Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 7.18.1 | 1 | σταδίους δὲ ὅσον τεσσαράκοντα προελθόντι ἐκ Δύμης ποταμὸς Πεῖρος ἐς θάλατταν κάτεισι, καὶ Ἀχαιῶν πόλις ποτὲ Ὤλενος ᾠκεῖτο παρὰ τῷ Πείρῳ. | About forty stadia from Dyme, the river Peirus meets the sea, and beside the Peirus once stood Olenos, a city of the Achaeans. | στάδιον δέ ὅσος τεσσαράκοντα προέρχομαι ἐκ δύναμις ποταμός πεῖρος εἰς θάλασσα κάτειμι καί Ἀχαιός πόλις ποτέ ὤλενος οἰκέω παρά ὁ πείρω | 0 |
| 7.18.1 | 2 | ὁπόσοι δὲ ἐς Ἡρακλέα καὶ τὰ ἔργα αὐτοῦ πεποιήκασιν, ἔστιν οὐκ ἐλάχιστά σφισι δείγματα τοῦ λόγου Δεξαμενὸς ὁ ἐν Ὠλένῳ βασιλεὺς καὶ ὁποίων Ἡρακλῆς παρʼ αὐτῷ ξενίων ἔτυχε. | Among those who have recounted the deeds of Heracles and his labors, Dexamenos, king in Olenos, offers no small confirmation of their stories and of the hospitality that Heracles received from him. | ὁπόσος δέ εἰς Ἡρακλῆς καί ὁ ἔργον αὐτός ποιέω εἰμί οὐ ἐλάχιστος σφεῖς δεῖγμα ὁ λόγος δεξαμενός ὁ ἐν ὠλένη βασιλεύς καί ὁποῖος Ἡρακλῆς παρά αὐτός ξένιος τυγχάνω | 0 |
| 7.18.1 | 3 | καὶ ὅτι μὲν ἦν πόλισμα ἐξ ἀρχῆς μικρὸν ἡ Ὤλενος, μαρτυρεῖ τῷ λόγῳ μου καὶ ἐλεγεῖον ἐς Εὐρυτίωνα Κένταυρον ὑπὸ Ἑρμησιάνακτος πεποιημένον· | That Olenos was originally a small settlement is confirmed by what Hermesianax wrote in his elegy about Eurytion the Centaur. | καί ὅτι μέν εἰμί πόλισμα ἐκ ἀρχή μικρός ὁ ὤλενος μαρτυρέω ὁ λόγος ἐγώ καί ἐλεγεῖον εἰς Εὐρυτίων κένταυρος ὑπό Ἑρμησιάναξ ποιέω | 0 |
| 7.18.1 | 4 | ἀνὰ χρόνον δὲ τοὺς οἰκήτορας ἐκλιπεῖν ὑπὸ ἀσθενείας φασὶ τὴν Ὤλενον καὶ ἐς Πειράς τε καὶ ἐς Εὐρυτειὰς ἀποχωρῆσαι. | In due course, the inhabitants are said to have abandoned Olenos due to its weakness and migrated to Peirai and Euryteiai. | ἀνά χρόνος δέ ὁ οἰκήτωρ ἐκλείπω ὑπό ἀσθένεια φημί ὁ ὠλένη καί εἰς πειράς τε καί εἰς Εὐρυτείας ἀποχωρέω | 0 |
| 7.18.2 | 1 | τοῦ δὲ Πείρου ποταμοῦ περὶ τοὺς ὀγδοήκοντα ἀφέστηκε σταδίους Πατρέων ἡ πόλις· οὐ πόρρω δὲ αὐτῆς ποταμὸς Γλαῦκος ἐκδίδωσιν ἐς θάλασσαν. | The city of Patrae stands about eighty stades from the river Peirus, and not far from it the river Glaucus empties into the sea. | ὁ δέ πείρω ποταμός περί ὁ ὀγδοήκοντα ἀφέστηκα στάδιον πατήρ ὁ πόλις οὐ πόρρω δέ αὐτός ποταμός Γλαῦκος ἐκδίδωμι εἰς θάλασσα | 0 |
