Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 6.10

PassageSentenceGreekEnglishLemma FormsMissing
6.10.1 1 ἐπὶ δὲ τοῖς κατειλεγμένοις ἕστηκεν ὁ Καρύστιος Γλαῦκος· Next to those I have already recorded stands Glaucus of Carystus. ἐπί δέ ὁ καταλέγω ἵστημι ὁ Καρύστιος Γλαῦκος 0
6.10.1 2 εἶναι δέ φασιν ἐξ Ἀνθηδόνος τῆς Βοιωτῶν τὸ ἄνωθεν αὐτὸν γένος ἀπὸ Γλαύκου τοῦ ἐν θαλάσσῃ δαίμονος. They say his ancestry traces ultimately back to Anthedon in Boeotia, from Glaucus, the divinity of the sea. εἰμί δέ φημί ἐκ Ἀνθηδών ὁ Βοιωτός ὁ ἄνωθεν αὐτός γένος ἀπό Γλαῦκος ὁ ἐν θάλασσα δαίμων 0
6.10.1 3 πατρὸς δὲ οὗτος ὁ Καρύστιος ἦν Δημύλου, καὶ γῆν φασιν αὐτὸν κατʼ ἀρχὰς ἐργάζεσθαι· This Carystian was the son of Demylus; in the beginning, they say, he worked as a farmer. πατήρ δέ οὗτος ὁ Καρύστιος εἰμί Δήμυλος καί γῆ φημί αὐτός κατά ἀρχή ἐργάζομαι 0
6.10.1 4 ἐκπεσοῦσαν δὲ ἐκ τοῦ ἀρότρου τὴν ὕνιν πρὸς τὸ ἄροτρον καθήρμοσε τῇ χειρὶ ἀντὶ σφύρας χρώμενος, καί πως Once, when the share fell off suddenly from his plow, he fitted it back onto the plow using his hand instead of a hammer, and somehow— ἐκπίπτω δέ ἐκ ὁ ἄροτρον ὁ ὕνις πρός ὁ ἄροτρον καθαρμόζω ὁ χείρ ἀντί σφῦρα χράομαι καί πῶς 0
6.10.2 1 ἐθεάσατο ὁ Δημύλος τὸ ὑπὸ τοῦ παιδὸς ποιούμενον καὶ ἐπὶ τούτῳ πυκτεύσοντα ἐς Ὀλυμπίαν αὐτὸν ἀνήγαγεν. Demylus observed what the boy was doing, and, seeing this, brought him to Olympia to compete in boxing. θεάομαι ὁ Δημύλος ὁ ὑπό ὁ παῖς ποιέω καί ἐπί οὗτος πυκτεύω εἰς Ὀλυμπία αὐτός ἀνάγω 0
6.10.2 2 ἔνθα δὴ ὁ Γλαῦκος ἅτε οὐκ ἐμπείρως ἔχων τῆς μάχης ἐτιτρώσκετο ὑπὸ τῶν ἀνταγωνιζομένων, καὶ ἡνίκα πρὸς τὸν λειπόμενον ἐξ αὐτῶν ἐπύκτευεν, ἀπαγορεύειν ὑπὸ πλήθους τῶν τραυμάτων ἐνομίζετο· There, indeed, Glaucus, being inexperienced in fighting, was severely injured by his opponents; and when he was boxing against the last remaining competitor, it seemed to everyone that he would give in from the multitude of his wounds. ἔνθα δή ὁ Γλαῦκος ἅτε οὐ ἐμπείρως ἔχω ὁ μάχη τιτρώσκω ὑπό ὁ ἀνταγωνίζομαι καί ἡνίκα πρός ὁ λείπω ἐκ αὐτός ἐπυκτεύω ἀπαγορεύω ὑπό πλῆθος ὁ τραῦμα νομίζω 0
6.10.2 3 καί οἱ τὸν πατέρα βοῆσαί φασιν "ὦ παῖ τὴν ἀπʼ ἀρότρου". At that moment, they say, his father cried out to him, "My son, the blow from the plow!" καί ὁ ὁ πατήρ βοάω φημί ὦ παῖς ὁ ἀπό ἄροτρον 0
