Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.28.1 | 1 | ἰόντι δὲ ἀπὸ τοῦ ποταμοῦ τῶν πηγῶν, πρῶτα μέν σε ἐκδέξεται Μάραθα χωρίον, μετὰ δὲ αὐτὸ Γόρτυς κώμη τὰ ἐπʼ ἐμοῦ, τὰ δὲ ἔτι ἀρχαιότερα πόλις. | As you go along from the sources of the river, the first place you encounter is the district of Maratha, and afterward Gortys, which in my time was a village, though in earlier days it was a city. | εἶμι δέ ἀπό ὁ ποταμός ὁ πηγή πρῶτος μέν σύ ἐκδέχομαι μάραθος χωρίον μετά δέ αὐτός Γόρτυς κώμη ὁ ἐπί ἐγώ ὁ δέ ἔτι ἀρχαῖος πόλις | 0 |
| 8.28.1 | 2 | ἔστι δὲ αὐτόθι ναὸς Ἀσκληπιοῦ λίθου Πεντελησίου, καὶ αὐτός τε οὐκ ἔχων πω γένεια καὶ Ὑγείας ἄγαλμα· Σκόπα δὲ ἦν ἔργα. | There is here a temple of Asclepius, built of Pentelic marble; the god himself, represented without a beard, and an image of Hygieia, are the works of Scopas. | εἰμί δέ αὐτόθι ναός Ἀσκληπιός λίθος Πεντελήσιος καί αὐτός τε οὐ ἔχω πω γένειον καί ὑγεία ἄγαλμα σκόπας δέ εἰμί ἔργον | 0 |
| 8.28.1 | 3 | λέγουσι δὲ οἱ ἐπιχώριοι καὶ τάδε, ὡς Ἀλέξανδρος ὁ Φιλίππου τὸν θώρακα καὶ δόρυ ἀναθείη τῷ Ἀσκληπιῷ· καὶ ἐς ἐμέ γε ἔτι ὁ θώραξ καὶ τοῦ δόρατος ἦν ἡ αἰχμή. | The local inhabitants also relate that Alexander, the son of Philip, dedicated his breastplate and spear to Asclepius; and in my time at least, the breastplate and the spearhead still remained. | λέγω δέ ὁ ἐπιχώριος καί ὅδε ὡς Ἀλέξανδρος ὁ Φίλιππος ὁ θώραξ καί δόρυ ἀνατίθημι ὁ Ἀσκληπιός καί εἰς ἐγώ γε ἔτι ὁ θώραξ καί ὁ δόρυ εἰμί ὁ αἰχμή | 0 |
| 8.28.2 | 1 | τὴν δὲ Γόρτυνα ποταμὸς διέξεισιν ὑπὸ μὲν τῶν περὶ τὰς πηγὰς ὀνομαζόμενος Λούσιος, ἐπὶ λουτροῖς δὴ τοῖς Διὸς τεχθέντος· οἱ δὲ ἀπωτέρω τῶν πηγῶν καλοῦσιν ἀπὸ τῆς κώμης Γορτύνιον. | Through Gortyna flows a river which is named by those who dwell near its sources the Lousios—after the baths in which Zeus himself is said to have been bathed at his birth; those who live farther downstream call it the Gortynios after the village Gortys. | ὁ δέ Γόρτυς ποταμός διέξειμι ὑπό μέν ὁ περί ὁ πηγή ὀνομάζω Λούσιος ἐπί λουτρόν δή ὁ Ζεύς τίκτω ὁ δέ ἀπωτέρω ὁ πηγή καλέω ἀπό ὁ κώμη Γόρτυνιον | 0 |
| 8.28.2 | 2 | οὗτος ὁ Γορτύνιος ὕδωρ ψυχρότατον παρέχεται ποταμῶν. | This Gortynios has the coldest water of all rivers. | οὗτος ὁ γορτύνιος ὕδωρ ψυχρότατος παρέχω ποταμός | 0 |