| 7.18.2 | 2 | Πατρέων δὲ οἱ τὰ ἀρχαιότατα μνημονεύοντές φασιν Εὔμηλον αὐτόχθονα οἰκῆσαι πρῶτον ἐν τῇ χώρᾳ, βασιλεύοντα αὐτὸν ἀνθρώπων οὐ πολλῶν. | The people of Patrae, who recount the earliest traditions, say that an autochthonous inhabitant named Eumelus was the first to dwell in the land, ruling over a small number of people. | πατήρ δέ ὁ ὁ ἀρχαιότατος μνημονεύω φημί εὔμηλος αὐτόχθων οἰκέω πρῶτος ἐν ὁ χώρα βασιλεύω αὐτός ἀνήρ οὐ πολύς | 0 |
| 7.18.2 | 3 | Τριπτολέμου δὲ ἐκ τῆς Ἀττικῆς ἀφικομένου τόν τε καρπὸν λαμβάνει τὸν ἥμερον καὶ οἰκίσαι διδαχθεὶς πόλιν Ἀρόην ὠνόμασεν ἐπὶ τῇ ἐργασίᾳ τῆς γῆς. | Later, when Triptolemus arrived from Attica, Eumelus received cultivated grain from him, and, instructed by him in city-building, founded a town which he named Aroe, commemorating the tilling of the earth. | Τριπτόλεμος δέ ἐκ ὁ Ἀττικός ἀφικνέομαι ὁ τε καρπός λαμβάνω ὁ ἥμερος καί οἰκίζω διδάσκω πόλις ἀρόω ὀνομάζω ἐπί ὁ ἐργασία ὁ γῆ | 0 |
| 7.18.3 | 1 | ὡς δὲ πρὸς ὕπνον ἐτράπετο ὁ Τριπτόλεμος, ἐνταῦθα Ἀνθείαν παῖδα Εὐμήλου τοὺς δράκοντάς φασιν ὑπὸ τοῦ Τριπτολέμου τὸ ἅρμα ζεύξαντα ἐθελῆσαι καὶ αὐτὸν σπεῖραι· | When Triptolemus had retired to sleep, it is said that Antheias, son of Eumelus, yoked Triptolemus' dragons to the chariot and himself attempted to sow the seed. | ὡς δέ πρός ὕπνος τρέπομαι ὁ Τρίπολις ἐνταῦθα ἀνθεία παῖς εὔμηλος ὁ δράκων φημί ὑπό ὁ Τριπτόλεμος ὁ ἅρμα ζευγνύω ἐθέλω καί αὐτός σπείρω | 0 |
| 7.18.3 | 2 | καὶ τὸν μὲν ἐπιλαμβάνει τὸ χρεὼν ἐκπεσόντα τοῦ ἅρματος, | But fate overtook him, for he fell from the chariot. | καί ὁ μέν ἐπιλαμβάνω ὁ χρεών ἐκπίπτω ὁ ἅρμα | 0 |
| 7.18.3 | 3 | Τριπτόλεμος δὲ καὶ Εὔμηλος Ἄνθειαν πόλιν οἰκίζουσιν ἐν κοινῷ, τοῦ Εὐμήλου παιδὸς ἐπώνυμον. | Afterwards, Triptolemus and Eumelus jointly founded the city Antheia, naming it after the son of Eumelus. | Τρίπολις δέ καί εὔμηλος Ἄνθεια πόλις οἰκίζω ἐν κοινός ὁ εὔμηλος παῖς ἐπώνυμος | 0 |
