Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 6.6.1 | 1 | τούτῳ μὲν ἐνταῦθα ἐγένετο ἡ τελευτή· | This man ended his life in this place. | οὗτος μέν ἐνταῦθα γίγνομαι ὁ τελευτή | 0 |
| 6.6.1 | 2 | ἐν δὲ Ὀλυμπίᾳ παρὰ τοῦ Πουλυδάμαντος τὸν ἀνδριάντα δύο τε ἐκ τῆς Ἀρκάδων καὶ Ἀττικὸς ὁ τρίτος ἕστηκεν ἀθλητής. | At Olympia, next to the statue of Polydamas, there stand statues of two Arcadian athletes and a third from Attica. | ἐν δέ Ὀλυμπία παρά ὁ Πουλυδάμας ὁ ἀνδριάς δύο τε ἐκ ὁ Ἀρκάς καί Ἀττικός ὁ τρίτος ἵστημι ἀθλητής | 0 |
| 6.6.1 | 3 | τὸν μὲν δὴ Μαντινέα Πρωτόλαον Διαλκοῦς πυγμῇ παῖδας κρατήσαντα ὁ Ῥηγῖνος Πυθαγόρας , Ναρυκίδαν δὲ τὸν Δαμαρέτου παλαιστὴν ἄνδρα ἐκ Φιγαλίας Σικυώνιος Δαίδαλος , Καλλίᾳ δὲ Ἀθηναίῳ παγκρατιαστῇ τὸν ἀνδριάντα ἀνὴρ Ἀθηναῖος Μίκων ἐποίησεν ὁ ζωγράφος. | Pythagoras of Rhegium made the statue of Protolaus, son of Dialkes, a victor from Mantinea who won in boys' boxing; Daedalus of Sicyon made that of Narykidas, son of Damaretus, a wrestler from Phigalia; and Micon, the painter, an Athenian, was the maker of the statue of Callias of Athens, a victor in pankration. | ὁ μέν δή Μαντινεύς πρωτόλαος διαλκός πυγμή παῖς κρατέω ὁ ῥηγῖνος Πυθαγόρας Ναρυκίς δέ ὁ Δάμαρις παλαιστής ἀνήρ ἐκ φιγαλίας Σικυώνιος Δαίδαλος Καλλίας δέ Ἀθηναῖος παγκρατιστής ὁ ἀνδριάς ἀνήρ Ἀθηναῖος μίκων ποιέω ὁ ζωγράφος | 0 |
| 6.6.1 | 4 | Νικοδάμου δὲ ἔργον τοῦ Μαιναλίου παγκρατιαστής ἐστιν ἐκ Μαινάλου, δύο νίκας ἐν ἀνδράσιν ἀνελόμενος, Ἀνδροσθένης Λοχαίου. | The statue of Androsthenes, son of Lochaios, a native of Maenalus who won twice in men's pankration competitions, is the work of Nicodamus of Maenalus. | Νικοδήμου δέ ἔργον ὁ Μαίναλος παγκρατιαστής εἰμί ἐκ μαινάλιος δύο νίκη ἐν ἀνήρ ἀναιρέω Ἀνδροσθένης λοχαῖος | 0 |
| 6.6.2 | 1 | ἐπὶ δὲ τούτοις Εὐκλῆς ἀνάκειται Καλλιάνακτος, γένος μὲν Ῥόδιος, οἴκου δὲ τοῦ Διαγοριδῷν· θυγατρὸς γὰρ Διαγόρου παῖς ἦν, ἐν δὲ ἀνδράσι πυγμῆς ἔσχεν Ὀλυμπικὴν νίκην. | After these stands Eukles, the son of Kallianax; he was by birth a Rhodian, from the family of the Diagoridae; for he was the son of a daughter of Diagoras, and won an Olympic victory in boxing among the men. | ἐπί δέ οὗτος εὐκλῆς ἀνάκειμαι Καλλιάναξ γένος μέν Ῥόδιος οἶκος δέ ὁ διαγοριδῴν θυγάτηρ γάρ Διάγορας παῖς εἰμί ἐν δέ ἀνήρ πυγμή ἔχω Ὀλυμπικός νίκη | 0 |
