Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 6.18.1 | 1 | ἔστι δὲ καὶ τοῦ Κυρηναίου Κρατισθένους χαλκοῦν ἅρμα, καὶ Νίκη τε ἐπιβέβηκε τοῦ ἅρματος καὶ αὐτὸς ὁ Κρατισθένης. | There is also a bronze chariot of Cratisthenes the Cyrenaean; figures of Victory and Cratisthenes himself are standing upon the chariot. | εἰμί δέ καί ὁ Κυρηναῖος κρατισθείς χαλκοῦς ἅρμα καί νίκη τε ἐπιβαίνω ὁ ἅρμα καί αὐτός ὁ Κρατισθένης | 0 |
| 6.18.1 | 2 | δῆλα μὲν δὴ ὅτι ἵππων γέγονεν αὐτῷ νίκη· | Clearly, his victory was won in a horse-race. | δῆλος μέν δή ὅτι ἵππος γίγνομαι αὐτός νίκη | 0 |
| 6.18.1 | 3 | λέγεται δὲ καὶ ὡς Μνασέου τοῦ δρομέως, ἐπικληθέντος δὲ ὑπὸ Ἑλλήνων Λίβυος, εἴη παῖς ὁ Κρατισθένης. | It is said, moreover, that this Cratisthenes was the son of Mnaseas, the runner, whom the Greeks called "the Libyan." | λέγω δέ καί ὡς Μνασέας ὁ δρομεύς ἐπικαλέω δέ ὑπό Ἕλλην Λίβυς εἴην παῖς ὁ Κρατισθένης | 0 |
| 6.18.1 | 4 | τὰ δὲ ἀναθήματα αὐτῷ τὰ ἐς Ὀλυμπίαν ἐστὶ τοῦ Ῥηγίνου Πυθαγόρου τέχνη. | The votive offerings dedicated by Cratisthenes at Olympia are the work of Pythagoras of Rhegium. | ὁ δέ ἀνάθημα αὐτός ὁ εἰς Ὀλυμπία εἰμί ὁ Ῥηγῖνος Πυθαγόρας τέχνη | 0 |
| 6.18.2 | 1 | ἐνταῦθα καὶ Ἀναξιμένους οἶδα εἰκόνα ἀνευρών, ὃς τὰ ἐν Ἕλλησιν ἀρχαῖα, καὶ ὅσα Φίλιππος ὁ Ἀμύντου καὶ ὕστερον Ἀλέξανδρος εἰργάσατο, συνέγραψεν ὁμοίως ἅπαντα· | Here too I know of a statue of Anaximenes, who composed a comprehensive history of ancient Greek affairs, and also of everything done by Philip, son of Amyntas, and later by Alexander. | ἐνταῦθα καί Ἀναξιμένης οἶδα εἰκών ἀνευρίσκω ὅς ὁ ἐν Ἕλλην ἀρχαῖος καί ὅσος Φίλιππος ὁ Ἀμύντας καί ὕστερον Ἀλέξανδρος ἐργάζομαι συγγράφω ὁμοίως ἅπας | 0 |
| 6.18.2 | 2 | ἡ δέ οἱ τιμὴ γέγονεν ἐν Ὀλυμπίᾳ παρὰ τῶν Λαμψακηνῶν τοῦ δήμου. | This honor was bestowed upon him at Olympia by the people of Lampsacus. | ὁ δέ ὁ τιμή γίγνομαι ἐν Ὀλυμπία παρά ὁ Λαμψάκης ὁ δῆμος | 0 |
| 6.18.2 | 3 | ὑπελίπετο δὲ Ἀναξιμένης τοσάδε ἐς μνήμην· βασιλέα γὰρ οὐ τὰ πάντα ἤπιον ἀλλὰ καὶ τὰ μάλιστα θυμῷ χρώμενον, Ἀλέξανδρον τὸν Φιλίππου, τέχνῃ περιῆλθε τοιᾷδε. | Anaximenes is remembered especially for the following incident: when Alexander, son of Philip, who as a king was not always mild but often very quick-tempered, was enraged with him, Anaximenes overcame his anger by the following stratagem. | ὑπολείπω δέ Ἀναξιμένης τόσδε εἰς μνήμη βασιλεύς γάρ οὐ ὁ πᾶς ἤπιος ἀλλά καί ὁ μάλιστα θυμός χράομαι Ἀλέξανδρος ὁ Φίλιππος τέχνη περιέρχομαι τοιόσδε | 0 |