| 7.18.4 | 1 | ᾠκίσθη δὲ καὶ τρίτη μεταξὺ Ἀνθείας καὶ Ἀρόης Μεσάτις πόλις. | A third city, Mesatis, was also founded between Antheia and Aroe. | οἰκίζω δέ καί τρίτος μεταξύ Ἀνθείας καί Ἀρόη Μεσάτις πόλις | 0 |
| 7.18.4 | 2 | ὁπόσα δὲ οἱ Πατρεῖς περὶ Διονύσου λέγουσι, τραφῆναί τε αὐτὸν ἐν τῇ Μεσάτει καὶ ἐνταῦθα ἐπιβουλευθέντα ὑπὸ Τιτάνων ἐς παντοῖον ἀφικέσθαι κίνδυνον, οὐκ ἐναντιούμενος τοῖς Πατρεῦσιν τῆς Μεσάτεως τὸ ὄνομα αὐτοῖς σφισιν ἐξηγεῖσθαι παρίημι. | Concerning all the traditions the Patreans recount about Dionysus—how he was reared in Mesatis and was there plotted against by the Titans, thus undergoing numerous perils—I shall not contradict the Patreans, but leave them to explain among themselves the origin of the name Mesatis. | ὁπόσος δέ ὁ πατήρ περί Διόνυσος λέγω τρέφω τε αὐτός ἐν ὁ Μεσάτης καί ἐνταῦθα ἐπιβουλεύω ὑπό Τιτάν εἰς πᾶς ἀφικνέομαι κίνδυνος οὐ ἐναντιόομαι ὁ πατεύς ὁ Μεσάτης ὁ ὄνομα αὐτός σφεῖς ἐξηγέομαι παρίημι | 0 |
| 7.18.5 | 1 | Ἀχαιῶν δὲ ὕστερον ἐκβαλόντων Ἴωνας, Πατρεὺς ὁ Πρευγένους τοῦ Ἀγήνορος ἐς μὲν Ἄνθειαν καὶ ἐς Μεσάτιν μὴ ἐνοικίζεσθαι τοῖς Ἀχαιοῖς ἀπεῖπε, περίβολον δὲ τείχους πρὸς τῇ Ἀρόῃ βαλόμενος μείζονα, ἵνα ἐντός οἱ τοῦ περιβόλου καὶ ἡ Ἀρόη γένηται, ὄνομα ἔθετο ἀφʼ ἑαυτοῦ Πάτρας τῇ πόλει. | Later, when the Achaeans expelled the Ionians, Patreus, the son of Preugenes, son of Agenor, forbade the Achaeans to settle in Antheia and Mesatis. | Ἀχαιός δέ ὕστερον ἐκβάλλω Ἴων πατρεύς ὁ Πρευγένης ὁ ἀγήνωρ εἰς μέν Ἄνθεια καί εἰς Μέσᾱτις μή ἐνοικίζω ὁ Ἀχαιός ἀπείπον περίβολος δέ τεῖχος πρός ὁ ἀρόη βάλλω μείζων ἵνα ἐντός ὁ ὁ περίβολος καί ὁ Ἀρόη γίγνομαι ὄνομα τίθημι ἀπό ἑαυτοῦ πάτρα ὁ πόλις | 0 |
| 7.18.5 | 2 | Ἀγήνωρ δὲ ὁ πατὴρ τοῦ Πρευγένους Ἀρέως παῖς ἦν τοῦ Ἄμπυκος, ὁ δὲ Ἄμπυξ Πελίου τοῦ Αἰγινήτου τοῦ Δηρείτου τοῦ Ἁρπάλου τοῦ Ἀμύκλα τοῦ Λακεδαίμονος. | Instead, he enclosed a larger area with a wall around Aroe, ensuring that Aroe too would stand within the enclosure, and he named the city Patras after himself. | ἀγήνωρ δέ ὁ πατήρ ὁ Πρευγένης Ἄρεως παῖς εἰμί ὁ ἄμπυξ ὁ δέ ἄμπυξ Πήλιος ὁ Αἰγινήτης ὁ Δηρείτης ὁ Ἅρπαλος ὁ Ἄμυκλαι ὁ Λακεδαίμων | 0 |