| 6.6.2 | 2 | τούτου μὲν δὴ ἡ εἰκὼν Ναυκύδους ἐστὶν ἔργον· Πολύκλειτος δὲ Ἀργεῖος, οὐχ ὁ τῆς Ἥρας τὸ ἄγαλμα ποιήσας, μαθητὴς δὲ Ναυκύδους, παλαιστὴν παῖδα εἰργάσατο Θηβαῖον Ἀγήνορα. | The statue of Eukles is the work of Naucydes. | οὗτος μέν δή ὁ εἰκών Ναυκύδης εἰμί ἔργον Πολύκλειτος δέ Ἀργεῖος οὐ ὁ ὁ Ἥρα ὁ ἄγαλμα ποιέω μαθητής δέ Ναυκύδης παλαιστής παῖς ἐργάζομαι Θηβαῖος ἀγήνωρ | 0 |
| 6.6.2 | 3 | ἀνετέθη δὲ ἡ εἰκὼν ὑπὸ τοῦ Φωκέων κοινοῦ· Θεόπομπος γὰρ ὁ πατὴρ τοῦ Ἀγήνορος πρόξενος τοῦ ἔθνους ἦν αὐτῶν. | The Argive Polycleitus—not the one who made the image of Hera, but a pupil of Naucydes—created the statue of Agenor, a young wrestler from Thebes. | ἀνατίθημι δέ ὁ εἰκών ὑπό ὁ Φωκεύς κοινός Θεόπομπος γάρ ὁ πατήρ ὁ ἀγήνωρ πρόξενος ὁ ἔθνος εἰμί αὐτός | 0 |
| 6.6.3 | 1 | Νικόδαμος δὲ ὁ πλάστης ὁ ἐκ Μαινάλου Δαμοξενίδαν ἄνδρα πύκτην ἐποίησεν ἐκ Μαινάλου. | Nicodamus, the sculptor from Maenalus, made a statue representing Damoxenidas, a boxer, who was also from Maenalus. | Νικόδαμος δέ ὁ πλάστης ὁ ἐκ μαινάλιος Δαμοξενίδας ἀνήρ πύκτης ποιέω ἐκ μαινάλιος | 0 |
| 6.6.3 | 2 | ἕστηκε δὲ καὶ Λαστρατίδα παιδὸς εἰκὼν Ἠλείου, πάλης ἀνελομένου στέφανον· | There also stands a statue of Lastratidas, a boy from Elis, who won the crown in wrestling. | ἵστημι δέ καί Λάστρα παῖς εἰκών Ἠλεῖος πάλη ἀναιρέω στέφανος | 0 |
| 6.6.3 | 3 | ἐγένετο δὲ αὐτῷ καὶ Νεμείων ἔν τε παισὶ καὶ ἀγενείων ἑτέρα νίκη. | He moreover achieved another victory at Nemea, both as a boy and later as a youth (agenios). | γίγνομαι δέ αὐτός καί Νέμειος εἰμί τε παῖς καί ἀγενεία ἕτερος νίκη | 0 |
| 6.6.3 | 4 | Παραβάλλοντι δὲ τῷ Λαστρατίδα πατρὶ ὑπῆρξε μὲν διαύλου παρελθεῖν δρόμῳ, ὑπελίπετο δὲ καὶ ἐς τοὺς ἔπειτα φιλοτιμίαν, τῶν νικησάντων Ὀλυμπίασι τὰ ὀνόματα ἀναγράψας ἐν τῷ γυμνασίῳ τῷ ἐν Ὀλυμπίᾳ. | His father, Paraballon, attained victory in the diaulos running race, and he further demonstrated his ambition toward subsequent generations by inscribing in the gymnasium at Olympia the names of those who won victories at Olympia. | παραβάλλω δέ ὁ Λάστρα πατήρ ὑπάρχω μέν διάυλος παρέρχομαι δρόμος ὑπολείπω δέ καί εἰς ὁ ἔπειτα φιλοτιμία ὁ νικάω Ὀλυμπία ὁ ὄνομα ἀναγράφω ἐν ὁ γυμνάσιον ὁ ἐν Ὀλυμπία | 0 |
| 6.6.4 | 1 | τὰ μὲν δὴ ἐς τούτους εἶχεν οὕτω· | Thus were the matters concerning these figures. | ὁ μέν δή εἰς οὗτος ἔχω οὕτως | 0 |
