Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.22.1 | 1 | ἐπανάγει δὲ ὁ λόγος με ἐπὶ Στύμφαλον καὶ ἐπὶ τοὺς Φενεατῶν καὶ Στυμφαλίων ὅρους, τὸ ὀνομαζόμενον Γερόντειον. | My narrative now brings me to Stymphalos and to the frontier between the Pheneatians and Stymphalians, to a place called Geronteion. | ἐπανάγω δέ ὁ λόγος ἐγώ ἐπί Στύμφαλον καί ἐπί ὁ Φενεάται καί Στυμφαλίς ὅρος ὁ ὀνομάζω γερόντειον | 0 |
| 8.22.1 | 2 | Στυμφάλιοι δὲ τεταγμένοι μὲν οὐ μετὰ Ἀρκάδων ἔτι εἰσὶν, ἀλλὰ ἐς τὸ Ἀργολικὸν συντελοῦσι μεταστάντες ἐς αὐτὸ ἐθελονταί· | The Stymphalians are no longer arranged among the Arcadians, but have willingly transferred themselves into Argolis and are counted part of that region. | στυμφάλιος δέ τάσσω μέν οὐ μετά Ἀρκάς ἔτι εἰμί ἀλλά εἰς ὁ Ἀργολικός συντελέω μεθίστημι εἰς αὐτός θελοντής | 0 |
| 8.22.1 | 3 | γένους δὲ εἶναι σφᾶς τοῦ Ἀρκάδων τὰ ἔπη μαρτυρεῖ τὰ Ὁμήρου, καὶ ὁ Στύμφαλος ὁ οἰκιστὴς ἀπόγονος ἦν τρίτος Ἀρκάδος τοῦ Καλλιστοῦς. | Nevertheless, their Arcadian origin is testified by the verses of Homer, and Stymphalos, their founder, was the third descendant from Arkas, the son of Callisto. | γένος δέ εἰμί σφεῖς ὁ Ἀρκάς ὁ ἔπος μαρτυρέω ὁ Ὅμηρος καί ὁ Στύμφαλος ὁ οἰκιστής ἀπόγονος εἰμί τρίτος Ἀρκάς ὁ κάλλιστος | 0 |
| 8.22.1 | 4 | λέγεται δὲ ἐξ ἀρχῆς ἑτέρωθι οἰκισθῆναι τῆς χώρας καὶ οὐκ ἐς τὴν ἐφʼ ἡμῶν πόλιν. | It is said that in the beginning their city was founded elsewhere in the region, and not in the location of the present city. | λέγω δέ ἐκ ἀρχή ἑτέρωθι οἰκίζω ὁ χώρα καί οὐ εἰς ὁ ἐπί ἐγώ πόλις | 0 |
| 8.22.2 | 1 | ἐν δὲ τῇ Στυμφάλῳ τῇ ἀρχαίᾳ Τήμενόν φασιν οἰκῆσαι τὸν Πελασγοῦ καὶ Ἥραν ὑπὸ τοῦ Τημένου τραφῆναι τούτου καὶ αὐτὸν ἱερὰ τῇ θεῷ τρία ἱδρύσασθαι καὶ ἐπικλήσεις τρεῖς ἐπʼ αὐτῇ θέσθαι· | In ancient Stymphalos, they say Temenus, son of Pelasgos, lived, and that Hera was raised by this Temenus; he himself established three sanctuaries for the goddess, assigning three titles to her. | ἐν δέ ὁ Στύμφαλος ὁ ἀρχαῖος τίημι φημί οἰκέω ὁ Πελασγός καί Ἥρα ὑπό ὁ τιθήνημι τρέφω οὗτος καί αὐτός ἱερός ὁ θεός τρεῖς ἱδρύω καί ἐπίκλησις τρεῖς ἐπί αὐτός τίθημι | 0 |