| 8.28.2 | 3 | Ἴστρον μέν γε καὶ Ῥῆνον, ἔτι δὲ Ὕπανίν τε καὶ Βορυσθένην καὶ ὅσων ἄλλων ἐν ὥρᾳ χειμῶνος τὰ ῥεύματα πήγνυται, τούτους μὲν χειμερίους κατὰ ἐμὴν δόξαν ὀρθῶς ὀνομάσαι τις ἄν, οἳ ῥέουσι μὲν διὰ γῆς τὸ πολὺ τοῦ χρόνου νειφομένης, ἀνάπλεως δὲ κρυμοῦ καὶ ὁ περὶ αὐτούς ἐστιν ἀήρ· | The Ister and the Rhine, indeed, and also the Hypanis, the Borysthenes, and all other rivers whose streams freeze during the winter season, might justly, in my opinion, be called winter rivers, as they flow for the greater part of the year through snow-covered land, and the air around these streams is filled with frost. | Ἴστρος μέν γε καί ῥῆνον ἔτι δέ ὕπανις τε καί Βορυσθένης καί ὅσος ἄλλος ἐν ὥρα χείμων ὁ ῥεῦμα πήγνυμι οὗτος μέν χειμερινός κατά ἐμός δόξα ὀρθῶς ὀνομάζω τις ἄν ὅς ῥέω μέν διά γῆ ὁ πολύς ὁ χρόνος νειφομένη ἀνάπλεως δέ κρυμός καί ὁ περί αὐτός εἰμί ἀήρ | 0 |
| 8.28.3 | 1 | ὅσοι δὲ γῆν διεξίασιν εὖ τῶν ὡρῶν ἔχουσαν καὶ θέρους σφίσι τὸ ὕδωρ πινόμενόν τε καὶ λουομένους ἀνθρώπους ἀναψύχει, χειμῶνος δὲ ἀνιαρὸν οὐκ ἔστι, τούτους ἐγώ φημι παρέχεσθαι σφᾶς ὕδωρ ψυχρόν. | Those rivers whose course traverses land enjoying a mild climate, offering in summer water that refreshes people who drink or bathe in it but is not troublesome in winter—I call such rivers providers of cold water. | ὅσος δέ γῆ διξίασις εὖ ὁ ὥρα ἔχω καί θέρος σφεῖς ὁ ὕδωρ πίνω τε καί λούομαι ἄνθρωπος ἀναψύχω χείμων δέ ἀνιαρός οὐ εἰμί οὗτος ἐγώ φημί παρέχω σφεῖς ὕδωρ ψυχρός | 0 |
| 8.28.3 | 2 | ψυχρὸν μὲν δὴ ὕδωρ καὶ Κύδνου τοῦ διεξιόντος Ταρσεῖς καὶ Μέλανος τοῦ παρὰ Σίδην τὴν Παμφύλων· | Indeed, cold is also the water of the Cydnus, which flows by Tarsus, and of the Melas near Side in Pamphylia. | ψυχρός μέν δή ὕδωρ καί κύδων ὁ διέρχομαι ταρσεύς καί μέλας ὁ παρά σίδη ὁ παμφῦλος | 0 |
| 8.28.3 | 3 | Ἄλεντος δὲ τοῦ ἐν Κολοφῶνι καὶ ἐλεγείων ποιηταὶ τὴν ψυχρότητα ᾄδουσι. | As for the Ales in Colophon, even elegiac poets have sung of its coldness. | ἀλέω δέ ὁ ἐν κολοφών καί ἐλεγείον ποιητής ὁ ψυχρότης ᾄδω | 0 |
| 8.28.3 | 4 | Γορτύνιος δὲ προήκει καὶ ἐς πλέον ψυχρότητος, μάλιστα δὲ ὥρᾳ θέρους. | But the Gortynios surpasses these rivers in the coldness of its water—especially during the summer season. | γορτύνιος δέ προσήκω καί εἰς πλέον ψυχρότης μάλιστα δέ ὥρα θέρος | 0 |
| 8.28.3 | 5 | ἔχει μὲν δὴ τὰς πηγὰς ἐν Θεισόᾳ τῆ Μεθυδριεῦσιν ὁμόρῳ· καθότι δὲ τῷ Ἀλφειῷ τὸ ῥεῦμα ἀνακοινοῖ, καλοῦσι Ῥαιτέας. | Its sources lie in Theisoa, neighboring Methydrium, and as it mixes its current into the Alpheios, people call the place Rheiteai. | ἔχω μέν δή ὁ πηγή ἐν Θεισόα ὁ Μεθυδριεύς ὅμορος καθότι δέ ὁ Ἀλφειός ὁ ῥεῦμα ἀνακοινόω καλέω ῥαιτέω | 0 |