6.10.2 4 οὕτω γε δὴ βιαιοτέραν ἐς τὸν ἀνταγωνιζόμενον ἐνεγκὼν τὴν πληγὴν αὐτίκα εἶχε τὴν νίκην. Thus moved, he immediately dealt his opponent a heavier blow and secured the victory. οὕτως γε δή βίαιος εἰς ὁ ἀνταγωνίζομαι φέρω ὁ πληγή αὐτίκα ἔχω ὁ νίκη 0
6.10.3 1 στεφάνους δὲ λέγεται καὶ ἄλλους Πύθια μὲν δὶς λαβεῖν, Νεμείων δὲ καὶ Ἰσθμίων ὀκτάκις ἐν ἑκατέρῳ ἀγῶνι. It is said he also won other crowns, twice at the Pythian games and eight times each at the Nemean and Isthmian games. στέφανος δέ λέγω καί ἄλλος Πύθια μέν δίς λαμβάνω Νέμειος δέ καί Ἰσθμός ὀκτάκις ἐν ἑκάτερος ἀγών 0
6.10.3 2 τοῦ Γλαύκου δὲ τὴν εἰκόνα ἀνέθηκε μὲν ὁ παῖς αὐτοῦ, Γλαυκίας δὲ Αἰγινήτης ἐποίησε· His statue was dedicated by his son; the sculptor who made it was Glaukias of Aegina. ὁ Γλαῦκος δέ ὁ εἰκών ἀνατίθημι μέν ὁ παῖς αὐτός Γλαυκίας δέ Αἰγινήτης ποιέω 0
6.10.3 3 σκιαμαχοῦντος δὲ ὁ ἀνδριὰς παρέχεται σχῆμα, ὅτι ὁ Γλαῦκος ἦν ἐπιτηδειότατος τῶν κατʼ αὐτὸν χειρονομῆσαι πεφυκώς. The image has the posture of someone engaged in shadow-boxing, because Glaucus was by nature exceptionally skilled in the boxing exercises of his time. σκιαμαχέω δέ ὁ ἀνδριάς παρέχω σχῆμα ὅτι ὁ Γλαῦκος εἰμί ἐπιτήδειος ὁ κατά αὐτός χειρονομέω φύω 0
6.10.3 4 ἀποθανόντα δὲ οἱ Καρύστιοι ταφῆναί φασιν αὐτὸν ἐν νήσῳ καλουμένῃ Γλαύκου καὶ ἐς ἡμᾶς ἔτι. According to the Karystians, after his death he was buried on an island called Glaucus, which even in our own day retains his name. ἀποθνῄσκω δέ ὁ Καρύστιος τάπτω φημί αὐτός ἐν νῆσος καλέω Γλαῦκος καί εἰς ἐγώ ἔτι 0
6.10.4 1 Δαμαρέτῳ δὲ Ἡραιεῖ υἱῷ τε τοῦ Δαμαρέτου καὶ υἱωνῷ δύο ἐν Ὀλυμπίᾳ γεγόνασιν ἑκάστῳ νῖκαι, Damaretus of Heraea, his son, and his grandson each achieved two victories at Olympia. Δαμαρέτη δέ Ἡραιεύς υἱός τε ὁ Δάμαρις καί υἱωνός δύο ἐν Ὀλυμπία γίγνομαι ἕκαστος νίκη 0
6.10.4 2 Δαμαρέτῳ μὲν πέμπτῃ ἐπὶ ταῖς ἑξήκοντα Ὀλυμπιάδι, ὅτε ἐνομίσθη πρῶτον ὁ τοῦ ὁπλίτου δρόμος, καὶ ὡσαύτως τῇ ἐφεξῆς--- Damaretus gained his in the sixty-fifth Olympiad, when the race for armed runners was first introduced, and again in the Olympiad immediately following. Δαμαρέτη μέν πέμπτος ἐπί ὁ ἑξήκοντα Ὀλυμπιάς ὅτε νομίζω πρῶτος ὁ ὁ ὁπλίτης δρόμος καί ὡσαύτως ὁ ἐφεξῆς 0
6.10.4 3 πεποίηται ὁ ἀνδριὰς ἀσπίδα τε κατὰ τὰ αὐτὰ ἔχων τοῖς ἐφʼ ἡμῶν καὶ κράνος ἐπὶ τῇ κεφαλῇ καὶ κνημῖδας ἐπὶ τοῖς ποσί· His statue was made holding a shield very similar to those of our own days, with a helmet upon the head and greaves upon the legs. ποιέω ὁ ἀνδριάς ἀσπίς τε κατά ὁ αὐτός ἔχω ὁ ἐπί ἐγώ καί κράνος ἐπί ὁ κεφαλή καί κνημίς ἐπί ὁ πούς 0
