Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 6.1

PassageSentenceGreekEnglishLemma FormsMissing
6.1.1 1 ἕπεται δέ μοι τῷ λόγῳ τῷ ἐς τὰ ἀναθήματα τὸ μετὰ τοῦτο ἤδη ποιήσασθαι καὶ ἵππων ἀγωνιστῶν μνήμην καὶ ἀνδρῶν ἀθλητῶν τε καὶ ἰδιωτῶν ὁμοίως. Following my account of the dedications, it is now appropriate for me next to make mention also of victorious racehorses, and likewise of athletes and private individuals. ἕπομαι δέ ἐγώ ὁ λόγος ὁ εἰς ὁ ἀνάθημα ὁ μετά οὗτος ἤδη ποιέω καί ἵππος ἀγωνιστής μνήμη καί ἀνήρ ἀθλητής τε καί ἰδιώτης ὁμοίως 0
6.1.1 2 τῶν δὲ νικησάντων Ὀλυμπίασιν οὐχ ἁπάντων εἰσὶν ἑστηκότες ἀνδριάντες, ἀλλὰ καὶ ἀποδειξάμενοι λαμπρὰ ἐς τὸν ἀγῶνα, οἱ δὲ καὶ ἐπὶ ἄλλοις ἔργοις, ὅμως οὐ τετυχήκασιν εἰκόνων· However, not all of those who triumphed at Olympia have statues erected in their honor; rather, some who have performed brilliantly in the competition, and others who excelled also in various deeds, nevertheless obtained no images whatsoever. ὁ δέ νικάω Ὀλυμπιάς οὐ ἁπᾶς εἰμί ἑστηκώς ἀνδριάς ἀλλά καί ἀποδείκνυμι λαμπρός εἰς ὁ ἀγών ὁ δέ καί ἐπί ἄλλος ἔργον ὅμως οὐ τυγχάνω εἰκών 0
6.1.2 1 τούτους ἐκέλευσεν ἀφεῖναί με ὁ λόγος, ὅτι οὐ κατάλογός ἐστιν ἀθλητῶν ὁπόσοις γεγόνασιν Ὀλυμπικαὶ νῖκαι, ἀναθημάτων δὲ ἄλλων τε καὶ εἰκόνων συγγραφή. The account requires me to omit these athletes, since my present work is not intended as a catalogue of all those who have won victories at Olympia, but is rather a description of dedications, chiefly statues, along with other votive offerings. οὗτος κελεύω ἀφίημι ἐγώ ὁ λόγος ὅτι οὐ κατάλογος εἰμί ἀθλητής ὁπόσος γίγνομαι Ὀλυμπικός νίκη ἀνάθημα δέ ἄλλος τε καί εἰκών συγγραφή 0
6.1.2 2 οὐδὲ ὁπόσων ἑστήκασιν ἀνδριάντες, οὐδὲ τούτοις πᾶσιν ἐπέξειμι, ἐπιστάμενος ὅσοι τῷ παραλόγῳ τοῦ κλήρου καὶ οὐχ ὑπὸ ἰσχύος ἀνείλοντο ἤδη τὸν κότινον· Nor shall I cover all the bronze statues standing here, knowing full well how many athletes have already won the wild olive garland by fortune of the lot rather than by strength. οὐδέ ὁπόσος ἵστημι ἀνδριάς οὐδέ οὗτος πᾶς ἐπέξειμι ἐπίσταμαι ὅσος ὁ παράλογος ὁ κλῆρος καί οὐ ὑπό ἰσχύς αἱρέω ἤδη ὁ κότινος 0
6.1.2 3 ὁπόσοις δὲ ἢ αὐτοῖς τι εἶχεν ἐς δόξαν ἢ καὶ τοῖς ἀνδριᾶσιν ὑπῆρχεν ἄμεινον ἑτέρων πεποιῆσθαι, τοσαῦτα καὶ αὐτὸς μνησθήσομαι. Still, of those whose personal reputation is remarkable, or whose statues themselves surpass the others in craftsmanship, of these I myself shall make mention. ὁπόσος δέ ἤ αὐτός τις ἔχω εἰς δόξα ἤ καί ὁ ἀνδριάς ὑπάρχω ἀμείνων ἕτερος ποιέω τοσοῦτος καί αὐτός μιμνήσκω 0