| 8.22.2 | 2 | παρθένῳ μὲν ἔτι οὔσῃ Παιδί, γημαμένην δὲ ἔτι τῷ Διὶ ἐκάλεσεν αὐτὴν Τελείαν, διενεχθεῖσαν δὲ ἐφʼ ὅτῳ δὴ ἐς τὸν Δία καὶ ἐπανήκουσαν ἐς τὴν Στύμφαλον ὠνόμασεν ὁ Τήμενος Χήραν. | While she was still a maiden, he named her Child (Pais); after she married Zeus, he called her Perfected (Teleia); and when she quarreled for some reason with Zeus and returned to Stymphalos, Temenus called her Widow (Chēra). | παρθένος μέν ἔτι εἰμί παῖς γημάω δέ ἔτι ὁ Ζεύς καλέω αὐτός τέλειος διαφέρω δέ ἐπί ὅστις δή εἰς ὁ διά καί ἐπανήκω εἰς ὁ Στύμφαλον ὀνομάζω ὁ Τήμενος χήρα | 0 |
| 8.22.2 | 3 | τάδε μὲν ὑπὸ Στυμφαλίων λεγόμενα οἶδα ἐς τὴν θεόν· | Such are the stories about the goddess as reported by the Stymphalians, as far as I am aware. | ὅδε μέν ὑπό Στυμφαλίς λέγω οἶδα εἰς ὁ θεός | 0 |
| 8.22.3 | 1 | ἡ δὲ ἐφʼ ἡμῶν πόλις τῶν μὲν εἰρημένων οὐδέν, ἄλλα δὲ εἶχε τοσάδε. | In my time, the city possessed nothing of what I have just described, but had instead the following features. | ὁ δέ ἐπί ἐγώ πόλις ὁ μέν εἴρω οὐδείς ἄλλος δέ ἔχω τόσδε | 0 |
| 8.22.3 | 2 | ἔστιν ἐν τῇ Στυμφαλίων πηγή, καὶ ἀπὸ ταύτης ὕδωρ βασιλεὺς Ἀδριανὸς Κορινθίοις ἤγαγεν ἐς τὴν πόλιν. | In the land of the Stymphalians there is a spring, and from this spring the emperor Hadrian brought water to Corinth, conducting it into the city. | εἰμί ἐν ὁ Στυμφαλίς πηγή καί ἀπό οὗτος ὕδωρ βασιλεύς Ἁδριανός Κορίνθιος ἄγω εἰς ὁ πόλις | 0 |
| 8.22.3 | 3 | ἐν δὲ τῇ Στυμφάλῳ χειμῶνος μὲν ὥρᾳ λίμνην τε οὐ μεγάλην ἡ πηγὴ καὶ ἀπʼ αὐτῆς ποταμὸν ποιεῖ τὸν Στύμφαλον· ἐν θέρει δὲ προλιμνάζει μὲν οὐδὲν ἔτι, ποταμὸς δὲ αὐτίκα ἐστὶν ἀπὸ τῆς πηγῆς. | In Stymphalos, during wintertime, this spring forms a small lake, from which flows the river Stymphalos; in summer, however, water no longer gathers into a lake at all, and the river immediately issues from the spring itself. | ἐν δέ ὁ Στύμφαλος χείμων μέν ὥρα λίμνη τε οὐ μέγας ὁ πηγή καί ἀπό αὐτός ποταμός ποιέω ὁ Στύμφαλον ἐν θέρος δέ προλιμνάζω μέν οὐδέν ἔτι ποταμός δέ αὐτίκα εἰμί ἀπό ὁ πηγή | 0 |