| 8.28.4 | 1 | τῇ χώρᾳ δὲ τῇ Θεισόᾳ προσεχὴς κώμη Τεῦθίς ἐστι· | Adjacent to the territory of Theisoa is a village called Teuthis; | ὁ χώρα δέ ὁ Θεισόα προσεχής κώμη τεύθις εἰμί | 0 |
| 8.28.4 | 2 | πάλαι δὲ ἦν πόλισμα ἡ Τεῦθις. | Teuthis, however, was formerly a town. | πάλαι δέ εἰμί πόλισμα ὁ τεῦθις | 0 |
| 8.28.4 | 3 | ἐπὶ δὲ τοῦ πολέμου τοῦ πρὸς Ἰλίῳ ἰδίᾳ παρείχοντο οἱ ἐνταῦθα ἡγεμόνα· | During the Trojan War, the inhabitants here contributed a leader of their own: | ἐπί δέ ὁ πόλεμος ὁ πρός Ἴλιος ἰδίᾳ παρέχω ὁ ἐνταῦθα ἡγεμών | 0 |
| 8.28.4 | 4 | ὄνομα δὲ αὐτῷ Τεῦθιν, οἱ δὲ Ὄρνυτόν φασιν εἶναι. | his name was Teuthis, although some assert it was Ornytus. | ὄνομα δέ αὐτός Τεύθις ὁ δέ ὄρνυμι φημί εἰμί | 0 |
| 8.28.4 | 5 | ὡς δὲ τοῖς Ἕλλησιν οὐκ ἐγίνετο ἐπίφορα ἐξ Αὐλίδος πνεύματα, ἀλλὰ ἄνεμος σφᾶς βίαιος ἐπὶ χρόνον εἶχεν ἐγκλείσας, ἀφίκετο ὁ Τεῦθις Ἀγαμέμνονι ἐς ἀπέχθειαν καὶ ὀπίσω τοὺς Ἀρκάδας ὧν ἦρχεν ἀπάξειν ἔμελλεν. | When favorable winds to Ilium did not arise for the Greeks from Aulis, but a violent wind constrained them and held them back for a considerable time, Teuthis came into dispute with Agamemnon and was on the point of leading back the Arcadians whom he commanded. | ὡς δέ ὁ Ἕλλην οὐ γίγνομαι ἐπίφορος ἐκ Αὐλίς πνεῦμα ἀλλά ἄνεμος σφεῖς βίαιος ἐπί χρόνος ἔχω ἐγκλείω ἀφικνέομαι ὁ τεῦθις Ἀγαμέμνων εἰς ἀπέχθεια καί ὀπίσω ὁ Ἀρκάς ὅς ἄρχω ἀπάγω μέλλω | 0 |
| 8.28.5 | 1 | ἐνταῦθα Ἀθηνᾶν λέγουσι Μέλανι τῷ Ὦπος εἰκασμένην ἀποτρέπειν τῆς ὁδοῦ Τεῦθιν τῆς οἴκαδε· | At this place, they say, Athena appeared resembling Melas, the son of Opous, and sought to deter Teuthis from his journey back home. | ἐνταῦθα Ἀθηνᾶ λέγω μέλας ὁ ὦψ εἰκάζω ἀποτρέπω ὁ ὁδός Τεύθις ὁ οἴκαδε | 0 |
| 8.28.5 | 2 | ὁ δέ, ἅτε οἰδοῦντος αὐτῷ τοῦ θυμοῦ, παίει τὴν θεὸν τῷ δόρατι ἐς τὸν μηρόν, ἀπήγαγε δὲ καὶ ἐκ τῆς Αὐλίδος ὀπίσω τὸν στρατόν. | But he, his anger swelling within him, struck the goddess with his spear in her thigh, and nevertheless withdrew his army from Aulis, leading them back again. | ὁ δέ ἅτε οἰδέω αὐτός ὁ θυμός παίω ὁ θεός ὁ δόρυ εἰς ὁ μηρός ἀπάγω δέ καί ἐκ ὁ Αὐλίς ὀπίσω ὁ στρατός | 0 |
| 8.28.5 | 3 | ἀναστρέψας δὲ ἐς τὴν οἰκείαν, τὴν θεὸν ἔδοξεν αὐτὴν τετρωμένην φανῆναί οἱ τὸν μηρόν· | When he returned home, it is said that the goddess herself appeared to him wounded in the thigh. | ἀναστρέφω δέ εἰς ὁ οἰκεῖος ὁ θεός δοκέω αὐτός τιτρώσκω φαίνω ὁ ὁ μηρός | 0 |
