Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 6.23.1 | 1 | ἐν δὲ Ἤλιδι τὰ ἄξια μνήμης γυμνάσιόν ἐστιν ἀρχαῖον· | In Elis, among the noteworthy sights is an ancient gymnasium. | ἐν δέ ἤλις ὁ ἄξιος μνήμη γυμνάσιον εἰμί ἀρχαῖος | 0 |
| 6.23.1 | 2 | καὶ ὅσα ἐς τοὺς ἀθλητὰς πρὶν ἢ ἐς Ὀλυμπίαν ἀφικνεῖσθαι νομίζουσιν, ἐν τούτῳ σφίσι τῷ γυμνασίῳ δρᾶν καθέστηκε. | All the customary rites for athletes before they proceed to Olympia are performed by them here in this gymnasium. | καί ὅσος εἰς ὁ ἀθλητής πρίν ἤ εἰς Ὀλυμπία ἀφικνέομαι νομίζω ἐν οὗτος σφεῖς ὁ γυμνάσιον δράω καθίστημι | 0 |
| 6.23.1 | 3 | πλάτανοι μὲν ὑψηλαὶ διὰ τῶν δρόμων πεφύκασιν ἐντὸς τοίχου· | Tall plane trees grow along the running-tracks within the enclosure walls. | πλάτανος μέν ὑψηλός διά ὁ δρόμος φύω ἐντός τοῖχος | 0 |
| 6.23.1 | 4 | ὁ σύμπας δὲ οὗτος περίβολος καλεῖται Ξυστός, ὅτι Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος ἐς ἄσκησιν ἐγίνετο, ὅσαι τῶν ἀκανθῶν ἐφύοντο ἐνταῦθα ἐπὶ ἑκάστῃ ἡμέρᾳ σφᾶς ἀναξύειν. | The entire enclosure is called Xystos, because Heracles, the son of Amphitryon, practiced here, daily scraping away the thistles (xysta) that grew in the place. | ὁ σύμπας δέ οὗτος περίβολος καλέω ξυστός ὅτι Ἡρακλῆς ὁ Ἀμφιτρύων εἰς ἄσκησις γίγνομαι ὅσος ὁ ἄκανθα φύομαι ἐνταῦθα ἐπί ἕκαστος ἡμέρα σφεῖς ἀναξύω | 0 |
| 6.23.2 | 1 | χωρὶς μὲν δὴ ἐς ἅμιλλαν τῶν δρομέων ἐστὶν ἀποκεκριμένος δρόμος, ὀνομάζεται δὲ ὑπὸ τῶν ἐπιχωρίων ἱερός, χωρὶς δὲ ἔνθα ἐπὶ μελέτῃ δρομεῖς καὶ οἱ πένταθλοι θέουσιν. | There is a separate track specially set apart for contests among runners, which the locals call sacred, and another distinct area where runners and pentathletes practice their exercises. | χωρίς μέν δή εἰς ἅμιλλα ὁ δρομεύς εἰμί ἀποκρίνω δρόμος ὀνομάζω δέ ὑπό ὁ ἐπιχώριος ἱερός χωρίς δέ ἔνθα ἐπί μελέτη δρομεύς καί ὁ πένταθλος θέω | 0 |
| 6.23.2 | 2 | ἔστι δὲ ἐν τῷ γυμνασίῳ καλούμενον Πλέθριον· ἐν δὲ αὐτῷ συμβάλλουσιν οἱ Ἑλλανοδίκαι τοὺς καθʼ ἡλικίαν ἢ καὶ αὐτῷ διαφέροντας τῷ ἐπιτηδεύματι· συμβάλλουσι δὲ ἐπὶ πάλῃ. | Within the Gymnasium is a place called the Plethrion; here the Hellanodikai pair competitors according to age or skill, matching them together for wrestling bouts. | εἰμί δέ ἐν ὁ γυμνάσιον καλέω πλέθρον ἐν δέ αὐτός συμβάλλω ὁ ἑλλανοδίκης ὁ κατά ἡλικία ἤ καί αὐτός διαφέρω ὁ ἐπιτήδευμα συμβάλλω δέ ἐπί πάλῃ | 0 |