6.1.3 1 ἔστιν ἐν δεξιᾷ τοῦ ναοῦ τῆς Ἥρας ἀνδρὸς εἰκὼν παλαιστοῦ, γένος δὲ ἦν Ἠλεῖος, Σύμμαχος Αἰσχύλου· On the right side of the temple of Hera stands the statue of a wrestler named Symmachus, son of Aeschylus, an Eleian by birth. εἰμί ἐν δεξιός ὁ ναός ὁ Ἥρα ἀνήρ εἰκών παλαιστός γένος δέ εἰμί ἠλεῖος σύμμαχος Αἰσχύλος 0
6.1.3 2 παρὰ δὲ αὐτὸν ἐκ Φενεοῦ τῆς Ἀρκάδων Νεολαΐδας Προξένου, πυγμῆς ἐν παισὶν ἀνῃρημένος νίκην· Beside him is Neolaidas son of Proxenos, from Pheneus in Arcadia, who won a victory in boxing among boys. παρά δέ αὐτός ἐκ Φενεός ὁ Ἀρκάς νεολαΐς πρόξενος πυγμή ἐν παῖς ἀναιρεμένος νίκη 0
6.1.3 3 ἐφεξῆς δὲ Ἀρχέδαμος Ξενίου, καταβαλὼν καὶ οὗτος παλαιστὰς παῖδας, γένος καὶ αὐτὸς Ἠλεῖος. Next to him stands Archedamos son of Xenias, another Eleian, who likewise overcame boy wrestlers. ἐφεξῆς δέ Ἀρχέδαμος ξένιος καταβάλλω καί οὗτος παλαιστής παῖς γένος καί αὐτός ἠλεῖος 0
6.1.3 4 τούτων τῶν κατειλεγμένων εἰργάσατο Ἄλυπος τὰς εἰκόνας Σικυώνιος, Ναυκύδους τοῦ Ἀργείου μαθητής. All of these aforementioned statues were crafted by Alypos of Sicyon, a pupil of Naucydes the Argive. οὗτος ὁ καταλέγω ἐργάζομαι ἄλυπος ὁ εἰκών Σικυώνιος Ναυκύδης ὁ Ἀργεῖος μαθητής 0
6.1.4 1 Κλεογένην δὲ Σιληνοῦ τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ φησιν εἶναι τῶν ἐπιχωρίων, ἐκ δὲ ἀγέλης αὐτὸν οἰκείας ἵππῳ κρατῆσαι κέλητι. The epigram upon Cleogenes, according to Silenus, says he was a native of the area, and that he won his victory with a riding horse chosen from his own herd. Κλεογένης δέ Σιληνός ὁ ἐπίγραμμα ὁ ἐπί αὐτός φημί εἰμί ὁ ἐπιχώριος ἐκ δέ ἀγέλη αὐτός οἰκεῖος ἵππος κρατέω κέλης 0
6.1.4 2 πλησίον δὲ τοῦ Κλεογένους Δεινόλοχός τε κεῖται Πύρρου τε καὶ Τρωίλος Ἀλκίνου. Near Cleogenes lie the graves of Deinolochos and Troilos, son of Alkinos. πλησίον δέ ὁ Κλεογένης δεινόλοχος τε κεῖμαι Πύρρος τε καί Τρωίλος Ἀλκίνοος 0
6.1.4 3 τούτοις γένος μὲν καὶ αὐτοῖς ἐστιν ἐξ Ἤλιδος, γεγόνασι δέ σφισιν οὐ κατὰ ταὐτὰ αἱ νῖκαι· These too were of Elis by birth, but they did not attain their victories in the same events. οὗτος γένος μέν καί αὐτός εἰμί ἐκ Ἠλίς γίγνομαι δέ σφεῖς οὐ κατά αὐτός ὁ νίκη 0