| 6.6.4 | 2 | τὰ δὲ ἐς Εὔθυμον τὸν πύκτην, οὔ με εἰκὸς ὑπερβαίνειν ἦν τὰ ἐς τὰς νίκας αὐτῷ καὶ τὰ ἐς δόξαν ὑπάρχοντα τὴν ἄλλην. | As for Euthymus the boxer, I ought not omit the mention of his victories and his overall renown. | ὁ δέ εἰς εὔθυμος ὁ πύκτης οὐ ἐγώ εἰκός ὑπερβαίνω εἰμί ὁ εἰς ὁ νίκη αὐτός καί ὁ εἰς δόξα ὑπάρχω ὁ ἄλλος | 0 |
| 6.6.4 | 3 | γένος μὲν δὴ ἦν ὁ Εὔθυμος ἐκ τῶν ἐν Ἰταλίᾳ Λοκρῶν, οἳ χώραν τὴν πρὸς τῷ Ζεφυρίῳ τῇ ἄκρᾳ νέμονται, πατρὸς δὲ ἐκαλεῖτο Ἀστυκλέους· | Euthymus was, by origin, from the Locrians in Italy, who dwell in the region near the promontory called Zephyrium. | γένος μέν δή εἰμί ὁ εὔθυμος ἐκ ὁ ἐν Ἰταλία Λοκρός ὅς χώρα ὁ πρός ὁ Ζεφυρίος ὁ ἄκρος νέμω πατήρ δέ καλέω Ἀστυκλέης | 0 |
| 6.6.4 | 4 | εἶναι δὲ αὐτὸν οὐ τούτου, ποταμοῦ δὲ οἱ ἐπιχώριοι τοῦ Καικίνου φασίν, ὃς τὴν Λοκρίδα καὶ Ῥηγίνην ὁρίζων τὸ ἐς τοὺς τέττιγας παρέχεται θαῦμα. | Though his father was named Astycles, according to local tradition Euthymus was not really his son; rather, he was said to be the son of the river Caecinus, which marks the boundary between Locri and Rhegium and presents a singular marvel concerning cicadas. | εἰμί δέ αὐτός οὐ οὗτος ποταμός δέ ὁ ἐπιχώριος ὁ καικῖνος φημί ὅς ὁ Λοκρίς καί Ῥηγίνα ὁρίζω ὁ εἰς ὁ τέττιξ παρέχω θαῦμα | 0 |
| 6.6.4 | 5 | οἱ μὲν γὰρ τέττιγες οἱ ἐντὸς τῆς Λοκρίδος ἄχρι τοῦ Καικίνου κατὰ τὰ αὐτὰ τοῖς ἄλλοις τέττιξιν ᾄδουσι· | For on the Locrian side of the Caecinus, the cicadas sing just like other cicadas. | ὁ μέν γάρ τέττιξ ὁ ἐντός ὁ Λοκρίς ἄχρι ὁ καικῖνος κατά ὁ αὐτός ὁ ἄλλος τέττιξ ᾄδω | 0 |
| 6.6.4 | 6 | διαβάντων δὲ τὸν Καικίνην οὐδεμίαν ἔτι οἱ ἐν τῇ Ῥηγίνῃ τέττιγες ἀφιᾶσι τὴν φωνήν. | yet when one crosses this river into the territory of Rhegium, the cicadas there no longer produce voice of any kind. | διαβαίνω δέ ὁ καικίνης οὐδείς ἔτι ὁ ἐν ὁ Ῥηγίνα τέττιξ ἀφίημι ὁ φωνή | 0 |
| 6.6.5 | 1 | τούτου μὲν δὴ παῖδα εἶναι λέγεται τὸν Εὔθυμον· | It is said that Euthymus was the son of this man. | οὗτος μέν δή παῖς εἰμί λέγω ὁ εὔθυμος | 0 |
| 6.6.5 | 2 | ἀνελομένῳ δέ οἱ πυγμῆς ἐν Ὀλυμπίᾳ νίκην τετάρτῃ πρὸς ταῖς ἑβδομήκοντα Ὀλυμπιάδι οὐ κατὰ τὰ αὐτὰ ἐς τὴν ἐπιοῦσαν Ὀλυμπιάδα ἔμελλε χωρήσειν· | When he had won the boxing victory at Olympia in the seventy-fourth Olympiad, he was not destined to gain victory again at the next Olympiad. | ἀναιρέω δέ ὁ πυγμή ἐν Ὀλυμπία νίκη τέταρτος πρός ὁ ἑβδομήκοντα Ὀλυμπιάς οὐ κατά ὁ αὐτός εἰς ὁ ἐπιοῦσα Ὀλυμπιάς μέλλω χωρέω | 0 |