| 8.22.3 | 4 | οὗτος ἐς χάσμα γῆς κάτεισιν ὁ ποταμός, ἀναφαινόμενος δὲ αὖθις ἐν τῇ Ἀργολίδι μεταβάλλει τὸ ὄνομα, καὶ αὐτὸν ἀντὶ Στυμφάλου καλοῦσιν Ἐρασῖνον. | This river descends into a chasm in the earth, and reappearing again in Argolis, it changes its name: the Argives now call it Erasinus rather than Stymphalos. | οὗτος εἰς χάσμα γῆ κάτειμι ὁ ποταμός ἀναφαίνομαι δέ αὖθις ἐν ὁ Ἀργολίς μεταβάλλω ὁ ὄνομα καί αὐτός ἀντί Στύμφαλος καλέω ἐράσινος | 0 |
| 8.22.4 | 1 | ἐπὶ δὲ τῷ ὕδατι τῷ ἐν Στυμφάλῳ κατέχει λόγος ὄρνιθάς ποτε ἀνδροφάγους ἐπʼ αὐτῷ τραφῆναι· | Concerning the lake at Stymphalos, the story prevails that man-eating birds once were nourished there. | ἐπί δέ ὁ ὕδωρ ὁ ἐν Στύμφαλος κατέχω λόγος ὄρνις ποτε ἀνδροφάγος ἐπί αὐτός τρέφω | 0 |
| 8.22.4 | 2 | ταύτας κατατοξεῦσαι τὰς ὄρνιθας Ἡρακλῆς λέγεται. | Heracles, it is said, shot these birds down. | οὗτος κατατοξεύω ὁ ὄρνις Ἡρακλῆς λέγω | 0 |
| 8.22.4 | 3 | Πείσανδρος δὲ αὐτὸν ὁ Καμιρεὺς ἀποκτεῖναι τὰς ὄρνιθας οὔ φησιν, ἀλλὰ ὡς ψόφῳ κροτάλων ἐκδιώξειεν αὐτάς. | Pisander of Camirus, however, denies that Heracles killed them, but states that he drove them away by the noise of rattles. | Πείσανδρος δέ αὐτός ὁ Καμιρεύς ἀποκτείνω ὁ ὄρνις οὐ φημί ἀλλά ὡς ψόφος κρόταλον ἐκδιώκω αὐτός | 0 |
| 8.22.4 | 4 | γῆς δὲ τῆς Ἀράβων ἡ ἔρημος παρέχεται καὶ ἄλλα θηρία καὶ ὄρνιθας καλουμένας Στυμφαλίδας, λεόντων καὶ παρδάλεων οὐδέν τι ἡμερωτέρας ἀνθρώποις· | Moreover, the Arabian desert also yields other creatures and birds called Stymphalian, which are no less savage towards humans than lions or leopards. | γῆ δέ ὁ Ἄραβες ὁ ἔρημος παρέχω καί ἄλλος θηρίον καί ὄρνις καλέω Στυμφαλίς λέων καί πάρδαλις οὐδείς τις ἡμερότερος ἄνθρωπος | 0 |
| 8.22.5 | 1 | αὗται τοῖς ἐπὶ ἄγραν αὐτῶν ἀφικνουμένοις ἐπιπέτανται, καὶ τιτρώσκουσί τε τοῖς ῥάμφεσι καὶ ἀποκτείνουσιν. | These birds attack those who approach to hunt them; they wound and kill men with their beaks. | οὗτος ὁ ἐπί ἄγρα αὐτός ἀφικνέομαι ἐπιπέτομαι καί τιτρώσκω τε ὁ ῥάμφος καί ἀποκτείνω | 0 |
| 8.22.5 | 2 | ὅσα μὲν δὴ χαλκοῦ καὶ σιδήρου φοροῦσιν ἄνθρωποι, διατρυπῶσιν αἱ ὄρνιθες· | Indeed, anything worn by humans made of bronze or iron is pierced through by the birds. | ὅσος μέν δή χαλκός καί σίδηρος φορέω ἄνθρωπος διατρυπάω ὁ ὄρνις | 0 |