6.1.4 4 ἀλλὰ τῷ μὲν ἑλλανοδικεῖν τε ὁμοῦ καὶ ἵππων ὑπῆρξεν ἀνελέσθαι νίκας τῷ Τρωίλῳ δὲ τελείᾳ τε συνωρίδι καὶ πώλων ἅρματι The one man had the distinction of acting as Hellanodikes as well as being crowned victor in horse races; Troilos, on the other hand, won with the full-grown chariot team and also with the racing chariot of colts. ἀλλά ὁ μέν ἑλλανοδικέω τε ὁμοῦ καί ἵππος ὑπάρχω ἀναιρέω νίκη ὁ Τρωίλος δέ τέλειος τε συνωρίς καί πῶλος ἅρμα 0
6.1.4 5 ---Ὀλυμπιάδι δὲ ἐκράτει δευτέρᾳ πρὸς ταῖς ἑκατόν, And his victory was in the hundred-and-second Olympiad. Ὀλυμπιάς δέ κρατέω δεύτερος πρός ὁ ἑκατόν 0
6.1.5 1 ἀπὸ τούτου δὲ καὶ νόμος ἐγένετο Ἠλείοις μηδὲ ἵππους τοῦ λοιποῦ τῶν ἑλλανοδικούντων καθιέναι μηδένα---, From this event onward the Eleans passed a law that none of the Hellanodikai should enter horses for the competitions thereafter. ἀπό οὗτος δέ καί νόμος γίγνομαι Ἠλεῖος μηδέ ἵππος ὁ λοιπός ὁ Ἑλλανοδίκης καθίημι μηδείς 0
6.1.5 2 τούτου μὲν δὴ τὸν ἀνδριάντα ἐποίησε Λύσιππος · Lysippus made the statue of this man. οὗτος μέν δή ὁ ἀνδριάς ποιέω Λύσιππος 0
6.1.5 3 ἡ δὲ τοῦ Δεινολόχου μήτηρ εἶδεν ὄψιν ὀνείρατος ὡς ἔχοιτο τοῦ παιδὸς ἐν τοῖς κόλποις ἐστεφανωμένου, Now, Deinolochos' mother dreamed that she held her son in her arms crowned with a victor's wreath. ὁ δέ ὁ δεινόλοχος μήτηρ ὁράω ὄψις ὄνειραρ ὡς ἔχω ὁ παῖς ἐν ὁ κόλπος στεφανόω 0
6.1.5 4 καὶ τοῦδε ἕνεκα ἐς τὸν ἀγῶνα ὁ Δεινόλοχος ἠσκήθη καὶ τοὺς παῖδας παρέθει τρέχων. Because of this vision, Deinolochos trained himself for the contest and outran the boys competing against him. καί ὅδε ἕνεκα εἰς ὁ ἀγών ὁ δεινόλοχος ἀσκέω καί ὁ παῖς παρέχω τρέχω 0
6.1.5 5 Σικυωνίου δὲ Κλέωνός ἐστιν ἡ εἰκών. The statue is the work of Cleon from Sicyon. Σικυώνιος δέ Κλέων εἰμί ὁ εἰκών 0
6.1.6 1 ἐς δὲ τὴν Ἀρχιδάμου Κυνίσκαν, ἐς τὸ γένος τε αὐτῆς καὶ ἐπὶ ταῖς Ὀλυμπικαῖς νίκαις, πρότερον ἔτι ἐδήλωσα ἐν τοῖς λόγοις οἳ ἐς τοὺς βασιλέας τοὺς Λακεδαιμονίων ἔχουσι· Regarding Cynisca, daughter of Archidamus, both her ancestry and her Olympic victories, I have already spoken previously in the account of the Spartan kings. εἰς δέ ὁ Ἀρχίδαμος Κυνίσκα εἰς ὁ γένος τε αὐτός καί ἐπί ὁ Ὀλυμπικός νίκη πρότερον ἔτι δηλόω ἐν ὁ λόγος ὅς εἰς ὁ βασιλεύς ὁ Λακεδαιμόνιος ἔχω 0
