Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 7.13.1 | 1 | αὖθις οὖν ἐκ τῶν ἀντιλογιῶν Λακεδαιμονίοις ὥρμηντο Ἀχαιοὶ πολεμεῖν, καὶ στρατὸς ἐπὶ τὴν Σπάρτην ἠθροίζετο ὑπὸ Δαμοκρίτου στρατηγεῖν τηνικαῦτα Ἀχαιῶν ᾑρημένου. | Again then, because of their grievances against the Lacedaemonians, the Achaeans resolved to wage war, and an army was being gathered against Sparta, with Damocritus having then been chosen as general of the Achaeans. | αὖθις οὖν ἐκ ὁ ἀντιλογία Λακεδαιμόνιος ὁρμάω Ἀχαιός πολεμέω καί στρατός ἐπί ὁ Σπάρτη ἀθροίζω ὑπό Δαμοκρίτος στρατηγεῖν τηνικαῦτα Ἀχαιός αἱρέω | 0 |
| 7.13.1 | 2 | περὶ δὲ τὸν αὐτὸν χρόνον τοῦτον ἀφίκετο ἐς Μακεδονίαν στρατιά τε Ῥωμαίων καὶ ἡγεμὼν ἐπʼ αὐτῇ Μέτελλος, Ἀνδρίσκῳ τῷ Περσέως τοῦ Φιλίππου πολεμήσοντες ἀφεστηκότι ἀπὸ Ῥωμαίων. | At about the same time, a Roman army arrived in Macedonia under the command of Metellus, prepared to fight Andriscus, son of Perseus, son of Philip, who had revolted against the Romans. | περί δέ ὁ αὐτός χρόνος οὗτος ἀφικνέομαι εἰς Μακεδονία στρατιά τε Ῥωμαῖος καί ἡγεμών ἐπί αὐτός Μέτελλος ἀνδρίσκος ὁ Περσεύς ὁ Φίλιππος πολεμέω ἀφεστηκώς ἀπό Ῥωμαῖος | 0 |
| 7.13.1 | 3 | καὶ ὁ μὲν ἐν Μακεδονίᾳ πόλεμος ἔμελλεν ὡς ῥᾷστα κατὰ τὸ ἐπιτηδειότατον Ῥωμαίοις κριθήσεσθαι· | And the war in Macedonia promised to end most easily and favorably for the Romans. | καί ὁ μέν ἐν Μακεδονία πόλεμος μέλλω ὡς ῥᾷστος κατά ὁ ἐπιτήδειος Ῥωμαῖος κρίνω | 0 |
| 7.13.2 | 1 | Μέτελλος δὲ ἄνδρας ὑπὸ τῆς Ῥωμαίων ἀπεσταλμένους βουλῆς ἐπὶ τὰ ἐν τῇ Ἀσίᾳ πράγματα ἐκέλευε, πρὶν ἢ ἐς τὴν Ἀσίαν διαβῆναι, τοῖς ἡγεμόσιν αὐτοὺς τοῖς Ἀχαιῶν ἐς λόγους ἐλθεῖν, ὅπλα μὲν ἐπὶ τὴν Σπάρτην μὴ ἐπιφέρειν σφίσιν ἀπαγορεύσοντας, τὴν δὲ ἐκ Ῥώμης παρουσίαν τῶν ἀνδρῶν προεροῦντας μένειν, οἳ κατὰ τοῦτο ἦσαν ἀπεσταλμένοι Λακεδαιμονίοις δικασταὶ καὶ Ἀχαιοῖς γενέσθαι. | Metellus ordered men who had been sent by the Roman senate regarding affairs in Asia, before crossing over to Asia, to enter into discussions with the generals of the Achaeans, forbidding them from taking arms against Sparta, and declaring beforehand to them that they should await the arrival of men coming from Rome, who had been dispatched thus to serve as arbitrators between the Lacedaemonians and the Achaeans. | Μέτελλος δέ ἀνήρ ὑπό ὁ Ῥωμαῖος ἀποστέλλω βουλή ἐπί ὁ ἐν ὁ Ἀσία πρᾶγμα κελεύω πρίν ἤ εἰς ὁ Ἀσία διαβαίνω ὁ ἡγεμών αὐτός ὁ Ἀχαιός εἰς λόγος ἔρχομαι ὅπλον μέν ἐπί ὁ Σπάρτη μή ἐπιφέρω σφεῖς ἀπαγορεύω ὁ δέ ἐκ ῥώμη παρουσία ὁ ἀνήρ προερέω μένω ὅς κατά οὗτος εἰμί ἀποστέλλω Λακεδαιμόνιος δικαστής καί Ἀχαιός γίγνομαι | 0 |