| 6.18.3 | 1 | Λαμψακηνῶν τὰ βασιλέως τοῦ Περσῶν φρονησάντων ἢ καὶ αἰτίαν φρονῆσαι λαβόντων, ὁ Ἀλέξανδρος ἅτε ὑπερζέων ἐς αὐτοὺς τῇ ὀργῇ κακῶν ἠπείλει τὰ μέγιστα ἐργάσασθαι· | When the Lampsacenes took the Persian king's side, or at least were accused of sympathizing with him, Alexander, exceedingly enraged with them, threatened to inflict upon them the greatest calamities. | Λαμψάκης ὁ βασιλεύς ὁ Πέρσης φρονέω ἤ καί αἰτία φρονέω λαμβάνω ὁ Ἀλέξανδρος ἅτε ὑπερζέω εἰς αὐτός ὁ ὀργή κακός ἀπειλέω ὁ μέγας ἐργάζομαι | 0 |
| 6.18.3 | 2 | οἱ δὲ ἅτε θέοντες περὶ γυναικῶν τε καὶ παίδων καὶ αὐτῆς πατρίδος ἀποστέλλουσιν Ἀναξιμένην ἱκετεύειν, Ἀλεξάνδρῳ τε αὐτῷ καὶ ἔτι Φιλίππῳ πρότερον γεγονότα ἐν γνώσει. | In their fear for their women and children, and indeed for their very homeland, they sent Anaximenes to intercede for them, as he had been known previously both to Alexander himself and earlier to Philip. | ὁ δέ ἅτε θέω περί γυνή τε καί παῖς καί αὐτός πατρίς ἀποστέλλω Ἀναξιμένης ἱκετεύω Ἀλέξανδρος τε αὐτός καί ἔτι Φίλιππος πρότερον γίγνομαι ἐν γνῶσις | 0 |
| 6.18.3 | 3 | προσῄει τε ὁ Ἀναξιμένης, καὶ τὸν Ἀλέξανδρον, πεπυσμένον καθʼ ἥντινα αἰτίαν ἥκοι, κατομόσασθαί φασιν ἐπονομάζοντα θεοὺς τοὺς Ἑλλήνων ἦ μὴν αὐτοῦ ταῖς δεήσεσιν ὁπόσα ἐστὶν ἐναντία ἐργάσασθαι. | Anaximenes approached Alexander, and when Alexander asked him the cause of his coming, he is said to have sworn by the gods of the Greeks that he indeed had come to petition Alexander to do precisely the opposite of whatever he himself wished to request. | προσῄειμι τε ὁ Ἀναξιμένης καί ὁ Ἀλέξανδρος πυνθάνομαι κατά ὅστις αἰτία ἥκω κατομνύω φημί ἐπονομάζω θεός ὁ Ἕλλην ἦ μήν αὐτός ὁ δέησις ὁπόσος εἰμί ἐναντίος ἐργάζομαι | 0 |
| 6.18.4 | 1 | ἔνθα δὴ εἶπεν Ἀναξιμένης· | Then indeed Anaximenes spoke thus: | ἔνθα δή εἶπον Ἀναξιμένης | 0 |
| 6.18.4 | 2 | "χαρίσασθαι μοι τήνδε ὦ βασιλεῦ τὴν χάριν, ἐξανδραποδίσασθαι μὲν γυναῖκας καὶ τέκνα Λαμψακηνῶν, καταβαλεῖν δὲ καὶ ἐς ἔδαφος τὴν πόλιν πᾶσαν, τὰ δὲ ἱερὰ τῶν θεῶν σφισιν ἐμπρῆσαι" . | "Grant me, O king, this favor—to enslave the women and children of the Lampsacenes, to raze their entire city to the ground, and even to burn their sanctuaries of the gods." | χαρίζομαι ἐγώ ὅδε ὦ βασιλεύω ὁ χάρις ἐξανδραποδίζω μέν γυνή καί τέκνον Λαμψάκης καταβάλλω δέ καί εἰς ἔδαφος ὁ πόλις πᾶς ὁ δέ ἱερός ὁ θεός σφεῖς ἐμπρήθω | 0 |