| 6.23.3 | 1 | εἰσὶ δὲ καὶ θεῶν ἐν τῷ γυμνασίῳ βωμοί, Ἡρακλέους τοῦ Ἰδαίου, Παραστάτου δὲ ἐπίκλησιν, καὶ Ἔρωτος καὶ ὃν Ἠλεῖοι καὶ Ἀθηναῖοι κατὰ ταὐτὰ Ἠλείοις Ἀντέρωτα ὀνομάζουσι, Δήμητρός τε καὶ τῆς παιδός. | In the gymnasium there are also altars to gods: one to Heracles of Ida, surnamed Parastates ("He who stands beside"), and others to Eros and to the deity whom both Eleans and Athenians alike call Anteros. | εἰμί δέ καί θεός ἐν ὁ γυμνάσιον βωμός Ἡρακλῆς ὁ Ἰδαῖος παραστάτης δέ ἐπίκλησις καί ἔρως καί ὅς Ἠλεῖος καί Ἀθηναῖος κατά αὐτός Ἠλεῖος ἀντέρως ὀνομάζω Δήμητρος τε καί ὁ παῖς | 0 |
| 6.23.3 | 2 | Ἀχιλλεῖ δὲ οὐ βωμός, κενὸν δέ ἐστιν αὐτῷ μνῆμα ἐκ μαντείας· | There are also altars to Demeter and her daughter. | Ἀχιλλεύς δέ οὐ βωμός κενός δέ εἰμί αὐτός μνῆμα ἐκ μαντεία | 0 |
| 6.23.3 | 3 | τῆς πανηγύρεως δὲ ἀρχομένης ἐν ἡμέρᾳ ῥητῇ περὶ ἀποκλίνοντα ἐς δυσμὰς τοῦ ἡλίου τὸν δρόμον αἱ γυναῖκες αἱ Ἠλεῖαι ἄλλα τε τοῦ Ἀχιλλέως δρῶσιν ἐς τιμὴν καὶ κόπτεσθαι νομίζουσιν αὐτόν. | For Achilles, however, there is no altar; instead, there is an empty tomb erected for him, following an oracle. | ὁ πανήγυρις δέ ἄρχομαι ἐν ἡμέρα ῥητός περί ἀποκλίνω εἰς δυσμή ὁ ἥλιος ὁ δρόμος ὁ γυνή ὁ ἠλεῖαι ἄλλος τε ὁ Ἀχιλλεύς δράω εἰς τιμή καί κόπτεσθαι νομίζω αὐτός | 0 |
| 6.23.4 | 1 | ἔστι δὲ καὶ ἄλλος ἐλάσσων γυμνασίου περίβολος, ὃς ἔχεται μὲν τοῦ μείζονος, τετράγωνον δὲ ὀνομάζουσιν ἐπὶ τῷ σχήματι· καὶ παλαῖστραι τοῖς ἀθλοῦσιν ἐνταῦθα ποιοῦνται, καὶ συμβάλλουσιν αὐτόθι τοὺς ἀθλητὰς οὐ παλαίσοντας ἔτι, ἐπὶ δὲ ἱμάντων τῶν μαλακωτέρων ταῖς πληγαῖς. | There is also another enclosure of the gymnasium, smaller in size, adjoining the larger one; and because of its shape, they call it the Square. | εἰμί δέ καί ἄλλος ἐλάσσων γυμνάσιον περίβολος ὅς ἔχω μέν ὁ μείζων τετράγωνος δέ ὀνομάζω ἐπί ὁ σχῆμα καί παλαίστρα ὁ ἀθλέω ἐνταῦθα ποιέω καί συμβάλλω αὐτόθι ὁ ἀθλητής οὐ παλαίω ἔτι ἐπί δέ ἱμάς ὁ μαλακός ὁ πληγή | 0 |
| 6.23.4 | 2 | ἀνάκειται δὲ καὶ τῶν ἀγαλμάτων τὸ ἕτερον, ἃ ἐπὶ ζημίᾳ Σωσάνδρου τε τοῦ Σμυρναίου καὶ Ἠλείου Πολύκτορος τῷ Διὶ ἐποιήθη. | Here they arrange wrestling schools for competitors, and here they also match athletes who are no longer wrestling, but competing with softer leather thongs for striking blows. | ἀνάκειμαι δέ καί ὁ ἄγαλμα ὁ ἕτερος ὅς ἐπί ζημία Σώσανδρος τε ὁ Σμυρναῖος καί Ἠλεῖος πολύκτωρ ὁ Ζεύς ποιέω | 0 |
| 6.23.5 | 1 | ἔστι δὲ καὶ τρίτος γυμνασίου περίβολος, ὄνομα μὲν Μαλθὼ τῆς μαλακότητος τοῦ ἐδάφους ἕνεκα, τοῖς δὲ ἐφήβοις ἀνεῖται τῆς πανηγύρεως τὸν χρόνον πάντα. | There is also a third enclosure of the gymnasium, called Maltho, because of the softness of its ground. | εἰμί δέ καί τρίτος γυμνάσιον περίβολος ὄνομα μέν Μαλώς ὁ μαλακότης ὁ δάφος ἕνεκα ὁ δέ ἔφηβος ἀνίημι ὁ πανήγυρις ὁ χρόνος πᾶς | 0 |