| 7.18.6 | 1 | Πατρεῖ μὲν τοιαῦτα ἐς τοὺς προγόνους ὑπάρχοντα ἦν· | Such were the ancestral traditions current among the Patreans. | πατέω μέν τοιοῦτος εἰς ὁ πρόγονος ὑπάρχω εἰμί | 0 |
| 7.18.6 | 2 | ἰδίᾳ δὲ ἀνὰ χρόνον Πατρεῖς διέβησαν ἐς Αἰτωλίαν Ἀχαιῶν μόνοι κατὰ φιλίαν τὴν Αἰτωλῶν, τὸν πόλεμόν σφισι τὸν πρὸς Γαλάτας συνδιοίσοντες. | At a later time, the Patreans alone from among the Achaeans crossed into Aetolia, owing to their friendly relations with the Aetolians, willing to share with them the burden of the war against the Gauls. | ἰδίᾳ δέ ἀνά χρόνος πατήρ διαβαίνω εἰς Αἰτωλία Ἀχαιός μόνος κατά φιλία ὁ Αἰτωλός ὁ πόλεμος σφεῖς ὁ πρός Γαλάτης συνδιοιστέω | 0 |
| 7.18.6 | 3 | προσπταίσαντες δʼ ἐν ταῖς μάχαις λόγου μειζόνως καὶ ὑπὸ πενίας ἅμα οἱ πολλοὶ πιεζόμενοι Πάτρας μὲν πλὴν ὀλίγων τινῶν ἐκλείπουσιν· | But having suffered serious defeats in battle, and being pressed also by widespread poverty, the majority left Patrae, so that only a few remained behind. | προσπταίω δέ ἐν ὁ μάχη λόγος μείζων καί ὑπό πενία ἅμα ὁ πολύς πιέζω πάτρα μέν πλήν ὀλίγος τις ἐκλείπω | 0 |
| 7.18.6 | 4 | οἱ δὲ ἄλλοι κατὰ χώραν ὑπὸ φιλεργίας ἐσκεδάσθησαν καὶ πολίσματα παρὲξ αὐτὰς Πάτρας τοσάδε ἄλλα ᾤκησαν, Μεσάτιν καὶ Ἄνθειαν καὶ Βολίνην καὶ Ἀργυρᾶν τε καὶ Ἄρβαν. | The rest scattered through the surrounding countryside out of necessity to labor upon the land, and founded other settlements in addition to Patrae itself: Mesatis, Antheia, Boline, Argyra, and Arba. | ὁ δέ ἄλλος κατά χώρα ὑπό φιλεργία σκεδάννυμι καί πολίσμα πάρειμι αὐτός πάτρα τόσδε ἄλλος οἰκέω Μέσᾱτις καί Ἄνθεια καί βολίνη καί ἀργυροῦς τε καί Ἄρβας | 0 |
| 7.18.7 | 1 | Αὔγουστος δὲ ἢ τοῦ παράπλου νομίζων κεῖσθαι καλῶς τὰς Πάτρας ἢ κατʼ ἄλλην τινὰ αἰτίαν ἐπανήγαγεν αὖθις ἐκ τῶν πολισμάτων τῶν ἄλλων τοὺς ἄνδρας ἐς τὰς Πάτρας, προσσυνῴκισε δέ σφισι καὶ Ἀχαιοὺς τοὺς ἐκ Ῥυπῶν, καταβαλὼν ἐς ἔδαφος Ῥύπας· | Augustus, either considering Patrae favorably situated for coastal navigation or for some other reason, once again brought together the inhabitants from the surrounding towns into Patrae; he also incorporated the Achaeans from Rhypes with them, after razing Rhypes to the ground. | Αὔγουστος δέ ἤ ὁ παράπλους νομίζω κεῖμαι καλῶς ὁ πάτρα ἤ κατά ἄλλος τις αἰτία ἐπανάγω αὖθις ἐκ ὁ πολίσμα ὁ ἄλλος ὁ ἀνήρ εἰς ὁ πάτρα προσσυνοικίζω δέ σφεῖς καί Ἀχαιός ὁ ἐκ ῥυπός καταβάλλω εἰς ἔδαφος ῥύπος | 0 |