| 6.6.5 | 3 | Θεαγένης γὰρ ὁ Θάσιος Ὀλυμπιάδι ἐθέλων τῇ αὐτῇ πυγμῆς τε ἀνελέσθαι καὶ παγκρατίου νίκας ὑπερεβάλετο πυκτεύων τὸν Εὔθυμον, οὐ μὴν οὐδὲ ὁ Θεαγένης ἐπὶ τῷ παγκρατίῳ λαβεῖν ἐδυνήθη τὸν κότινον ἅτε προκατεργασθεὶς τῇ μάχῃ πρὸς τὸν Εὔθυμον. | For Theagenes of Thasos, desiring in the same Olympiad to achieve victories in both boxing and the pankration, overcame Euthymus in boxing. | Θεαγένης γάρ ὁ Θάσιος Ὀλυμπιάς ἐθέλω ὁ αὐτός πυγμή τε ἀναιρέω καί παγκράτιον νίκη ὑπερβάλλω πυκτεύω ὁ εὔθυμος οὐ μήν οὐδέ ὁ Θεαγένης ἐπί ὁ παγκράτιον λαμβάνω δύναμαι ὁ κότινος ἅτε προκατεργάζομαι ὁ μάχη πρός ὁ εὔθυμος | 0 |
| 6.6.6 | 1 | ἐπὶ τούτῳ δὲ ἐπιβάλλουσιν οἱ Ἑλλανοδίκαι τῷ Θεαγένει τάλαντον μὲν ἱερὰν ἐς τὸν θεὸν ζημίαν, τάλαντον δὲ βλάβης τῆς ἐς Εὔθυμον, ὅτι ἐπηρείᾳ τῇ ἐς ἐκεῖνον ἐδόκει σφίσιν ἐπανελέσθαι τὸ ἀγώνισμα τῆς πυγμῆς· | For this reason the Eleans imposed upon Theagenes a sacred fine of one talent payable to the god, and another talent as compensation for damages to Euthymus, because they judged that he regained the boxing prize by deliberately injuring his opponent. | ἐπί οὗτος δέ ἐπιβάλλω ὁ ἑλλανοδίκης ὁ Θεαγένης τάλαντον μέν ἱερός εἰς ὁ θεός ζημία τάλαντον δέ βλάβη ὁ εἰς εὔθυμος ὅτι ἐπηρεία ὁ εἰς ἐκεῖνος δοκέω σφεῖς ἐπαναιρέομαι ὁ ἀγώνισμα ὁ πυγμή | 0 |
| 6.6.6 | 2 | τούτων ἕνεκα καταδικάζουσιν αὐτὸν ἐκτῖσαι καὶ ἰδίᾳ τῷ Εὐθύμῳ χρήματα. | Accordingly they condemned him to pay the money to Euthymus privately as well. | οὗτος ἕνεκα καταδικάζω αὐτός ἐκτίνω καί ἰδίᾳ ὁ εὔθυμος χρῆμα | 0 |
| 6.6.6 | 3 | ἕκτῃ δὲ Ὀλυμπιάδι ἐπὶ ταῖς ἑβδομήκοντα τὸ μὲν τῷ θεῷ τοῦ ἀργυρίου γινόμενον ἐξέτισεν ὁ Θεαγένης, καὶ ἀμειβόμενος αὐτὸν οὐκ ἐσῆλθεν ἐπὶ τὴν πυγμήν· | At the seventy-sixth Olympiad Theagenes paid the fine due to the god, but in resentment refused to enter the boxing contest. | ἕκτη δέ Ὀλυμπιάς ἐπί ὁ ἑβδομήκοντα ὁ μέν ὁ θεός ὁ ἀργύριον γίγνομαι ἐξοφλέω ὁ Θεαγένης καί ἀμείβομαι αὐτός οὐ εἰσέρχομαι ἐπί ὁ πυγμή | 0 |
| 6.6.6 | 4 | καὶ ἐπʼ ἐκείνης τε αὐτῆς καὶ ἐπὶ τῆς μετʼ ἐκείνην Ὀλυμπιάδος τὸν ἐπὶ πυγμῇ στέφανον ἀνείλετο ὁ Εὔθυμος. | Thus Euthymus won the crown for boxing both at this Olympiad itself and at the succeeding one. | καί ἐπί ἐκεῖνος τε αὐτός καί ἐπί ὁ μετά ἐκεῖνος Ὀλυμπιάς ὁ ἐπί πυγμή στέφανος ἀναιρέω ὁ εὔθυμος | 0 |