| 6.23.5 | 2 | ἔστι δὲ ἐν γωνίᾳ τῆς Μαλθοῦς πρόσωπον Ἡρακλέους ἄχρι ἐς τοὺς ὤμους, καὶ ἐν τῶν παλαιστρῶν μιᾷ τύπος Ἔρωτα ἔχων ἐπειργασμένον καὶ τὸν καλούμενον Ἀντέρωτα· | During the festival period, it is open to the youths for the entire duration. | εἰμί δέ ἐν γωνία ὁ μαλθός πρόσωπον Ἡρακλῆς ἄχρι εἰς ὁ ὦμος καί ἐν ὁ παλαίστρα εἷς τύπος ἔρως ἔχω ἐξεργάζομαι καί ὁ καλέω ἀντέρως | 0 |
| 6.23.5 | 3 | ἔχει δὲ ὁ μὲν φοίνικος ὁ Ἔρως κλάδον, ὁ δὲ ἀφελέσθαι πειρᾶται τὸν φοίνικα ὁ Ἀντέρως. | In a corner of the Maltho there is a bust of Heracles reaching down to the shoulders, and in one of the wrestling schools there is a relief representing Eros and the figure called Anteros. | ἔχω δέ ὁ μέν φοῖνιξ ὁ ἔρως κλάδος ὁ δέ ἀφαιρέω πειράομαι ὁ φοῖνιξ ὁ ἔρως | 0 |
| 6.23.6 | 1 | τῆς ἐσόδου δὲ ἑκατέρωθεν τῆς ἐς τὴν Μαλθὼ παιδὸς ἕστηκεν εἰκὼν πύκτου· | On either side of the entrance leading into the Maltho stands a statue of a boxer. | ὁ ἔσοδος δέ ἑκατέρωθεν ὁ εἰς ὁ Μαλώς παῖς ἵστημι εἰκών πύκτης | 0 |
| 6.23.6 | 2 | καὶ αὐτὸν ἔφασκεν ὁ νομοφύλαξ Ἠλείων γένος μὲν Ἀλεξανδρέα εἶναι τῆς ὑπὲρ Φάρου τῆς νήσου, Σαραπίωνα δὲ ὄνομα, ἀφικόμενον δὲ ἐς Ἦλιν σπανίζουσι σίτου σφίσι τροφὰς δοῦναι. | The Elean curator of laws stated that this man was Alexandrian in descent, from the island situated beyond Pharos, named Sarapion, who, having come to Elis when the people were suffering a shortage of grain, provided provisions for them. | καί αὐτός φάσκω ὁ νομοφύλαξ Ἠλεῖος γένος μέν Ἀλεξάνδρεια εἰμί ὁ ὑπέρ φάρος ὁ νῆσος Σαραπίων δέ ὄνομα ἀφικνέομαι δέ εἰς Ἦλις σπανίζω σῖτος σφεῖς τροφή δίδωμι | 0 |
| 6.23.6 | 3 | τούτῳ μὲν αὐτόθι ἀντὶ τούτου γεγόνασιν αἱ τιμαί· | In return, he was honored in that place. | οὗτος μέν αὐτόθι ἀντί οὗτος γίγνομαι ὁ τιμή | 0 |
| 6.23.6 | 4 | χρόνος δὲ στεφάνου τε τοῦ ἐν Ὀλυμπίᾳ καὶ εὐεργεσίας αὐτῷ τῆς ἐς Ἠλείους Ὀλυμπιὰς ἑβδόμη πρὸς ταῖς δέκα τε καὶ διακοσίαις. | The time of his Olympic crown and his benefaction toward the Eleans was during the two hundred and seventeenth Olympiad. | χρόνος δέ στέφανος τε ὁ ἐν Ὀλυμπία καί εὐεργεσία αὐτός ὁ εἰς Ἠλεῖος Ὀλυμπιάς ἕβδομος πρός ὁ δέκα τε καί διακόσιοι | 0 |
| 6.23.7 | 1 | ἐν τούτῳ τῷ γυμνασίῳ καὶ βουλευτήριόν ἐστιν Ἠλείοις, καὶ ἐπιδείξεις ἐνταῦθα λόγων τε αὐτοσχεδίων καὶ συγγραμμάτων ποιοῦνται παντοίων· | In this gymnasium there is also the council chamber of the Eleans, and here they hold exhibitions involving both improvised speeches and writings of every kind. | ἐν οὗτος ὁ γυμνάσιον καί βουλευτήριον εἰμί Ἠλεῖος καί ἐπιδείξις ἐνταῦθα λόγος τε αὐτοσχέδιος καί συγγράμμα ποιέω πάντοιος | 0 |