| 7.13.3 | 1 | οἱ μὲν δὴ τὰ ἐντεταλμένα Δαμοκρίτῳ καὶ Ἀχαιοῖς ἐπήγγελλον ἐφθακόσιν ἔξοδον ἐπὶ Λακεδαίμονα πεποιῆσθαι καὶ---ἑώρων γὰρ τὰ πρὸς τὴν παραίνεσιν ἀνθεστηκότα τὰ Ἀχαιῶν---ἀπηλλάσσοντο ἐς τὴν Ἀσίαν· | While the envoys delivered the commands entrusted to Damocritus and the Achaeans, they reported that they had already made their invasion of Laconia—however, seeing that the Achaeans remained opposed to their suggestions, they withdrew and returned to Asia. | ὁ μέν δή ὁ ἐντέλλω Δαμοκρίτος καί Ἀχαιός ἐπαγγέλλω φθάνω ἔξοδος ἐπί Λακεδαίμων ποιέω καί ὁράω γάρ ὁ πρός ὁ παραίνεσις ἀνθεστηκώς ὁ Ἀχαιός ἀπαλλάσσω εἰς ὁ Ἀσία | 0 |
| 7.13.3 | 2 | Λακεδαιμόνιοι δὲ ὑπὸ φρονήματος μᾶλλον ἢ ἰσχύος ἔλαβον μὲν τὰ ὅπλα καὶ ἐπεξῆλθον ἀμυνοῦντες τῇ οἰκείᾳ, βιασθέντες δὲ οὐ μετὰ πολύ, ὅσον μὲν ἐς χιλίους οἱ ἡλικίᾳ μάλιστα αὐτῶν καὶ τόλμαις ἀκμάζοντες πίπτουσιν ἐν τῇ μάχῃ, τὸ δὲ ἄλλο στρατιωτικόν, ὡς ἕκαστος τάχους εἶχεν, ἔφευγον πρὸς τὴν πόλιν. | The Lacedaemonians, urged on more by pride than actual strength, took up their arms and rushed forth to defend their homeland; but it was not long before they were overpowered—about a thousand Spartans, in the prime of their youth and courage, fell in the battle, and the rest of the army, each man according to his speed, fled back toward the city. | Λακεδαιμόνιος δέ ὑπό φρόνημα μᾶλλον ἤ ἰσχύς λαμβάνω μέν ὁ ὅπλον καί ἐπέρχομαι ἀμύνω ὁ οἰκεία βιάζω δέ οὐ μετά πολύ ὅσος μέν εἰς χίλιοι ὁ ἡλικία μάλιστα αὐτός καί τόλμη ἀκμάζω πίπτω ἐν ὁ μάχη ὁ δέ ἄλλος στρατιωτικός ὡς ἕκαστος τάχος ἔχω φεύγω πρός ὁ πόλις | 0 |
| 7.13.4 | 1 | εἰ δὲ ὁ Δαμόκριτος προθυμίαν ἐποιήσατο, τοῖς φεύγουσιν ἐκ τῆς παρατάξεως ὁμοῦ καὶ Ἀχαιοῖς ἐσδραμεῖν ὑπῆρξεν ἂν ἐς τὸ τεῖχος τῆς Σπάρτης εἰς Σπάρτην | Had Damokritos shown zeal, it would have been possible for the fugitives fleeing from the battle along with the Achaeans to storm the Spartan wall and enter Sparta itself. | εἰ δέ ὁ Δαμόκριτος προθυμία ποιέω ὁ φεύγω ἐκ ὁ παράταξις ὁμοῦ καί Ἀχαιός ἐκδραμεῖν ὑπάρχω ἄν εἰς ὁ τεῖχος ὁ Σπάρτη εἰς Σπάρτη | 0 |