6.10.4 4 ταῦτα μὲν δὴ ἀνὰ χρόνον ὑπό τε Ἠλείων καὶ ὑπὸ Ἑλλήνων τῶν ἄλλων ἀφῃρέθη τοῦ δρόμου---, This equipment, however, was over time abandoned for racing by both the Eleans and the other Greeks. οὗτος μέν δή ἀνά χρόνος ὑπό τε Ἠλεῖος καί ὑπό Ἕλλην ὁ ἄλλος ἀφαιρέω ὁ δρόμος 0
6.10.4 5 Θεοπόμπῳ δὲ τῷ Δαμαρέτου καὶ αὖθις ἐκείνου παιδὶ ὁμωνύμῳ ἐπὶ πεντάθλῳ, Θεοπόμπῳ δὲ τῷ δευτέρῳ πάλης ἐγένοντο αἱ νῖκαι. Theopompus, the son of Damaretus, and his son afterward bearing the same name each won victories in the pentathlon, while the second Theopompus added another victory in wrestling. Θεόπομπος δέ ὁ Δάμαρις καί αὖθις ἐκεῖνος παῖς ὁμώνυμος ἐπί πένταθλον Θεόπομπος δέ ὁ δεύτερος πάλη γίγνομαι ὁ νίκη 0
6.10.5 1 τὴν δὲ εἰκόνα Θεοπόμπου μὲν τοῦ παλαίσαντος τὸν ποιήσαντα οὐκ ἴσμεν, τὰς δὲ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ πάππου φησὶ τὸ ἐπίγραμμα Εὐτελίδα τε εἶναι καὶ Χρυσοθέμιδος Ἀργείων· As for the statue of Theopompus the wrestler, we do not know the sculptor; but the inscription says that those of his father and grandfather were works by Eutelidas and Chrysothemis of Argos. ὁ δέ εἰκών Θεόπομπος μέν ὁ παλαίω ὁ ποιέω οὐ οἶδα ὁ δέ ὁ πατήρ αὐτός καί ὁ πάππος φημί ὁ ἐπίγραμμα Εὐτελίδης τε εἰμί καί χρυσοθέμις Ἀργεῖος 0
6.10.5 2 οὐ μὴν παρʼ ὅτῳ γε ἐδιδάχθησαν δεδήλωκεν, ἔχει γὰρ δὴ οὕτως· It does not, however, reveal who instructed these artists, for it reads as follows: οὐ μήν παρά ὅστις γε διδάσκω δηλόω ἔχω γάρ δή οὕτως 0
6.10.5 3 Εὐτελίδας καὶ Χρυσόθεμις τάδε ἔργα τέλεσσαν Ἀργεῖοι, τέχναν εἰδότες ἐκ προτέρων. "Eutelidas and Chrysothemis of Argos made these works, skilled in their craft inherited from their forebears." Εὐτελίδας καί Χρυσόθεμις ὅδε ἔργον τελέω Ἀργεῖος τέχνη οἶδα ἐκ πρότερος 0
6.10.5 4 Ἴκκος δὲ ὁ Νικολαΐδα Ταραντῖνος τόν τε Ὀλυμπικὸν στέφανον ἔσχεν ἐπὶ πεντάθλῳ καὶ ὕστερον γυμναστὴς ἄριστος λέγεται τῶν ἐφʼ αὑτοῦ γενέσθαι· Ikkos, the son of Nicolaidas of Tarentum, won the Olympic crown in the pentathlon, and afterwards is reputed to have been the greatest trainer of athletes of his time. ἴκκος δέ ὁ Νικολαΐς Ταραντῖνος ὁ τε Ὀλυμπικός στέφανος ἔχω ἐπί πένταθλον καί ὕστερον γυμναστής ἄριστος λέγω ὁ ἐπί ἑαυτοῦ γίγνομαι 0