| 6.23.7 | 2 | καλεῖται δὲ Λαλίχμιον τοῦ ἀναθέντος ἐπώνυμον. | It is called Lalichmion after the man who dedicated it. | καλέω δέ λαλίχμιον ὁ ἀνατίθημι ἐπώνυμος | 0 |
| 6.23.7 | 3 | περὶ δὲ αὐτὸ ἀσπίδες ἀνάκεινται, θέας ἕνεκα καὶ οὐκ ἐς ἔργον πολέμου πεποιημέναι. | Around it shields are set up, intended only for display and not made for the work of war. | περί δέ αὐτός ἀσπίς ἀνάκειμαι θέα ἕνεκα καί οὐ εἰς ἔργον πόλεμος ποιέω | 0 |
| 6.23.8 | 1 | ἐκ δὲ τοῦ γυμνασίου πρὸς τὰ λουτρὰ ἐρχομένῳ διʼ ἀγυιᾶς τε ἡ ὁδὸς Σιωπῆς καὶ παρὰ τὸ ἱερὸν τῆς Φιλομείρακός ἐστιν Ἀρτέμιδος. | From the gymnasium, the way toward the baths leads along a street called Silence (Siopē), past a temple of Artemis Philomeirax. | ἐκ δέ ὁ γυμνάσιον πρός ὁ λουτρόν ἔρχομαι διά ἀγυιά τε ὁ ὁδός σιωπή καί παρά ὁ ἱερός ὁ φιλομείρακος εἰμί Ἄρτεμις | 0 |
| 6.23.8 | 2 | τῇ μὲν δὴ θεῷ γέγονεν ἡ ἐπίκλησις ἅτε τοῦ γυμνασίου γείτονι· | The goddess received this epithet because her temple is near the gymnasium. | ὁ μέν δή θεός γίγνομαι ὁ ἐπίκλησις ἅτε ὁ γυμνάσιον γείτων | 0 |
| 6.23.8 | 3 | τῇ ἀγυιᾷ δὲ Σιωπῇ ὄνομα ἐπὶ λόγῳ τοιῷδε τεθῆναι λέγουσιν. | As for the street named Silence, they say it received the name from the following event. | ὁ ἀγυιά δέ σιωπή ὄνομα ἐπί λόγος τοιοῦτος τίθημι λέγω | 0 |
| 6.23.8 | 4 | ἄνδρες τοῦ Ὀξύλου στρατεύματος ἐπὶ κατασκοπῇ τῶν ἐν Ἤλιδι ἀποπεμφθέντες καὶ ἀλλήλοις διακελευσάμενοι κατὰ τὴν ὁδόν, ἐπειδὰν πλησίον γίνωνται τοῦ τείχους, φθέγγεσθαι μὲν μηδὲν ἔτι αὐτοί, ἐπακροᾶσθαι δὲ εἴ τι παρὰ τῶν ἐντὸς πυθέσθαι δυνήσονται, οὗτοι λανθάνουσι παρελθόντες ἐς τὴν πόλιν κατὰ τὴν ἀγυιὰν ταύτην καὶ ἐπακούσαντες ὁπόσα ἐβούλοντο ἐπανίασιν αὖθις ἐς τοὺς Αἰτωλούς· | When men from Oxylus' army had been dispatched as spies to gather information about the Eleans, they instructed one another on the journey that as soon as they approached the walls they should be silent themselves and try to overhear anything they could from those inside; these spies, therefore, secretly passed unnoticed into the city by way of this very street, gathered the intelligence they desired, and returned again to the Aetolians. | ἀνήρ ὁ ὀξύς στράτευμα ἐπί κατασκοπή ὁ ἐν ἤλις ἀποπέμπω καί ἀλλήλων διακελεύομαι κατά ὁ ὁδός ἐπειδάν πλησίον γίγνομαι ὁ τεῖχος φθέγγομαι μέν μηδείς ἔτι αὐτός ἐπακροάομαι δέ εἰ τις παρά ὁ ἐντός πυνθάνομαι δύναμαι οὗτος λανθάνω παρέρχομαι εἰς ὁ πόλις κατά ὁ ἀγυιά οὗτος καί ἐπακούω ὁπόσος βούλομαι ἐπανίημι αὖθις εἰς ὁ Αἰτωλός | 0 |
| 6.23.8 | 5 | καὶ ἡ ἀγυιὰ τὸ ὄνομα εἴληφεν ἀπὸ τῶν κατασκόπων τῆς σιωπῆς. | Thus, the street received its name "Silence" from the spies' secrecy. | καί ὁ ἀγυιά ὁ ὄνομα λαμβάνω ἀπό ὁ κατάσκοπος ὁ σιωπή | 0 |