Passage 6.10.9
Λυκῖνον δὲ Ἡραιέα καὶ Ἐπικράδιον Μαντινέα καὶ Τέλλωνα Ὀρεσθάσιον καὶ Ἠλεῖον Ἀγιάδαν ἐν παισὶν ἀνελομένους νίκας, Λυκῖνον μὲν δρόμου, τοὺς δὲ ἐπʼ αὐτῷ κατειλεγμένους πυγμῆς, Ἐπικράδιον μὲν καὶ Ἀγιάδαν, τὸν μὲν αὐτῶν Πτόλιχος Αἰγινήτης ἐποίησε, τὸν δὲ Ἀγιάδαν Σήραμβος , γένος καὶ οὗτος Αἰγινήτης· Λυκίνου δέ ἐστιν ὁ ἀνδριὰς Κλέωνος τέχνη· τὸν δὲ Τέλλωνα ὅστις εἰργάσατο, οὐ μνημονεύουσιν.
Lycinos of Heraea, Epikradios of Mantineia, Tellon of Oresthasion, and Agiadas the Elean won victories as boys: Lycinos in running, while those listed after him—in boxing. Of these winners, Epikradios and Agiadas had statues sculpted, one by Ptolichos of Aegina, the other, Agiadas, carved by Serambos, also an Aeginetan by birth. The statue of Lycinos is the work of Kleon; the sculptor of Tellon’s statue, however, is not recorded.