| 6.6.6 | 5 | ὁ δέ οἱ ἀνδριὰς τέχνη τέ ἐστι Πυθαγόρου καὶ θέας ἐς τὰ μάλιστα ἄξιος. | Euthymus' statue is the work of Pythagoras and is most worthy of being seen. | ὁ δέ ὁ ἀνδριάς τέχνη τε εἰμί Πυθαγόρας καί θέα εἰς ὁ μάλιστα ἄξιος | 0 |
| 6.6.7 | 1 | ἐπανήκων δὲ ἐς Ἰταλίαν τότε δὴ ἐμαχέσατο πρὸς τὸν Ἥρω· | Returning again to Italy, he then fought against the Hero. | ἐπανήκω δέ εἰς Ἰταλία τότε δή μάχομαι πρός ὁ ἥρως | 0 |
| 6.6.7 | 2 | τὰ δὲ ἐς αὐτὸν εἶχεν οὕτως. | The circumstances concerning him were as follows. | ὁ δέ εἰς αὐτός ἔχω οὕτως | 0 |
| 6.6.7 | 3 | Ὀδυσσέα πλανώμενον μετὰ ἅλωσιν τὴν Ἰλίου κατενεχθῆναί φασιν ὑπὸ ἀνέμων ἔς τε ἄλλας τῶν ἐν Ἰταλίᾳ καὶ Σικελίᾳ πόλεων, ἀφικέσθαι δὲ καὶ ἐς Τεμέσαν ὁμοῦ ταῖς ναυσί· | They say that Odysseus, wandering after the fall of Troy, was driven by winds to various cities both in Italy and Sicily, and came also to Temesa together with his ships. | Ὀδυσσεύς πλανάω μετά ἅλωσις ὁ Ἴλιον καταφέρω φημί ὑπό ἄνεμος εἰς τε ἄλλος ὁ ἐν Ἰταλία καί Σικελία πόλις ἀφικνέομαι δέ καί εἰς τέμνω ὁμοῦ ὁ ναυσί | 0 |
| 6.6.7 | 4 | μεθυσθέντα οὖν ἐνταῦθα ἕνα τῶν ναυτῶν παρθένον βιάσασθαι καὶ ὑπὸ τῶν ἐπιχωρίων ἀντὶ τούτου καταλευσθῆναι τοῦ ἀδικήματος. | Here, one of his sailors, becoming intoxicated, seized and assaulted a maiden, and on account of this crime was stoned to death by the local inhabitants. | μεθύω οὖν ἐνταῦθα εἷς ὁ ναύτης παρθένος βιάζομαι καί ὑπό ὁ ἐπιχώριος ἀντί οὗτος καταλευθόω ὁ ἀδίκημα | 0 |
| 6.6.8 | 1 | Ὀδυσσέα μὲν δὴ ἐν οὐδενὶ λόγῳ θέμενον αὐτοῦ τὴν ἀπώλειαν ἀποπλέοντα οἴχεσθαι. | Odysseus, holding his companion's loss as of no account, sailed away without concern. | Ὀδυσσεύς μέν δή ἐν οὐδείς λόγος τίθημι αὐτός ὁ ἀπώλεια ἀποπλέω οἴχομαι | 0 |
| 6.6.8 | 2 | τοῦ καταλευσθέντος δὲ ἀνθρώπου τὸν δαίμονα οὐδένα ἀνιέναι καιρὸν ἀποκτείνοντά τε ὁμοίως τοὺς ἐν τῇ Τεμέσῃ καὶ ἐπεξερχόμενον ἐπὶ πᾶσαν ἡλικίαν, ἐς ὃ ἡ Πυθία τὸ παράπαν ἐξ Ἰταλίας ὡρμημένους φεύγειν Τεμέσαν μὲν ἐκλιπεῖν οὐκ εἴα, τὸν δὲ Ἥρω σφᾶς ἐκέλευσεν ἱλάσκεσθαι τέμενός τε ἀποτεμομένους οἰκοδομήσασθαι ναόν. | But the spirit of the slain man gave the people no rest, destroying indiscriminately the townsfolk of Temesa and setting upon inhabitants of every age, until finally the Pythian oracle forbade the people, though greatly desiring to flee Italy altogether, to abandon Temesa entirely, and instead commanded that they propitiate the Hero by consecrating to him a precinct and building him a temple. | ὁ καταλεύω δέ ἄνθρωπος ὁ δαίμων οὐδείς ἀνίημι καιρός ἀποκτείνω τε ὁμοίως ὁ ἐν ὁ τέμνω καί ἐπεξέρχομαι ἐπί πᾶς ἡλικία εἰς ὅς ὁ Πυθία ὁ παράπαν ἐκ Ἰταλία ὁρμάω φεύγω τέμνω μέν ἐκλείπω οὐ εἶα ὁ δέ ἥρως σφεῖς κελεύω ἱλάσκομαι τέμενος τε ἀποτέμνω οἰκοδομέω ναός | 0 |