| 8.22.5 | 3 | ἢν δὲ ἐσθῆτα φλοΐνην παχεῖαν πλέξωνται, τὰ ῥάμφη τῶν Στυμφαλίδων ὑπὸ τῆς ἐσθῆτος ἔχεται τῆς φλοΐνης, καθὰ καὶ πτέρυγες ὀρνίθων τῶν μικρῶν προσέχονται τῷ ἰξῷ. | But if men weave thick garments of bark fibre, the beaks of the Stymphalian birds become caught in the bark clothing, just as the wings of small birds are caught by bird-lime. | ἐάν δέ ἐσθής φλοίνη παχύς πλέκω ὁ ῥάμφη ὁ στυμφαλίς ὑπό ὁ ἐσθής ἔχω ὁ φλοίνη καθά καί πτέρυξ ὄρνις ὁ μικρός προσέχω ὁ ἰξός | 0 |
| 8.22.5 | 4 | αὗται μέγεθος μὲν κατὰ γέρανόν εἰσιν αἱ ὄρνιθες, ἐοίκασι δὲ ἴβεσι, ῥάμφη δὲ ἀλκιμώτερα φέρουσι καὶ οὐ σκολιὰ ὥσπερ αἱ ἴβεις. | These birds are about the size of a crane, resemble ibises in appearance, but have stronger beaks that are not curved like those of ibises. | οὗτος μέγεθος μέν κατά γέρανος εἰμί ὁ ὄρνις ἔοικα δέ ἴβις ῥάμφη δέ ἀλκιμώτερος φέρω καί οὐ σκολιός ὥσπερ ὁ ἴβις | 0 |
| 8.22.6 | 1 | εἰ μὲν δὴ καὶ αἱ κατʼ ἐμὲ ὄρνιθες αἱ Ἀράβιοι τῶν ἐν Ἀρκαδίᾳ ποτὲ ὀρνίθων τὸ ὄνομα, εἶδος δὲ οὐ τὸ αὐτὸ ἐκείναις ἔχουσιν, οὐκ οἶδα· εἰ δὲ τὸν πάντα αἰῶνα κατὰ τὰ αὐτὰ ἱέραξι καὶ ἀετοῖς καὶ Στυμφαλίδες εἰσὶν ὄρνιθες, Ἀράβιόν τε εἶναί μοι θρέμμα αἱ ὄρνιθες αὗται φαίνονται, καὶ δύναιτο ἂν πετομένη ποτὲ ἀπόμοιρα ἐξ αὐτῶν ἐς Ἀρκαδίαν ἀφικέσθαι ἐπὶ Στύμφαλον. | Whether the Arabian birds of my own day bear the name of those once in Arcadia, but differ in appearance from them, I cannot say; but if throughout all time the Stymphalian birds have been similar to hawks and eagles, these present-day birds seem to me indeed to be Arabian in origin, and it would have been possible for some of them, flying astray, to reach Arcadia at Stymphalos. | εἰ μέν δή καί ὁ κατά ἐγώ ὄρνις ὁ Ἄραψ ὁ ἐν Ἀρκαδία ποτέ ὄρνις ὁ ὄνομα εἶδος δέ οὐ ὁ αὐτός ἐκεῖνος ἔχω οὐ οἶδα εἰ δέ ὁ πᾶς αἰών κατά ὁ αὐτός ἱέραξ καί ἀετός καί Στυμφαλίς εἰμί ὄρνις Ἀράβιος τε εἰμί ἐγώ θρέμμα ὁ ὄρνις οὗτος φαίνομαι καί δύναμαι ἄν πέτομαι ποτέ ἀπόμοιρος ἐκ αὐτός εἰς Ἀρκαδία ἀφικνέομαι ἐπί Στύμφαλον | 0 |
| 8.22.6 | 2 | ὑπὸ μὲν δὴ τῶν Ἀράβων ἄλλο τί που ἐξ ἀρχῆς καλοῖντο ἂν καὶ οὐ Στυμφαλίδες· τοῦ Ἡρακλέους δὲ ἡ δόξα καὶ τὸ Ἑλληνικὸν πρὸ τοῦ βαρβαρικοῦ τετιμημένον ἐξενίκησεν ὡς καὶ τὰς ἐν τῇ ἐρήμῳ τῇ Ἀράβων Στυμφαλίδας καὶ ἐπὶ ἡμῶν ὀνομάζεσθαι. | Originally, however, they must have been called by some other name among the Arabs and certainly not