6.10.6 1 μετὰ δὲ Ἴκκον καταπαλαίσας παῖδας Παντάρκης ἕστηκεν Ἠλεῖος ὁ ἐρώμενος Φειδίου. After Ikkos, stands Pantarkes the Elean, Phidias' beloved, who won among boys in wrestling. μετά δέ ἴκκος καταπαλαίω παῖς παντάρκης ἵστημι ἠλεῖος ὁ ἐράω Φειδίας 0
6.10.6 2 ἐπὶ δὲ τῷ Παντάρκει Κλεοσθένους ἐστὶν ἅρμα ἀνδρὸς Ἐπιδαμνίου· Beside Pantarkes is the chariot of Cleosthenes, a man of Epidamnus. ἐπί δέ ὁ πάνταρκης Κλεοσθένης εἰμί ἅρμα ἀνήρ ἐπιδάμνιος 0
6.10.6 3 τοῦτο ἔργον μέν ἐστιν Ἀγελάδα , ἕστηκε δὲ ὄπισθεν τοῦ Διὸς τοῦ ἀπὸ τῆς μάχης τῆς Πλαταιᾶσιν ἀνατεθέντος ὑπὸ Ἑλλήνων. This chariot is the work of Ageladas and stands behind the Zeus dedicated by the Greeks after their victory in the battle of Plataea. οὗτος ἔργον μέν εἰμί ἀγελάς ἵστημι δέ ὄπισθεν ὁ Ζεύς ὁ ἀπό ὁ μάχη ὁ Πλαταιαί ἀνατίθημι ὑπό Ἕλλην 0
6.10.6 4 ἐνίκα μὲν δὴ τὴν ἕκτην Ὀλυμπιάδα καὶ ἑξηκοστὴν ὁ Κλεοσθένης, ἀνέθηκε δὲ ὁμοῦ τοῖς ἵπποις αὑτοῦ τε εἰκόνα καὶ τὸν ἡνίοχον. Cleosthenes gained victory in the sixty-sixth Olympiad, and he set up together with his horses a statue of himself as well as of his charioteer. νικάω μέν δή ὁ ἕκτη Ὀλυμπιάς καί ἑξηκοστός ὁ Κλεοσθένης ἀνατίθημι δέ ὁμοῦ ὁ ἵππος ἑαυτοῦ τε εἰκών καί ὁ ἡνίοχος 0
6.10.7 1 ἐπιγέγραπται δὲ καὶ τῶν ἵππων τὰ ὀνόματα Φοῖνιξ καὶ Κόραξ, ἑκατέρωθεν δὲ οἱ παρὰ τὸ ζυγόν, κατὰ μὲν τὰ δεξιὰ Κνακίας, ἐν δὲ τῇ ἀριστερᾷ Σάμος· The names of the horses are also inscribed: Phoenix and Corax, while those beside the yoke on either side are Knakias on the right and Samos on the left. ἐπιγράφω δέ καί ὁ ἵππος ὁ ὄνομα φοῖνιξ καί κόραξ ἑκατέρωθεν δέ ὁ παρά ὁ ζυγόν κατά μέν ὁ δεξιός Κνακία ἐν δέ ὁ ἀριστερός Σάμος 0
6.10.7 2 καὶ ἐλεγεῖον τόδε ἐστὶν ἐπὶ τῷ ἅρματι· And this elegiac couplet is written upon the chariot: καί ἐλεγεῖον ὅδε εἰμί ἐπί ὁ ἅρμα 0
6.10.7 3 Κλεοσθένης μʼ ἀνέθηκεν ὁ Πόντιος ἐξ Ἐπιδάμνου, νικήσας ἵπποις καλὸν ἀγῶνα Διός. "Cleosthenes of Epidamnus on the Pontus dedicated me, having won a glorious contest of Zeus with his horses." Κλεοσθένης ἐγώ ἀνατίθημι ὁ πόντιος ἐκ ἐπιδάμνιος νικάω ἵππος καλός ἀγών Ζεύς 0
6.10.8 1 τῶν δὲ ἱπποτροφησάντων ἐν Ἕλλησι πρῶτος ἐς Ὀλυμπίαν εἰκόνα ἀνέθηκεν ὁ Κλεοσθένης οὗτος. Of those among the Greeks who bred horses, Cleosthenes was the first to set up an image at Olympia. ὁ δέ ἱπποτροφέω ἐν Ἕλλην πρῶτος εἰς Ὀλυμπία εἰκών ἀνατίθημι ὁ Κλεοσθένης οὗτος 0
