων καί εὐδαιμονέστερος εἰς ὁ ἄλλος ἀποφαίνω ὁ Ἦλις | 0 |
| 5.4.3 | 2 | ἀφίκετο δὲ αὐτῷ καὶ ἐκ Δελφῶν χρησμός, τὸν Πελοπίδην ἐπάγεσθαι συνοικιστήν· | Indeed, an oracle came to him from Delphi instructing him to bring in a descendant of Pelops as co-founder. | ἀφικνέομαι δέ αὐτός καί ἐκ Δελφοί χρησμός ὁ Πελοπίδης ἐπάγομαι συνοικιστής | 0 |
| 5.4.3 | 3 | Ὄξυλος δὲ τὴν ζήτησιν ἐποιεῖτο σπουδῇ καὶ ἀναζητῶν εὗρεν Ἀγώριον τὸν Δαμασίου τοῦ Πενθίλου τοῦ Ὀρέστου, καὶ αὐτόν τε ἐξ Ἑλίκης τῆς Ἀχαιῶν καὶ σὺν τῷ Ἀγωρίῳ μοῖραν τῶν Ἀχαιῶν ἐπηγάγετο οὐ πολλήν. | Oxylus eagerly undertook the search, and in seeking he discovered Agorius, son of Damasius, son of Penthilus, son of Orestes; and from Helice of Achaea Oxylus brought Agorius himself, along with a small company of Achaeans. | ὄξυλος δέ ὁ ζήτησις ποιέω σπουδή καί ἀναζητέω εὑρίσκω ἀγώριον ὁ Δαμάσιος ὁ Πένθιλος ὁ Ὀρέστης καί αὐτός τε ἐκ ἑλίκη ὁ Ἀχαιός καί σύν ὁ ἀγωρίον μοῖρα ὁ Ἀχαιός ἐπάγω οὐ πολύς | 0 |
| 5.4.4 | 1 | τῷ δὲ Ὀξύλῳ Πιερίαν μὲν τῇ γυναικὶ ὄνομα εἶναι λέγουσι, πέρα δὲ τὰ ἐς αὐτὴν οὐ μνημονεύουσιν. | They say the name of Oxylus' wife was Pieria, but beyond this they do not mention anything regarding her. | ὁ δέ ὀξύς Πιερία μέν ὁ γυνή ὄνομα εἰμί λέγω πέρα δέ ὁ εἰς αὐτός οὐ μνημονεύω | 0 |
| 5.4.4 | 2 | Ὀξύλου δὲ γενέσθαι παῖδάς φασιν Αἰτωλὸν καὶ Λαΐαν· | Oxylus is said to have had two sons, Aetolus and Laias. | ὀξύς δέ γίγνομαι παῖς φημί Αἰτωλός καί λαία | 0 |
| 5.4.4 | 3 | προαποθανόντος δὲ Αἰτωλοῦ θάπτουσιν αὐτὸν οἱ γονεῖς ἐν αὐτῇ ποιησάμενοι τῇ πύλῃ τὸ μνῆμα, ἥτις ἐπʼ Ὀλυμπίαν καὶ τὸ ἱερὸν ἄγει τοῦ Διός· | Aetolus died before his parents, and they buried him within the very gate that leads towards Olympia and the sanctuary of Zeus, constructing his tomb within it. | προαποθνῄσκω δέ Αἰτωλός θάπτω αὐτός ὁ γονεύς ἐν αὐτός ποιέω ὁ πύλη ὁ μνῆμα ὅστις ἐπί Ὀλυμπία καί ὁ ἱερός ἄγω ὁ Ζεύς | 0 |
| 5.4.4 | 4 | ἔθαψαν δὲ αὐτὸν οὕτω κατὰ μαντείαν, ὡς μήτε ἐκτὸς τῆς πόλεως μήτε ἐντὸς γένοιτο ὁ νεκρός. | They buried him thus according to an oracle, so that the corpse might be neither outside nor inside the city. | θάπτω δέ αὐτός οὕτως κατά μαντεία ὡς μήτε ἐκτός ὁ πόλις μήτε ἐντός γίγνομαι ὁ νεκρός | 0 |
| 5.4.4 | 5 | ἐναγίζει δὲ ὁ γυμνασίαρχος ἔτι καὶ ἐς ἐμὲ καθʼ ἕκαστον ἔτος τῷ Αἰτωλῷ. | The Gymnasiarch even in my own time continues to perform annual offerings for Aetolus. | ἐναγίζω δέ ὁ γυμνασίαρχος ἔτι καί εἰς ἐγώ κατά ἕκαστος ἔτος ὁ Αἰτωλός | 0 |