| 7.18.7 | 2 | καὶ ἔδωκε μὲν ἐλευθέροις Ἀχαιῶν μόνοις τοῖς Πατρεῦσιν εἶναι, ἔδωκε δὲ καὶ ἐς τὰ ἄλλα γέρα σφίσιν, ὁπόσα τοῖς ἀποίκοις νέμειν οἱ Ῥωμαῖοι νομίζουσι. | Furthermore, he allowed the Patraeans alone among the Achaeans to be free and granted them also all other privileges which the Romans customarily bestow upon their colonies. | καί δίδωμι μέν ἐλεύθερος Ἀχαιός μόνος ὁ πατεύς εἰμί δίδωμι δέ καί εἰς ὁ ἄλλος γέρας σφεῖς ὁπόσος ὁ ἄποικος νέμω ὁ Ῥωμαῖος νομίζω | 0 |
| 7.18.8 | 1 | Πατρεῦσι δὲ ἐν ἄκρᾳ τῇ πόλει Λαφρίας ἱερόν ἐστιν Ἀρτέμιδος. | The Patreans have, at the highest point of their city, a sanctuary of Artemis Laphria. | πατεύς δέ ἐν ἄκρος ὁ πόλις Λαφρία ἱερόν εἰμί Ἄρτεμις | 0 |
| 7.18.8 | 2 | ξενικὸν μὲν τῇ θεῷ τὸ ὄνομα, ἐσηγμένον δὲ ἑτέρωθεν καὶ τὸ ἄγαλμα. | The goddess's epithet is foreign, and her image was also brought in from elsewhere. | ξενικός μέν ὁ θεός ὁ ὄνομα σημαίνω δέ ἑτέρωθεν καί ὁ ἄγαλμα | 0 |
| 7.18.8 | 3 | Καλυδῶνος γὰρ καὶ Αἰτωλίας τῆς ἄλλης ὑπὸ Αὐγούστου βασιλέως ἐρημωθείσης διὰ τὸ τὴν ἐς τὴν Νικόπολιν τὴν ὑπὲρ τοῦ Ἀκτίου συνοικίζεσθαι καὶ τὸ Αἰτωλικόν, οὕτω τὸ ἄγαλμα τῆς Λαφρίας οἱ Πατρεῖς ἔσχον. | For when Calydon and the rest of Aetolia were made desolate by Emperor Augustus, who transferred their inhabitants to Nicopolis, the city he founded in commemoration of his victory at Actium, the Patreans came into possession of the image of Laphria in this manner. | Καλυδών γάρ καί Αἰτωλία ὁ ἄλλος ὑπό Αὔγουστος βασιλεύς ἐρημόω διά ὁ ὁ εἰς ὁ Νικόπολις ὁ ὑπέρ ὁ Ἄκτιον συνοικίζομαι καί ὁ Αἰτωλικός οὕτως ὁ ἄγαλμα ὁ Λαφρία ὁ πατήρ ἔχω | 0 |
| 7.18.9 | 1 | ὡσαύτως δὲ καὶ ὅσα ἄλλα ἀγάλματα ἔκ τε Αἰτωλίας καὶ παρὰ Ἀκαρνάνων, τὰ μὲν πολλὰ ἐς τὴν Νικόπολιν κομισθῆναι, Πατρεῦσι δὲ ὁ Αὔγουστος ἄλλα τε τῶν ἐκ Καλυδῶνος λαφύρων καὶ δὴ καὶ τῆς Λαφρίας ἔδωκε τὸ ἄγαλμα, ὃ δὴ καὶ ἐς ἐμὲ ἔτι ἐν τῇ ἀκροπόλει τῇ Πατρέων εἶχε τιμάς. | So also did most of the other