| 6.6.8 | 3 | διδόναι δὲ κατὰ ἔτος αὐτῷ γυναῖκα τῶν ἐν Τεμέσῃ παρθένων τὴν καλλίστην. | Furthermore, they were instructed each year to give him as a wife the fairest maiden among the daughters of Temesa. | δίδωμι δέ κατά ἔτος αὐτός γυνή ὁ ἐν τέμνω παρθένος ὁ καλλίστη | 0 |
| 6.6.9 | 1 | τοῖς μὲν δὴ τὰ ὑπὸ τοῦ θεοῦ προστεταγμένα ὑπουργοῦσι δεῖμα ἀπὸ τοῦ δαίμονος ἐς τἄλλα ἦν οὐδέν· | For those who carried out the commands imposed by the god, there was nothing further to fear from the spirit. | ὁ μέν δή ὁ ὑπό ὁ θεός προστετάγμενος ὑπουργέω δεῖμα ἀπό ὁ δαίμων εἰς ὁ εἰμί οὐδείς | 0 |
| 6.6.9 | 2 | Εὔθυμος δὲ--- ἀφίκετο γὰρ ἐς τὴν Τεμέσαν, καί πως τηνικαῦτα τὸ ἔθος ἐποιεῖτο τῷ δαίμονι---πυνθάνεται τὰ παρόντα σφίσι, καὶ ἐσελθεῖν τε ἐπεθύμησεν ἐς τὸν ναὸν καὶ τὴν παρθένον ἐσελθὼν θεάσασθαι. | Now Euthymus—for he had come to Temesa at precisely the time when they were performing their customary rites for the demon—learned upon his arrival of their present situation, and wished to enter the shrine and to see the maiden once he had gone in. | εὔθυμος δέ ἀφικνέομαι γάρ εἰς ὁ τέμνω καί πῶς τηνικαῦτα ὁ ἔθος ποιέω ὁ δαίμων πυνθάνομαι ὁ παρών σφεῖς καί εἰσέρχομαι τε ἐπιθυμέω εἰς ὁ ναός καί ὁ παρθένος εἰσέρχομαι θεάομαι | 0 |
| 6.6.9 | 3 | ὡς δὲ εἶδε, τὰ μὲν πρῶτα ἐς οἶκτον, δεύτερα δὲ ἀφίκετο καὶ ἐς ἔρωτα αὐτῆς· | On beholding her, at first he felt pity, but afterward he came to love her as well; and the girl herself swore an oath that she would marry him if he saved her. | ὡς δέ ὁράω ὁ μέν πρῶτος εἰς οἶκτος δεύτερος δέ ἀφικνέομαι καί εἰς ἔρως αὐτός | 0 |
| 6.6.9 | 4 | καὶ ἡ παῖς τε συνοικήσειν κατώμνυτο αὐτῷ σώσαντι αὐτὴν καὶ ὁ Εὔθυμος ἐνεσκευασμένος ἔμενε τὴν ἔφοδον τοῦ δαίμονος. | Euthymus, having armed himself, awaited the arrival of the demon. | καί ὁ παῖς τε συνοικέω κατόμνυμι αὐτός σώζω αὐτός καί ὁ εὔθυμος ἐνσκευάζω μένω ὁ ἔφοδος ὁ δαίμων | 0 |