Stymphalian; but the fame of Heracles, along with the honored status of things Greek compared to the barbarian, has prevailed to the extent that even the birds in the Arabian desert are called Stymphalian up to our own times. | ὑπό μέν δή ὁ Ἄραβες ἄλλος τίς πού ἐκ ἀρχή καλέω ἄν καί οὐ Στυμφαλίς ὁ Ἡρακλῆς δέ ὁ δόξα καί ὁ Ἑλληνικός πρό ὁ βαρβαρικός τιμάω νικάω ὡς καί ὁ ἐν ὁ ἐρήμιος ὁ Ἄραβες Στυμφαλίς καί ἐπί ἐγώ ὀνομάζω | 0 |
| 8.22.7 | 1 | ἐν Στυμφάλῳ δὲ καὶ ἱερὸν Ἀρτέμιδός ἐστιν ἀρχαῖον Στυμφαλίας· τὸ δὲ ἄγαλμα ξόανόν ἐστι τὰ πολλὰ ἐπίχρυσον. | At Stymphalos there is also an ancient sanctuary of Artemis Stymphalia; the statue is a wooden image, mostly overlaid with gold. | ἐν Στύμφαλος δέ καί ἱερός Ἄρτεμις εἰμί ἀρχαῖος Στύμφαλος ὁ δέ ἄγαλμα ξόανον εἰμί ὁ πολύς ἐπίχρυσος | 0 |
| 8.22.7 | 2 | πρὸς δὲ τοῦ ναοῦ τῷ ὀρόφῳ πεποιημέναι καὶ οἱ Στυμφαλίδες εἰσὶν ὄρνιθες· σαφῶς μὲν οὖν χαλεπὸν ἦν διαγνῶναι πότερον ξύλου ποίημα ἦν ἢ γύψου, τεκμαιρομένοις δὲ ἡμῖν ἐφαίνετο εἶναι ξύλου μᾶλλον ἢ γύψου. | Upon the roof of the temple are fashioned the Stymphalian birds; although it was difficult clearly to discern whether they were constructed of wood or plaster, by inference they appeared to us rather to be of wood than plaster. | πρός δέ ὁ ναός ὁ ὀροφή ποιέω καί ὁ Στυμφαλίς εἰμί ὄρνις σαφῶς μέν οὖν χαλεπός εἰμί διαγιγνώσκω πότερος ξύλον ποίημα εἰμί ἤ γύψ τεκμαίρομαι δέ ἐγώ φαίνω εἰμί ξύλον μᾶλλον ἤ γύψ | 0 |
| 8.22.7 | 3 | εἰσὶ δὲ αὐτόθι καὶ παρθένοι λίθου λευκοῦ, σκέλη δέ σφισίν ἐστιν ὀρνίθων, ἑστᾶσι δὲ ὄπισθε τοῦ ναοῦ. | There are also here maidens carved from white marble, with the legs of birds, standing behind the temple. | εἰμί δέ αὐτόθι καί παρθένος λίθος λευκός σκέλος δέ σφεῖς εἰμί ὄρνις ἵστημι δέ ὄπισθε ὁ ναός | 0 |
| 8.22.8 | 1 | λέγεται δὲ καὶ ἐφʼ ἡμῶν γενέσθαι θαῦμα τοιόνδε. | And they say that a marvel of the following sort also occurred in our time. | λέγω δέ καί ἐπί ἐγώ γίγνομαι θαῦμα τοιόσδε | 0 |
| 8.22.8 | 2 | ἐν Στυμφάλῳ τῆς Ἀρτέμιδος τῆς Στυμφαλίας τὴν ἑορτὴν κα τά τε ἄλλα ἦγον οὐ σπουδῇ καὶ τὰ ἐς αὐτὴν καθεστηκότα ὑπερέβαινον τὰ πολλά. | At Stymphalos, they celebrated the festival of Artemis Stymphalia and generally conducted it without due reverence, neglecting to a great extent the established customs. | ἐν Στύμφαλος ὁ Ἄρτεμις ὁ Στύμφαλος ὁ ἑορτή κα ὁ τε ἄλλος ἄγω οὐ σπουδή καί ὁ εἰς αὐτός καθίστημι ὑπερβαίνω ὁ πολύς | 0 |