| 6.18.4 | 3 | ὁ μὲν ταῦτα ἔλεγεν, Ἀλέξανδρος δὲ οὔτε πρὸς τὸ σόφισμα ἀντιμηχανήσασθαί τι εὑρίσκων καὶ ἐνεχόμενος τῇ ἀνάγκῃ τοῦ ὅρκου συγγνώμην ἔνεμεν οὐκ ἐθέλων Λαμψακηνοῖς. | Thus was he speaking; and Alexander, unable to contrive anything against his stratagem, and bound by the necessity of his oath, unwillingly granted pardon to the Lampsacenes. | ὁ μέν οὗτος λέγω Ἀλέξανδρος δέ οὔτε πρός ὁ σόφισμα ἀντιμηχανάομαι τις εὑρίσκω καί ἔχομαι ὁ ἀνάγκη ὁ ὅρκος συγγνώμη νέμω οὐ ἐθέλω Λαμψακηνός | 0 |
| 6.18.5 | 1 | φαίνεται δὲ καὶ ἄνδρα ὁ Ἀναξιμένης ἐχθρὸν οὐκ ἀμαθέστατα ἀλλὰ καὶ ἐπιφθονώτατα ἀμυνάμενος. | Anaximenes also appears to have avenged himself upon a personal enemy in a way not only clever but exceedingly spiteful. | φαίνω δέ καί ἀνήρ ὁ Ἀναξιμένης ἐχθρός οὐ ἀμαθέστατος ἀλλά καί ἐπιφθονότατα ἀμύνω | 0 |
| 6.18.5 | 2 | ἐπεφύκει μὲν αὐτὸς σοφιστὴς καὶ σοφιστῶν λόγους μιμεῖσθαι· | He was naturally skilled as a sophist and adept at imitating the writings of other sophists. | ἐφύω μέν αὐτός σοφιστής καί σοφιστής λόγος μιμέομαι | 0 |
| 6.18.5 | 3 | ὡς δέ οἱ διαφορὰ ἐς Θεόπομπον ἐγεγόνει τὸν Δαμασιστράτου, γράφει βιβλίον ἐς Ἀθηναίους καὶ ἐπὶ Λακεδαιμονίοις ὁμοῦ καὶ Θηβαίοις συγγραφὴν λοίδορον. | When he had become embroiled in a conflict with Theopompus, the son of Damasistratus, he composed a book defamatory of the Athenians, the Spartans, and the Thebans alike; | ὡς δέ ὁ διαφορά εἰς Θεόπομπος γίγνομαι ὁ Δαμασίστρατος γράφω βιβλίον εἰς Ἀθηναῖος καί ἐπί Λακεδαιμόνιος ὁμοῦ καί Θηβαῖος συγγραφή λοίδορος | 0 |
| 6.18.5 | 4 | ὡς δὲ ἦν ἐς τὸ ἀκριβέστατον αὐτῷ μεμιμημένα, ἐπιγράψας τοῦ Θεοπόμπου τὸ ὄνομα τῷ βιβλίῳ διέπεμπεν ἐς τὰς πόλεις· | and having imitated Theopompus' style with the utmost precision, he put Theopompus' name upon the work, distributing it among the various cities. | ὡς δέ εἰμί εἰς ὁ ἀκριβής αὐτός μιμέομαι ἐπιγράφω ὁ Θεόπομπος ὁ ὄνομα ὁ βιβλίον διαπέμπω εἰς ὁ πόλις | 0 |
| 6.18.5 | 5 | καὶ αὐτός τε συγγεγραφὼς ἦν καὶ τὸ ἔχθος τὸ ἐς Θεόπομπον ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ἐπηύξητο. | Thus he both published his own composition and effectively spread ill-feeling toward Theopompus throughout all of Greece. | καί αὐτός τε συγγράφω εἰμί καί ὁ ἔχθος ὁ εἰς Θεόπομπος ἀνά πᾶς ὁ Ἑλλάς ἐπαυξάνω | 0 |
| 6.18.6 | 1 | οὐ μὴν οὐδὲ εἰπεῖν τις αὐτοσχεδίως Ἀναξιμένους πρότερός ἐστιν εὑρηκώς· | Nor could anyone else have plausibly claimed before Anaximenes to have composed extempore speeches. | οὐ μήν οὐδέ λέγω τις αὐτοσχεδίως Ἀναξιμένης πρότερος εἰμί εὑρίσκω | 0 |