statues from Aetolia and from the Acarnanians, many of them having been moved to Nicopolis; Augustus, however, gave to the people of Patrae certain treasures from Calydon, among them the statue of Artemis Laphria, which in my time was still honored within the acropolis of Patrae. | ὡσαύτως δέ καί ὅσος ἄλλος ἄγαλμα ἐκ τε Αἰτωλία καί παρά Ἀκαρνάν ὁ μέν πολύς εἰς ὁ Νικόπολις κομίζω πατεύς δέ ὁ Αὔγουστος ἄλλος τε ὁ ἐκ Καλυδών λάφυρον καί δή καί ὁ Λαφρία δίδωμι ὁ ἄγαλμα ὅς δή καί εἰς ἐγώ ἔτι ἐν ὁ ἀκρόπολις ὁ πατήρ ἔχω τιμή | 0 |
| 7.18.9 | 2 | γενέσθαι δὲ ἐπίκλησιν τῇ θεῷ Λαφρίαν ἀπὸ ἀνδρὸς Φωκέως φασί· Λάφριον γὰρ τὸν Κασταλίου τοῦ Δελφοῦ Καλυδωνίοις ἱδρύσασθαι τὸ ἄγαλμα τῆς Ἀρτέμιδος τὸ ἀρχαῖον, οἱ δὲ τῆς Ἀρτέμιδος τὸ μήνιμα τὸ | They say the goddess received the surname Laphria from a man of Phocis; for it is said Laphrion, the son of Castalius of Delphi, dedicated originally the statue of Artemis at Calydon. | γίγνομαι δέ ἐπίκλησις ὁ θεός Λαφρία ἀπό ἀνήρ φωκεύς φημί λάφριον γάρ ὁ Καστάλιος ὁ Δελφοί Καλυδώνιος ἱδρύω ὁ ἄγαλμα ὁ Ἄρτεμις ὁ ἀρχαῖος ὁ δέ ὁ Ἄρτεμις ὁ μήνιμα ὁ | 0 |
| 7.18.10 | 1 | ἐς Οἰνέα ἀνὰ χρόνον τοῖς Καλυδωνίοις ἐλαφρότερον γενέσθαι λέγουσι καὶ αἰτίαν τῇ θεῷ τῆς ἐπικλήσεως ἐθέλουσιν εἶναι ταύτην. | They say that, in time, the anger of the goddess toward Oeneus became lighter for the Calydonians, and they wish this to be the reason for the epithet given to her. | εἰς οἰνεά ἀνά χρόνος ὁ Καλυδώνιος ἐλαφρός γίγνομαι λέγω καί αἰτία ὁ θεός ὁ ἐπίκλησις ἐθέλω εἰμί οὗτος | 0 |
| 7.18.10 | 2 | τὸ μὲν σχῆμα τοῦ ἀγάλματος θηρεύουσά ἐστιν, ἐλέφαντος δὲ καὶ χρυσοῦ πεποίηται, Ναυπάκτιοι δὲ Μέναιχμος καὶ Σοΐδας εἰργάσαντο· | As for the statue, its form represents her as a huntress, and it is fashioned from ivory and gold by Menaechmus and Soidas of Naupactus. | ὁ μέν σχῆμα ὁ ἄγαλμα θηρεύω εἰμί ἐλέφας δέ καί χρυσός ποιέω ναυπάκτιος δέ Μέναιχμος καί σοΐς ἐργάζομαι | 0 |
| 7.18.10 | 3 | τεκμαίρονται σφᾶς Κανάχου τοῦ Σικυωνίου καὶ τοῦ Αἰγινήτου Κάλλωνος οὐ πολλῷ γενέσθαι τινὶ ἡλικίαν ὑστέρους. | It is estimated that these artists came slightly later in date than Canachus of Sicyon and Callon of Aegina. | τεκμαίρομαι σφεῖς Κανάχος ὁ Σικυώνιος καί ὁ Αἰγινήτης Κάλλων οὐ πολύς γίγνομαι τις ἡλικία ὕστερος | 0 |