| 5.4.5 | 1 | μετὰ δὲ Ὄξυλον Λαΐας ἔσχεν ὁ Ὀξύλου τὴν ἀρχήν. | After Oxylus, Laias, the son of Oxylus, succeeded to the throne. | μετά δέ ὄξυλον λαῖος ἔχω ὁ ὀξύς ὁ ἀρχή | 0 |
| 5.4.5 | 2 | οὐ μὴν τούς γε ἀπογόνους αὐτοῦ βασιλεύοντας εὕρισκον, καὶ σφᾶς ἐπιστάμενος ὅμως παρίημι· οὐ γάρ τί μοι καταβῆναι τὸν λόγον ἠθέλησα ἐς ἄνδρας ἰδιώτας. | However, I did not find any of his descendants continuing as kings; though aware of them, I intentionally pass them over, as I have no wish to descend my narrative to common individuals. | οὐ μήν ὁ γε ἀπόγονος αὐτός βασιλεύω εὑρίσκω καί σφεῖς ἐπίσταμαι ὅμως παρίημι οὐ γάρ τίς ἐγώ καταβαίνω ὁ λόγος ἐθέλω εἰς ἀνήρ ἰδιώτης | 0 |
| 5.4.5 | 3 | χρόνῳ δὲ ὕστερον Ἴφιτος, γένος μὲν ὢν ἀπὸ Ὀξύλου, ἡλικίαν δὲ κατὰ Λυκοῦργον τὸν γράψαντα Λακεδαιμονίοις τοὺς νόμους, τὸν ἀγῶνα διέθηκεν ἐν Ὀλυμπίᾳ πανήγυρίν τε Ὀλυμπικὴν αὖθις ἐξ ἀρχῆς καὶ ἐκεχειρίαν κατεστήσατο, ἐκλιπόντα ἐπὶ χρόνον ὁπόσος δὴ οὗτος ἦν· | Much later, Iphitos—a descendant of Oxylus and a contemporary of Lycurgus, who composed the laws for the Spartans—restored the contest at Olympia, renewing from the start the Olympic festival and reestablishing the sacred truce, which had lapsed for a considerable period of time. | χρόνος δέ ὕστερον Ἴφιτος γένος μέν εἰμί ἀπό ὀξύς ἡλικία δέ κατά Λυκοῦργος ὁ γράφω Λακεδαιμόνιος ὁ νόμος ὁ ἀγών διατίθημι ἐν Ὀλυμπία πανήγυρις τε Ὀλυμπικός αὖθις ἐκ ἀρχή καί ἐκεχειρία καθίστημι ἐκλείπω ἐπί χρόνος ὁπόσος δή οὗτος εἰμί | 0 |
| 5.4.5 | 4 | αἰτίαν δὲ διʼ ἥντινα ἐξέλιπε τὰ Ὀλύμπια, ἐν τοῖς ἔχουσιν ἐς Ὀλυμπίαν τοῦ λόγου δηλώσω. | I will explain the reason why the Olympic games fell into disuse in the section concerning Olympia. | αἰτία δέ διά ὅστις ἐκλείπω ὁ Ὀλύμπια ἐν ὁ ἔχω εἰς Ὀλυμπία ὁ λόγος δηλόω | 0 |
| 5.4.6 | 1 | τῷ δὲ Ἰφίτῳ, φθειρομένης τότε δὴ μάλιστα τῆς Ἑλλάδος ὑπὸ ἐμφυλίων στάσεων καὶ ὑπὸ νόσου λοιμώδους, ἐπῆλθεν αἰτῆσαι τὸν ἐν Δελφοῖς θεὸν λύσιν τῶν κακῶν· | When Greece was then particularly ravaged by civil strife and an epidemic disease, Iphitos resolved to ask the god at Delphi for relief from these evils. | ὁ δέ Ἴφιτος φθείρομαι τότε δή μάλιστα ὁ Ἑλλάς ὑπό ἐμφύλιος στάσις καί ὑπό νόσος λοιμώδης ἐπέρχομαι αἰτέω ὁ ἐν Δελφοί θεός λύσις ὁ κακός | 0 |