| 6.18.6 | 2 | τὰ ἔπη δὲ τὰ ἐς Ἀλέξανδρον οὔ μοι πιστά ἐστιν Ἀναξιμένην τὸν ποιήσαντα εἶναι. | However, I do not believe that the verses about Alexander were actually composed by Anaximenes. | ὁ ἔπος δέ ὁ εἰς Ἀλέξανδρος οὐ ἐγώ πιστός εἰμί Ἀναξιμένης ὁ ποιέω εἰμί | 0 |
| 6.18.6 | 3 | Σωτάδης δὲ ἐπὶ δολίχου νίκαις Ὀλυμπιάδι μὲν ἐνάτῃ καὶ ἐνενηκοστῇ Κρής, καθάπερ γε καὶ ἦν, ἀνερρήθη, | Sotades, who won the long-distance race at the ninety-ninth Olympiad, was proclaimed as a Cretan, for he indeed was one; | Σωτάδης δέ ἐπί δολιχός νίκη Ὀλυμπιάς μέν ἔνατος καί ἐνενηκοστός κρής καθάπερ γε καί εἰμί ἀνερρέω | 0 |
| 6.18.6 | 4 | τῇ ἐπὶ ταύτῃ δὲ λαβὼν χρήματα παρὰ τοῦ Ἐφεσίων κοινοῦ Ἐφεσίοις ἐσεποίησεν αὑτόν· | but afterward, having received money from the Ephesian community, he declared himself an Ephesian citizen. | ὁ ἐπί οὗτος δέ λαμβάνω χρῆμα παρά ὁ Ἐφέσιος κοινός Ἐφέσιος ποιέω ἑαυτοῦ | 0 |
| 6.18.6 | 5 | καὶ αὐτὸν ἐπὶ τῷ ἔργῳ φυγῇ ζημιοῦσιν οἱ Κρῆτες. | For this action, the Cretans punished him with exile. | καί αὐτός ἐπί ὁ ἔργον φυγή ζημιόω ὁ Κρῆς | 0 |
| 6.18.7 | 1 | πρῶται δὲ ἀθλητῶν ἀνετέθησαν ἐς Ὀλυμπίαν εἰκόνες Πραξιδάμαντός τε Αἰγινήτου νικήσαντος πυγμῇ τὴν ἐνάτην Ὀλυμπιάδα ἐπὶ ταῖς πεντήκοντα καὶ Ὀπουντίου Ῥηξιβίου παγκρατιαστὰς καταγωνισαμένου μιᾷ πρὸς ταῖς ἑξήκοντα Ὀλυμπιάδι· | The first statues of athletes set up at Olympia were those of Praxidamas of Aegina, who won the boxing match at the fifty-ninth Olympiad, and of Rexibius of Opous, who prevailed as a pancratiast at the sixty-first Olympiad. | πρῶτος δέ ἀθλητής ἀνατίθημι εἰς Ὀλυμπία εἰκών Πραξιδάμας τε Αἰγινήτης νικάω πυγμή ὁ ἔνατος Ὀλυμπιάς ἐπί ὁ πεντήκοντα καί Ὀπούντιος Ῥηξίβιος παγκρατιαστής καταγωνίζομαι εἷς πρός ὁ ἑξήκοντα Ὀλυμπιάς | 0 |
| 6.18.7 | 2 | αὗται κεῖνται μὲν αἱ εἰκόνες οὐ πρόσω τῆς Οἰνομάου κίονος, ξύλου δέ εἰσιν εἰργασμέναι, Ῥηξιβίου μὲν συκῆς, ἡ δὲ τοῦ Αἰγινήτου κυπαρίσσου καὶ ἧσσον τῆς ἑτέρας πεπονηκυῖά ἐστιν. | These statues stand not far from the pillar of Oenomaus, and they are made of wood; that of Rexibius is of fig-wood, and the statue of the Aeginetan is of cypress-wood, being less finely worked than the other. | οὗτος κεῖμαι μέν ὁ εἰκών οὐ πρόσω ὁ Οἰνόμαος κίων ξύλον δέ εἰμί ἐργάζομαι Ῥηξίβιος μέν συκῆ ὁ δέ ὁ Αἰγινήτης κυπάρισσος καί ἧσσων ὁ ἕτερος πονέω εἰμί | 0 |