| 6.6.10 | 1 | ἐνίκα τε δὴ τῇ μάχῃ καὶ ---ἐξηλαύνετο γὰρ ἐκ τῆς γῆς---ὁ Ἥρως ἀφανίζεταί τε καταδὺς ἐς θάλασσαν καὶ γάμος τε ἐπιφανὴς Εὐθύμῳ καὶ ἀνθρώποις τοῖς ἐνταῦθα ἐλευθερία τοῦ λοιποῦ σφισιν ἦν ἀπὸ τοῦ δαίμονος. | Indeed he was victorious in the fight, and—the Hero was driven out from the land—he disappeared, plunging into the sea; after this a celebrated marriage came to Euthymus, and henceforth the inhabitants of that place had freedom from the daemon. | νικάω τε δή ὁ μάχη καί ἐξελαύνω γάρ ἐκ ὁ γῆ ὁ ἥρως ἀφανίζω τε καταδύω εἰς θάλασσα καί γάμος τε ἐπιφανής εὔθυμος καί ἄνθρωπος ὁ ἐνταῦθα ἐλευθερία ὁ λοιπός σφεῖς εἰμί ἀπό ὁ δαίμων | 0 |
| 6.6.10 | 2 | ἤκουσα δὲ καὶ τοιόνδε ἔτι ἐς τὸν Εὔθυμον, ὡς γήρως τε ἐπὶ μακρότατον ἀφίκοιτο καὶ ὡς ἀποθανεῖν ἐκφυγὼν αὖθις ἕτερόν τινα ἐξ ἀνθρώπων ἄλλον ἀπέλθοι τρόπον· | And I heard also this further account concerning Euthymus: that he lived to a most advanced old age, and having escaped death, departed from mankind in a different manner. | ἀκούω δέ καί τοιόσδε ἔτι εἰς ὁ εὔθυμος ὡς γῆρας τε ἐπί μακρός ἀφικνέομαι καί ὡς ἀποθνῄσκω ἐκφεύγω αὖθις ἕτερος τις ἐκ ἀνήρ ἄλλος ἀπέρχομαι τρόπος | 0 |
| 6.6.10 | 3 | οἰκεῖσθαι δὲ τὴν Τεμέσαν καὶ ἐς ἐμὲ ἀνδρὸς ἤκουσα πλεύσαντος κατὰ ἐμπορίαν. | And I heard from a merchant who sailed there that Temesa was inhabited even in my own time. | οἰκέω δέ ὁ τέμνω καί εἰς ἐγώ ἀνήρ ἀκούω πλέω κατά ἐμπορία | 0 |
| 6.6.11 | 1 | τόδε μὲν ἤκουσα, γραφῇ δὲ τοιάδε ἐπιτυχὼν οἶδα· | This indeed I heard; but I also know, because I came upon such a picture. | ὅδε μέν ἀκούω γραφή δέ τοιόσδε ἐπιτυγχάνω οἶδα | 0 |
| 6.6.11 | 2 | ἦν δὲ αὕτη γραφῆς μίμημα ἀρχαίας. | And this was evidently a copy of an ancient painting. | εἰμί δέ οὗτος γραφή μίμημα ἀρχαῖος | 0 |
| 6.6.11 | 3 | νεανίσκος Σύβαρις καὶ Κάλαβρός τε ποταμὸς καὶ Λύκα πηγή, πρὸς δὲ ἡρῷόν τε καὶ Τεμέσα ἦν ἡ πόλις, ἐν δέ σφισι καὶ δαίμων ὅντινα ἐξέβαλεν ὁ Εὔθυμος, χρόαν τε δεινῶς μέλας καὶ τὸ εἶδος ἅπαν ἐς τὰ μάλιστα φοβερός, λύκου δὲ ἀμπίσχετο δέρμα ἐσθῆτα· | In it was depicted a young man named Sybaris, a river named Calabrus, and a spring called Lyca. | νεανίσκος Σύβαρις καί κάλαβρος τε ποταμός καί λύκαινα πηγή πρός δέ ἡρῷον τε καί τέμενος εἰμί ὁ πόλις ἐν δέ σφεῖς καί δαίμων ὅστις ἐκβάλλω ὁ εὔθυμος χρώα τε δεινῶς μέλας καί ὁ εἶδος ἅπας εἰς ὁ μάλιστα φοβερός λύκος δέ ἀμπίσχομαι δέρμα ἐσθής | 0 |
| 6.6.11 | 4 | ἐτίθετο δὲ καὶ ὄνομα Λύκαν τὰ ἐπὶ τῇ γραφῇ γράμματα. | Near them was a hero-shrine and the city of Temesa; and among these figures was the daemon whom Euthymus expelled. | τίθημι δέ καί ὄνομα λύκα ὁ ἐπί ὁ γραφή γράμμα | 0 |