| 7.13.4 | 2 | νῦν δὲ αὐτίκα τε ἀνεκάλεσεν ἀπὸ τῆς διώξεως τοὺς Ἀχαιοὺς καὶ ἐχρῆτο καὶ ἐς τὸ ἔπειτα καταδρομαῖς μᾶλλον καὶ ἁρπαγαῖς ἐκ τῆς χώρας ἢ συντόνῳ πολιορκίᾳ. | But as it was, he immediately recalled the Achaeans from their pursuit and thereafter preferred to employ raids and plundering expeditions into their territory rather than a rigorous siege. | νῦν δέ αὐτίκα τε ἀνακαλέω ἀπό ὁ δίωξις ὁ Ἀχαιός καί χράομαι καί εἰς ὁ ἔπειτα καταδρομή μᾶλλον καί ἁρπαγή ἐκ ὁ χώρα ἤ συντονός πολιορκία | 0 |
| 7.13.5 | 1 | Δαμοκρίτῳ μὲν οὖν ἀπαγαγόντι ὀπίσω τὴν στρατιὰν ἐπιβάλλουσιν οἱ Ἀχαιοὶ ζημίαν πεντήκοντα ἅτε ἀνδρὶ προδότῃ τάλαντα, καὶ---οὐ γὰρ εἶχεν ἐκτῖσαι--- φεύγων ᾤχετο ἐκ Πελοποννήσου· | After Damocritus thus brought the army back again, the Achaeans imposed on him a penalty of fifty talents, convicting him as a traitor. | Δαμοκρίτος μέν οὖν ἀπάγω ὀπίσω ὁ στρατιά ἐπιβάλλω ὁ Ἀχαιός ζημία πεντήκοντα ἅτε ἀνήρ προδότης τάλαντον καί οὐ γάρ ἔχω ἐκτίνω φεύγω οἴχομαι ἐκ Πελοπόννησος | 0 |
| 7.13.5 | 2 | Δίαιος δὲ Ἀχαιῶν μετὰ Δαμόκριτον στρατηγεῖν ᾑρημένος ἀποστείλαντι αὖθις Μετέλλῳ πρέσβεις ὡμολόγησε μηδένα ἐπάξειν Λακεδαιμονίοις πόλεμον, ἀλλὰ ἔστʼ ἂν ἥκωσιν ἐκ Ῥώμης, ἀναμενεῖν τοὺς διαλλακτάς. | Since he could not pay, he fled and departed from the Peloponnese. | Δίαιος δέ Ἀχαιός μετά Δαμόκριτος στρατηγεῖν αἱρέω ἀποστέλλω αὖθις μετέλλω πρέσβυς ὁμολογέω μηδείς ἐπάξειν Λακεδαιμόνιος πόλεμος ἀλλά ἔστι ἄν ἥκω ἐκ ῥώμη ἀναμένω ὁ διαλλακτής | 0 |
| 7.13.6 | 1 | στρατήγημα δὲ ἄλλο ἐς τοὺς Λακεδαιμονίους παρεῦρε τοιόνδε· | He devised another stratagem against the Lacedaemonians as follows: | στράτηγημα δέ ἄλλος εἰς ὁ Λακεδαιμόνιος παευρίσκω τοιόσδε | 0 |
| 7.13.6 | 2 | τὰ ἐν κύκλῳ τῆς Σπάρτης πολίσματα ἐς τὴν Ἀχαιῶν ὑπηγάγετο εὔνοιαν, ἐσήγαγε δὲ ἐς αὐτὰ καὶ φρουράς, ὁρμητήρια ἐπὶ τὴν Σπάρτην Ἀχαιοῖς εἶναι. | he brought under the goodwill of the Achaeans the towns located around Sparta, and introduced garrisons into them, so that they might serve the Achaeans as bases for operations against Sparta. | ὁ ἐν κύκλος ὁ Σπάρτη πολίσμα εἰς ὁ Ἀχαιός ὑπάγω εὔνοια εἰσάγω δέ εἰς αὐτός καί φρουρά ὁρμητήριον ἐπί ὁ Σπάρτη Ἀχαιός εἰμί | 0 |