| 8.22.8 | 3 | ἐσπεσοῦσα οὖν ὕλη κατὰ τοῦ βαράθρου τὸ στόμα, ᾗ κάτεισιν ὁ ποταμός ὅς ἐστιν ὁ Στύμφαλος , ἀνεῖργε μὴ καταδύεσθαι τὸ ὕδωρ, λίμνην τε ὅσον ἐπὶ τετρακοσίους σταδίους τὸ πεδίον σφίσι γενέσθαι λέγουσι. | Thus, wood having fallen into the mouth of the chasm through which the river called Stymphalos descends, prevented the water from flowing down, and it is said that a lake formed covering the plain to an extent of four hundred stades. | ἐμπίπτω οὖν ὕλη κατά ὁ βάραθρον ὁ στόμα ὅς κάτειμι ὁ ποταμός ὅς εἰμί ὁ Στύμφαλος ἀνείργω μή καταδύομαι ὁ ὕδωρ λίμνη τε ὅσος ἐπί τετρακόσιοι στάδιον ὁ πεδίον σφεῖς γίγνομαι λέγω | 0 |
| 8.22.9 | 1 | φασὶ δὲ ἕπεσθαι θηρευτὴν ἄνδρα ἐλάφῳ φευγούσῃ, καὶ τὴν μὲν ἐς τὸ τέλμα ἵεσθαι, τὸν δὲ ἄνδρα τὸν θηρευτὴν ἐπακολουθοῦντα ὑπὸ τοῦ θυμοῦ κατόπιν τῆς ἐλάφου νήχεσθαι· | They say that once a hunter was pursuing a fleeing deer. The deer rushed into the marsh, and the hunter, driven by his passion, swam after it; | φημί δέ ἕπομαι θηρευτής ἀνήρ ἔλαφος φεύγω καί ὁ μέν εἰς ὁ τέλμα ἵημι ὁ δέ ἀνήρ ὁ θηρευτής ἐπακολουθέω ὑπό ὁ θυμός κατόπιν ὁ ἔλαφος νήχω | 0 |
| 8.22.9 | 2 | καὶ οὕτω τὸ βάραθρον τήν τε ἔλαφον καὶ ἐπʼ αὐτῇ τὸν ἄνδρα ὑπεδέξατο. | thus, the chasm swallowed both the deer and the man chasing it. | καί οὕτως ὁ βάραθρον ὁ τε ἔλαφος καί ἐπί αὐτός ὁ ἀνήρ ὑποδέχομαι | 0 |
| 8.22.9 | 3 | τούτοις δὲ τοῦ ποταμοῦ τὸ ὕδωρ ἐπακολουθῆσαί φασιν, ὥστε ἐς ἡμέραν Στυμφαλίοις ἐξήραντο ἅπαν τοῦ πεδίου τὸ λιμνάζον· | It is said that the water from the river followed after them, so that in a single day the marshy water covering all the plain of Stymphalus was drained away completely. | οὗτος δέ ὁ ποταμός ὁ ὕδωρ ἐπακολουθέω φημί ὥστε εἰς ἡμέρα στυμφαλικός ἐξείρω ἅπας ὁ πεδίον ὁ λιμνάζω | 0 |
| 8.22.9 | 4 | καὶ ἀπὸ τούτου τῇ Ἀρτέμιδι τὴν ἑορτὴν φιλοτιμίᾳ πλέονι ἄγουσι. | Because of this event, the people now celebrate the festival of Artemis with even greater eagerness. | καί ἀπό οὗτος ὁ Ἄρτεμις ὁ ἑορτή φιλοτιμία πλέον ἄγω | 0 |