6.10.8 2 τὰ γὰρ Μιλτιάδου τοῦ Ἀθηναίου καὶ Εὐαγόρου τοῦ Λάκωνος ἀναθήματα, τοῦ μὲν ἅρματά ἐστιν, οὐ μὴν καὶ αὐτὸς ἐπὶ τοῖς ἅρμασιν Εὐαγόρας· For although there are dedications of Miltiades the Athenian and Evagoras the Lakonian, Evagoras dedicated chariots, but he himself is not depicted upon them; ὁ γάρ Μιλτιάδης ὁ Ἀθηναῖος καί Εὐαγόρας ὁ Λάκων ἀνάθημα ὁ μέν ἅρμα εἰμί οὐ μήν καί αὐτός ἐπί ὁ ἅρμα Εὐαγόρας 0
6.10.8 3 τὰ Μιλτιάδου δέ, ὁποῖα ἐς Ὀλυμπίαν ἀνέθηκεν, ἑτέρωθι δὴ δηλώσω τοῦ λόγου. concerning the dedications of Miltiades, I will make clear elsewhere in my account exactly what he set up at Olympia. ὁ Μιλτιάδης δέ οἷος εἰς Ὀλυμπία ἀνατίθημι ἑτέρωθι δή δηλόω ὁ λόγος 0
6.10.8 4 Ἐπιδάμνιοι δὲ χώραν μὲν ἥνπερ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ οὐ τὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουσιν, ἐκείνης δὲ ἀφεστηκυῖαν ὀλίγον· The Epidamnians still possess the countryside they originally inhabited, but in our time their city is not the ancient one; ἐπιδάμνιος δέ χώρα μέν ὅς καί ἐκ ἀρχή πόλις δέ οὐ ὁ ἀρχαῖος ἐπί ἐγώ ἔχω ἐκεῖνος δέ ἀφεστηκυῖα ὀλίγος 0
6.10.8 5 ὄνομα δὲ τῇ πόλει τῇ νῦν Δυρράχιον ἀπὸ τοῦ οἰκιστοῦ. rather, it has shifted slightly away from its original site and is now called Dyrrhachium, named after its founder. ὄνομα δέ ὁ πόλις ὁ νῦν Δυρράχιον ἀπό ὁ οἰκιστής 0
6.10.9 1 Λυκῖνον δὲ Ἡραιέα καὶ Ἐπικράδιον Μαντινέα καὶ Τέλλωνα Ὀρεσθάσιον καὶ Ἠλεῖον Ἀγιάδαν ἐν παισὶν ἀνελομένους νίκας, Λυκῖνον μὲν δρόμου, τοὺς δὲ ἐπʼ αὐτῷ κατειλεγμένους πυγμῆς, Lycinos of Heraea, Epikradios of Mantineia, Tellon of Oresthasion, and Agiadas the Elean won victories as boys: Lycinos in running, while those listed after him—in boxing. Λυκῖνος δέ Ἡραιεύς καί ἐπικράδιος Μαντινεύς καί Τέλλων ὀρεσθάσιον καί Ἠλεῖος Ἀγιάδης ἐν παῖς ἀναιρέω νίκη Λυκῖνος μέν δρόμος ὁ δέ ἐπί αὐτός καταλέγω πυγμή 0
6.10.9 2 Ἐπικράδιον μὲν καὶ Ἀγιάδαν, τὸν μὲν αὐτῶν Πτόλιχος Αἰγινήτης ἐποίησε, τὸν δὲ Ἀγιάδαν Σήραμβος , γένος καὶ οὗτος Αἰγινήτης· Of these winners, Epikradios and Agiadas had statues sculpted, one by Ptolichus of Aegina, the other, Agiadas, carved by Serambos, also an Aeginetan by birth. ἐπικράδιος μέν καί Ἀγιάδης ὁ μέν αὐτός πτόλις Αἰγινήτης ποιέω ὁ δέ Ἀγιάδης σήραμβος γένος καί οὗτος Αἰγινήτης 0
6.10.9 3 Λυκίνου δέ ἐστιν ὁ ἀνδριὰς Κλέωνος τέχνη· The statue of Lycinos is the work of Cleon. Λύκινος δέ εἰμί ὁ ἀνδριάς Κλέων τέχνη 0
6.10.9 4 τὸν δὲ Τέλλωνα ὅστις εἰργάσατο, οὐ μνημονεύουσιν. The sculptor of Tellon’s statue, however, is not recorded. ὁ δέ Τέλλων ὅστις ἐργάζομαι οὐ μνημονεύω 0