6.1.6 2 πεποίηται δὲ ἐν Ὀλυμπίᾳ παρὰ τὸν ἀνδριάντα τοῦ Τρωίλου λίθου κρηπὶς καὶ ἅρμα τε ἵππων καὶ ἀνὴρ ἡνίοχος καὶ αὐτῆς Κυνίσκας εἰκών, Ἀπελλοῦ τέχνη, γέγραπται δὲ καὶ ἐπιγράμματα ἐς τὴν Κυνίσκαν ἔχοντα. At Olympia, beside the statue of Troilos, there is built a stone platform; upon it stands a chariot drawn by horses, with a male charioteer, and an image of Cynisca herself made by Apellas. ποιέω δέ ἐν Ὀλυμπία παρά ὁ ἀνδριάς ὁ Τρωίλος λίθος κρηπίς καί ἅρμα τε ἵππος καί ἀνήρ ἡνίοχος καί αὐτός κυνίσκη εἰκών ἀπελλεύς τέχνη γράφω δέ καί ἐπίγραμμα εἰς ὁ Κυνίσκα ἔχω 0
6.1.7 1 εἰσὶ δὲ Λακεδαιμόνιοι καὶ ἐφεξῆς ἀνακείμενοι τῇ Κυνίσκᾳ, ἵππων νῖκαι γεγόνασιν αὐτοῖς· Next are statues of Lacedaemonians exhibited consecutively after Cynisca, commemorating their victories in horse-racing. εἰμί δέ Λακεδαιμόνιος καί ἐφεξῆς ἀνάκειμαι ὁ Κυνίσκη ἵππος νίκη γίγνομαι αὐτός 0
6.1.7 2 Ἀνάξανδρος μὲν ἅρματι ἀνηγορεύθη πρῶτος, τὸ δὲ ἐπίγραμμά φησι τὸ ἐπʼ αὐτῷ τοῦ πατρὸς τοῦ Ἀναξάνδρου πρότερον ἔτι στεφανωθῆναι τὸν πατέρα πεντάθλῳ. Anaxander was the first to achieve renown in a chariot race, while the inscription upon his statue records that earlier still his father was crowned victor in the pentathlon. Ἀνάξανδρος μέν ἅρμα ἀνηγορεύω πρῶτος ὁ δέ ἐπίγραμμα φημί ὁ ἐπί αὐτός ὁ πατήρ ὁ Ἀνάξανδρος πρότερον ἔτι στεφανόω ὁ πατήρ πένταθλον 0
6.1.7 3 οὗτος μὲν δὴ ἔοικεν εὐχόμενος τῷ θεῷ, He appears in the posture of one offering thanks to the god. οὗτος μέν δή ἔοικα εὔχομαι ὁ θεός 0
6.1.7 4 Πολυκλῆς δὲ ἐπίκλησιν λαβὼν Πολύχαλκος τεθρίππῳ μὲν καὶ οὗτος ἐκράτησεν, ἡ δὲ εἰκὼν ἐπὶ τῇ χειρὶ ἔχει οἱ τῇ δεξιᾷ ταινίαν· Polykles, surnamed Polychalkos, also was victorious in the four-horse chariot race; the statue representing him holds a ribbon in its right hand. Πολυκλῆς δέ ἐπίκλησις λαμβάνω πολύχαλκος τεθρίππον μέν καί οὗτος κρατέω ὁ δέ εἰκών ἐπί ὁ χείρ ἔχω ὁ ὁ δεξιός ταινία 0
6.1.8 1 παρὰ δὲ αὐτῷ παιδία δύο τὸ μὲν τροχὸν κατέχει, τὸ δὲ αἰτεῖ τὴν ταινίαν. Beside him are two boys, one holding a wheel and the other reaching for the victor's ribbon. παρά δέ αὐτός παιδεία δύο ὁ μέν τροχός κατέχω ὁ δέ αἰτέω ὁ ταινία 0
6.1.8 2 ἐνίκησε δὲ ὁ Πολυκλῆς ἵπποις, ὡς τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ λέγει, καὶ Πυθοῖ καὶ Ἰσθμοῖ τε καὶ Νεμέᾳ. Polykles, as the inscription upon him says, won victories with horses at Pytho, Isthmus, and Nemea. νικάω δέ ὁ Πολυκλῆς ἵππος ὡς ὁ ἐπίγραμμα ὁ ἐπί αὐτός λέγω καί Πυθώ καί Ἰσθμός τε καί Νεμέα 0