| 7.18.11 | 1 | ἄγουσι δὲ καὶ Λάφρια ἑορτὴν τῇ Ἀρτέμιδι οἱ Πατρεῖς ἀνὰ πᾶν ἔτος, ἐν ᾗ τρόπος ἐπιχώριος θυσίας ἐστὶν αὐτοῖς. | The people of Patrae also hold each year the festival called Laphria in honor of Artemis, during which they have a local custom of sacrifice. | ἄγω δέ καί λάφρια ἑορτή ὁ Ἄρτεμις ὁ πατήρ ἀνά πᾶς ἔτος ἐν ὅς τρόπος ἐπιχώριος θυσία εἰμί αὐτός | 0 |
| 7.18.11 | 2 | περὶ μὲν τὸν βωμὸν ἐν κύκλῳ ξύλα ἱστᾶσιν ἔτι χλωρὰ καὶ ἐς ἑκκαίδεκα ἕκαστον πήχεις· | They pile green logs around the altar in a circle, each log sixteen cubits high. | περί μέν ὁ βωμός ἐν κύκλος ξύλον ἵστημι ἔτι χλωρός καί εἰς ἑκκαίδεκα ἕκαστος πῆχυς | 0 |
| 7.18.11 | 3 | ἐντὸς δὲ ἐπὶ τοῦ βωμοῦ τὰ αὐότατά σφισι τῶν ξύλων κεῖται. | And within, upon the altar itself, they place the driest of their wood. | ἐντός δέ ἐπί ὁ βωμός ὁ αὐότατος σφεῖς ὁ ξύλον κεῖμαι | 0 |
| 7.18.11 | 4 | μηχανῶνται δὲ ὑπὸ τὸν καιρὸν τῆς ἑορτῆς καὶ ἄνοδον ἐπὶ τὸν βωμὸν λειοτέραν, ἐπιφέροντες γῆν ἐπὶ τοῦ βωμοῦ τοὺς ἀναβασμούς. | At the time of the festival, they also construct an ascent to the altar that is made smoother by heaping earth upon the steps. | μηχανάομαι δέ ὑπό ὁ καιρός ὁ ἑορτή καί ἄνοδος ἐπί ὁ βωμός λειότερος ἐπιφέρω γῆ ἐπί ὁ βωμός ὁ ἀναβασμός | 0 |
| 7.18.12 | 1 | πρῶτα μὲν δὴ πομπὴν μεγαλοπρεπεστάτην τῇ Ἀρτέμιδι πομπεύουσι, καὶ ἡ ἱερωμένη παρθένος ὀχεῖται τελευταία τῆς πομπῆς ἐπὶ ἐλάφων ὑπὸ τὸ ἅρμα ἐζευγμένων· | Firstly, they hold a most magnificent procession in honor of Artemis, and the maiden who serves as priestess is carried last in the procession on a chariot drawn by deer. | πρῶτος μέν δή πομπή μεγαλοπρεπέστατος ὁ Ἄρτεμις πομπεύω καί ὁ ἱερόομαι παρθένος ὀχέομαι τελευταῖος ὁ πομπή ἐπί ἔλαφος ὑπό ὁ ἅρμα ζεύγνυμι | 0 |
| 7.18.12 | 2 | ἐς δὲ τὴν ἐπιοῦσαν τηνικαῦτα ἤδη δρᾶν τὰ ἐς τὴν θυσίαν νομίζουσι, δημοσίᾳ τε ἡ πόλις καὶ οὐχ ἧσσον ἐς τὴν ἑορτὴν οἱ ἰδιῶται φιλοτίμως ἔχουσιν. | On the following day, they then customarily proceed with the rites of sacrifice, and both publicly as a city and privately as individuals, they display great zeal in celebrating the festival. | εἰς δέ ὁ ἐπιοῦσα τηνικαῦτα ἤδη δράω ὁ εἰς ὁ θυσία νομίζω δημοσίᾳ τε ὁ πόλις καί οὐ ἧσσων εἰς ὁ ἑορτή ὁ ἰδιώτης φιλοτίμως ἔχω | 0 |