| 7.13.7 | 1 | Μεναλκίδας δὲ ᾕρητο μὲν ὑπὸ Λακεδαιμονίων ἐναντία Διαίῳ στρατηγεῖν· | Menalcidas had been selected by the Lacedaemonians to lead against Diaeus, but they themselves were weak in their preparation for war generally, and particularly deficient in money, while moreover their land had remained unproductive. | Μεναλκίδας δέ αἱρέω μέν ὑπό Λακεδαιμόνιος ἐναντίος δίαιος στρατηγεῖν | 0 |
| 7.13.7 | 2 | ἐχόντων δὲ αὐτῶν ἔς τε τὴν πᾶσαν πολέμου παρασκευὴν καὶ οὐχ ἥκιστα τοῖς χρήμασιν ἀσθενῶς, πρὸς δὲ καὶ τῆς γῆς σφισιν ἀσπόρου μεμενηκυίας, † διας ὅμως τὰς σπονδὰς ὑπερβῆναι καὶ πόλισμα Ἴασον ἑλὼν ἐξ ἐπιδρομῆς ἐπόρθησεν, ἐν ὅροις μὲν χώρας τῆς Λακωνικῆς, Ἀχαιῶν δὲ ἐν τῷ τότε ὑπήκοον. | Yet, in spite of the truce, he crossed its bounds and captured by assault the stronghold named Iasus, devastating it—a place located on the borders of the Laconian region but at that time subject to the Achaeans. | ἔχω δέ αὐτός εἰς τε ὁ πᾶς πόλεμος παρασκευή καί οὐ ἥκιστα ὁ χρῆμα ἀσθενῶς πρός δέ καί ὁ γῆ σφεῖς ἄσπορος μιμνήσκω διάς ὅμως ὁ σπονδή ὑπερβαίνω καί πόλισμα Ἰάσων αἱρέω ἐκ ἐπιδρομή πορθέω ἐν ὅρος μέν χώρα ὁ Λακωνική Ἀχαιός δέ ἐν ὁ τότε ὑπήκοος | 0 |
| 7.13.8 | 1 | ἐξεγείρας δὲ αὖθις Λακεδαιμονίοις καὶ Ἀχαιοῖς πόλεμον ἐν ἐγκλήμασί τε ἦν ὑπὸ τῶν πολιτῶν καὶ--- οὐ γάρ τινα ἐκ τοῦ προσδοκωμένου κινδύνου Λακεδαιμονίοις σωτηρίαν εὕρισκεν---ἀφίησιν ἑκουσίως τὴν ψυχὴν πιὼν φάρμακον. | After having once again stirred up war between the Lacedaemonians and the Achaeans, he fell under accusations by his own citizens and—since he found no escape for the Lacedaemonians from the impending peril openly confronting them—he willingly ended his life by drinking poison. | ἐξεγείρω δέ αὖθις Λακεδαιμόνιος καί Ἀχαιός πόλεμος ἐν ἔγκλημα τε εἰμί ὑπό ὁ πολίτης καί οὐ γάρ τις ἐκ ὁ προσδοκάω κίνδυνος Λακεδαιμόνιος σωτηρία εὑρίσκω ἀφίημι ἑκουσίως ὁ ψυχή πίνω φάρμακον | 0 |
| 7.13.8 | 2 | καὶ Μεκαλκίδᾳ μὲν τέλος τοιοῦτον ἐγένετο, ἄρξαντι ἐν τῷ ἑαυτοῦ νῷ τότε μὲν Λακεδαιμονίων ὡς ἂν ὁ ἀμαθέστατος στρατηγός, πρότερον δὲ ἔτι τοῦ Ἀχαιῶν ἔθνους ὡς ἀνθρώπων ὁ ἀδικώτατος. | Such was the end of Menalcidas, who in his mind had once governed the Lacedaemonians as their most incompetent general, and earlier had headed the Achaean nation as the most unjust of men. | καί Μεκάλκις μέν τέλος τοιοῦτος γίγνομαι ἄρχω ἐν ὁ ἑαυτοῦ νούς τότε μέν Λακεδαιμόνιος ὡς ἄν ὁ ἀμαθέστατος στρατηγός πρότερον δέ ἔτι ὁ Ἀχαιός ἔθνος ὡς ἀνήρ ὁ ἀδικώτατος | 0 |