| 5.4.6 | 2 | καί οἱ προσταχθῆναί φασιν ὑπὸ τῆς Πυθίας ὡς αὐτόν τε Ἴφιτον δέοι καὶ Ἠλείους τὸν Ὀλυμπικὸν ἀγῶνα ἀνανεώσασθαι. | The Pythian priestess commanded Iphitos himself, together with the Eleans, to renew the Olympic festival. | καί ὁ προστάσσω φημί ὑπό ὁ Πυθίας ὡς αὐτός τε Ἴφιτος δέω καί Ἠλεῖος ὁ Ὀλυμπικός ἀγών ἀνανεόω | 0 |
| 5.4.6 | 3 | ἔπεισε δὲ Ἠλείους Ἴφιτος καὶ Ἡρακλεῖ θύειν, τὸ πρὸ τούτου πολέμιόν σφισιν Ἡρακλέα εἶναι νομίζοντας. | Iphitos convinced the Eleans to sacrifice to Heracles, though previously they had regarded Heracles as their enemy. | πείθω δέ Ἠλεῖος Ἴφιτος καί Ἡρακλῆς θύω ὁ πρό οὗτος πολέμιος σφεῖς Ἡρακλῆς εἰμί νομίζω | 0 |
| 5.4.6 | 4 | τὸν δὲ Ἴφιτον τὸ ἐπίγραμμα τὸ ἐν Ὀλυμπίᾳ φησὶν Αἴμονος παῖδα εἶναι, Ἑλλήνων δὲ οἱ πολλοὶ Πραξωνίδου καὶ οὐχ Αἴμονος εἶναί φασι· | There is an inscription at Olympia which states that Iphitos was a son of Haimon, but most Greeks say that he was the son of Praxonides and not Haimon. | ὁ δέ Ἴφιτος ὁ ἐπίγραμμα ὁ ἐν Ὀλυμπία φημί Αἵμων παῖς εἰμί Ἕλλην δέ ὁ πολύς Πραξωνίδης καί οὐ Αἵμων εἰμί φημί | 0 |
| 5.4.6 | 5 | τὰ δὲ Ἠλείων γράμματα ἀρχαῖα ἐς πατέρα ὁμώνυμον ἀνῆγε τὸν Ἴφιτον. | However, ancient Elean writings trace Iphitos back to a father of the same name. | ὁ δέ Ἠλεῖος γράμμα ἀρχαῖος εἰς πατήρ ὁμώνυμος ἄγω ὁ Ἴφιτος | 0 |
| 5.4.7 | 1 | Ἠλείοις δὲ μέτεστι μὲν πολέμου τοῦ πρὸς Ἰλίῳ, μέτεστι δὲ καὶ ἔργων τῶν κατὰ τὴν Μήδων ἐς τὴν Ἑλλάδα ἔφοδον. | The Eleans took part both in the Trojan War and in the later struggle of the Greeks against the Persian invasion. | Ἠλεῖος δέ μέτεστι μέν πόλεμος ὁ πρός Ἴλιος μέτεστι δέ καί ἔργον ὁ κατά ὁ Μῆδος εἰς ὁ Ἑλλάς ἔφοδος | 0 |
| 5.4.7 | 2 | ὑπερβάντων δὲ ὅσοι σφίσιν ἐγένοντο κίνδυνοι πρὸς Πισαίους τε καὶ Ἀρκάδας ὑπὲρ τῆς διαθέσεως τοῦ ἀγῶνος τοῦ ἐν Ὀλυμπίᾳ, συν ες έβαλον μὲν Λακεδαιμονίοις ἀκουσίως ἐς τὴν Ἀθηναίων, συνέστησαν δὲ μετὰ οὐ πολὺν χρόνον ἐπὶ Λακεδαιμονίους Μαντινεῦσιν ὁμοῦ καὶ Ἀργείοις, ἐπαγόμενοι καὶ τὸ Ἀττικὸν ἐς τὴν συμμαχίαν. | After overcoming the many dangers they faced from the Pisatans and Arcadians concerning the administration of the Olympic festival, they unintentionally sided with Sparta against Athens, but soon thereafter allied themselves with the Mantineans and Argives against the Spartans, even drawing Athens into this alliance. | ὑπερβαίνω δέ ὅσος σφεῖς γίγνομαι κίνδυνος πρός Πισαῖος τε καί Ἀρκάς ὑπέρ ὁ διάθεσις ὁ ἀγών ὁ ἐν Ὀλυμπία σύν εἰμί βάλλω μέν Λακεδαιμόνιος ἀκουσίως εἰς ὁ Ἀθηναῖος συνίστημι δέ μετά οὐ πολύς χρόνος ἐπί Λακεδαιμόνιος Μαντινεύς ὁμοῦ καί Ἀργεῖος ἐπάγομαι καί ὁ ἀττικός εἰς ὁ συμμαχία | 0 |