| 7.18.12 | 3 | ἐσβάλλουσι γὰρ ζῶντας ἐς τὸν βωμὸν ὄρνιθάς τε τοὺς ἐδωδίμους καὶ ἱερεῖα ὁμοίως ἅπαντα, ἔτι δὲ ὗς ἀγρίους καὶ ἐλάφους τε καὶ δορκάδας, οἱ δὲ καὶ λύκων καὶ ἄρκτων σκύμνους, οἱ δὲ καὶ τὰ τέλεια τῶν θηρίων· | For they throw upon the altar living animals, both fowl usually eaten and all sorts of sacrificial victims alike, as well as wild boars, deer, roe deer, and some even cast young wolves and bears, while others offer fully grown animals. | ἐμβάλλω γάρ ζάω εἰς ὁ βωμός ὄρνις τε ὁ ἐδωδίμος καί ἱερεῖον ὁμοίως ἅπας ἔτι δέ ὗς ἄγριος καί ἔλαφος τε καί δορκάς ὁ δέ καί λύκος καί ἄρκτος σκύμνος ὁ δέ καί ὁ τέλειος ὁ θηρίον | 0 |
| 7.18.12 | 4 | κατατιθέασι δὲ ἐπὶ τὸν βωμὸν καὶ δένδρων καρπὸν τῶν ἡμέρων. | They also lay upon the altar the fruit of cultivated trees. | κατατίθημι δέ ἐπί ὁ βωμός καί δένδρον καρπός ὁ ἡμέρα | 0 |
| 7.18.13 | 1 | τὸ δὲ ἀπὸ τούτου πῦρ ἐνιᾶσιν ἐς τὰ ξύλα. | After this they set fire to the wood. | ὁ δέ ἀπό οὗτος πῦρ ἐνίημι εἰς ὁ ξύλον | 0 |
| 7.18.13 | 2 | ἐνταῦθά που καὶ ἄρκτον καὶ ἄλλο τι ἐθεασάμην τῶν ζῴων, τὰ μὲν ὑπὸ τὴν πρώτην ὁρμὴν τοῦ πυρὸς βιαζόμενα ἐς τὸ ἐκτός, τὰ δὲ καὶ ἐκφεύγοντα ὑπὸ ἰσχύος· | Here, I recall, I saw a bear and some other animals; some of them, compelled by the initial force of the fire, rushed outward, whereas others even escaped through their strength. | ἐνταῦθα πού καί ἄρκτος καί ἄλλος τις θεάομαι ὁ ζῷον ὁ μέν ὑπό ὁ πρῶτος ὁρμή ὁ πῦρ βιάζω εἰς ὁ ἐκτός ὁ δέ καί ἐκφεύγω ὑπό ἰσχύς | 0 |
| 7.18.13 | 3 | ταῦτα οἱ ἐμβαλόντες ἐπανάγουσιν αὖθις ἐς τὴν πυράν. | Those responsible for the proceedings caught these animals and threw them back again into the flames. | οὗτος ὁ ἐμβάλλω ἐπανάγω αὖθις εἰς ὁ πυρά | 0 |
| 7.18.13 | 4 | τρωθῆναι δὲ οὐδένα ὑπὸ τῶν θηρίων μνημονεύουσιν. | They report, however, that no one was wounded by the beasts. | τρώγω δέ οὐδείς ὑπό ὁ θηρίον μνημονεύω | 0 |