| 5.4.8 | 1 | κατὰ δὲ τὴν Ἄγιδος ἐπιστρατείαν ἐς τὴν γῆν καὶ τὴν προδοσίαν τὴν Ξενίου μάχῃ μὲν περὶ Ὀλυμπίαν νικῶσιν οἱ Ἠλεῖοι καὶ τροπὴν ἐργασάμενοι τῶν Λακεδαιμονίων ἐκ τοῦ περιβόλου σφᾶς ἐξήλασαν τοῦ ἱεροῦ· | During the military expedition of Agis into their territory and the treachery of Xenias, the Eleans prevailed in battle around Olympia, defeating the Lacedaemonians and driving them in flight from the sacred precinct. | κατά δέ ὁ Ἄγις ἐπιστρατεία εἰς ὁ γῆ καί ὁ προδοσία ὁ ξένιος μάχη μέν περί Ὀλυμπία νικάω ὁ Ἠλεῖος καί τροπή ἐργάζομαι ὁ Λακεδαιμόνιος ἐκ ὁ περίβολος σφεῖς ἐξελαύνω ὁ ἱερόν | 0 |
| 5.4.8 | 2 | χρόνῳ δὲ ὕστερον ἐπαύθη σφίσιν ὁ πόλεμος κατὰ τὰς συνθήκας ἃς ἐγὼ πρότερον ἔτι ἐν τῷ λόγῳ τῷ ἐς Λακεδαιμονίους ἐδήλωσα. | Afterward, within a period of time, the war was ended according to the terms of the treaty which I previously explained in my account of the Lacedaemonians. | χρόνος δέ ὕστερον παύω σφεῖς ὁ πόλεμος κατά ὁ συνθήκη ὅς ἐγώ πρότερον ἔτι ἐν ὁ λόγος ὁ εἰς Λακεδαιμόνιος δηλόω | 0 |
| 5.4.9 | 1 | Φιλίππου δὲ τοῦ Ἀμύντου οὐκ ἐθέλοντος ἀποσχέσθαι τῆς Ἑλλάδος, προσεχώρησαν μὲν ἐς τὴν συμμαχίαν τῶν Μακεδόνων οἱ Ἠλεῖοι στάσει κακωθέντες ὑπὸ ἀλλήλων, μαχεσθῆναι δὲ οὐχ ὑπέμειναν τοῖς Ἕλλησιν ἐναντία ἐν Χαιρωνείᾳ· | When Philip, son of Amyntas, was unwilling to abstain from involvement in Greece, the Eleans, weakened by internal strife among themselves, joined the alliance of the Macedonians; yet they did not endure taking the field against the Greeks at Chaeronea. | Φίλιππος δέ ὁ Ἀμύντας οὐ ἐθέλω ἀπέχω ὁ Ἑλλάς προσχωρέω μέν εἰς ὁ συμμαχία ὁ Μακεδών ὁ Ἠλεῖος στάσις κακόω ὑπό ἀλλήλων μάχομαι δέ οὐ ὑπομένω ὁ Ἕλλην ἐναντίος ἐν Χαιρώνεια | 0 |
| 5.4.9 | 2 | τῆς δὲ ἐφόδου Φιλίππῳ τῆς ἐπὶ Λακεδαιμονίους μετέσχον κατὰ ἔχθος ἐς αὐτοὺς τὸ ἀρχαῖον, | But when Philip advanced against the Lacedaemonians, they participated in the campaign due to their ancient hostility towards them. | ὁ δέ ἔφοδος Φίλιππος ὁ ἐπί Λακεδαιμόνιος μετέχω κατά ἔχθος εἰς αὐτός ὁ ἀρχαῖος | 0 |
| 5.4.9 | 3 | ἀποθανόντος δὲ Ἀλεξάνδρου Μακεδόσι καὶ Ἀντιπάτρῳ μετὰ Ἑλλήνων ἐπολέμησαν. | After Alexander's death, they fought alongside the Greeks against the Macedonians and Antipater. | ἀποθνῄσκω δέ Ἀλέξανδρος Μακεδών καί Ἀντίπατρος μετά Ἕλλην πολεμέω | 0 |