| 8.28.5 | 4 | τὸ δὲ ἀπὸ τούτου κατέλαβε Τεῦθιν φθινώδης νόσος, μόνοις τε Ἀρκάδων τοῖς ἐνταῦθα οὐκ ἀπεδίδου καρπὸν οὐδένα ἡ γῆ. | After this event Teuthis fell ill with a wasting disease, and from that time onward the land yielded no fruit whatsoever for these Arcadians alone. | ὁ δέ ἀπό οὗτος καταλαμβάνω Τεύθις φθινώδης νόσος μόνος τε Ἀρκάς ὁ ἐνταῦθα οὐ ἀποδίδωμι καρπός οὐδείς ὁ γῆ | 0 |
| 8.28.6 | 1 | χρόνῳ δὲ ὕστερον ἄλλα τε ἐχρήσθη σφίσιν ἐκ Δωδώνης, ὁποῖα δρῶντες ἱλάσεσθαι τὴν θεὸν ἔμελλον, καὶ ἄγαλμα ἐποιήσαντο Ἀθηνᾶς ἔχον τραῦμα ἐπὶ τοῦ μηροῦ. | After some time, other oracles came to them from Dodona instructing them on the rituals they must perform to appease the goddess, and accordingly they crafted a statue of Athena bearing a wound upon her thigh. | χρόνος δέ ὕστερον ἄλλος τε χράομαι σφεῖς ἐκ Δωδώνη οἷος δράω ἱλάσκομαι ὁ θεός μέλλω καί ἄγαλμα ποιέω Ἀθηνᾶ ἔχω τραῦμα ἐπί ὁ μηρός | 0 |
| 8.28.6 | 2 | τοῦτο καὶ αὐτὸς τὸ ἄγαλμα εἶδον, τελαμῶνι πορφυρῷ τὸν μηρὸν κατειλημένον. | This very statue I myself have seen, its thigh bound up with a purple bandage. | οὗτος καί αὐτός ὁ ἄγαλμα ὁράω Τελαμών πορφυροῦς ὁ μηρός καταλαμβάνω | 0 |
| 8.28.6 | 3 | καὶ ἄλλα ἐν Τεύθιδι, Ἀφροδίτης τε ἱερὸν καὶ Ἀρτέμιδός ἐστι. | There are other sanctuaries in Teuthis as well, one of Aphrodite and another of Artemis. | καί ἄλλος ἐν τεύθις Ἀφροδίτη τε ἱερός καί Ἄρτεμις εἰμί | 0 |
| 8.28.7 | 1 | ταῦτα μὲν δὴ ἐνταῦθά ἐστι· | These things, then, stand in this place. | οὗτος μέν δή ἐνταῦθα εἰμί | 0 |
| 8.28.7 | 2 | κατὰ δὲ τὴν ὁδὸν τὴν ἐκ Γόρτυνος ἐς Μεγάλην πόλιν πεποίηται μνῆμα τοῖς ἀποθανοῦσιν ἐν τῇ πρὸς Κλεομένην μάχῃ. | On the road leading from Gortys to Megalopolis is a memorial constructed for those who died in battle against Cleomenes. | κατά δέ ὁ ὁδός ὁ ἐκ Γόρτυς εἰς μέγας πόλις ποιέω μνῆμα ὁ ἀποθνῄσκω ἐν ὁ πρός Κλεομένης μάχη | 0 |
| 8.28.7 | 3 | τὸ δὲ μνῆμα τοῦτο ὀνομάζουσιν οἱ Μεγαλοπολῖται Παραιβασίον, ὅτι ἐς αὐτοὺς παρεσπόνδησεν ὁ Κλεομένης. | This memorial the Megalopolitans call "Paraibasion" (Treaty-violation), because Cleomenes broke a truce made with them. | ὁ δέ μνῆμα οὗτος ὀνομάζω ὁ Μεγαλοπολίτης παραιβάσιον ὅτι εἰς αὐτός σπένδω ὁ κλεομένης | 0 |
| 8.28.7 | 4 | Παραιβασίου δὲ ἔχεται πεδίον ἑξήκοντα σταδίων μάλιστα· | Next to the Paraibasion is a plain extending approximately sixty stades. | παραιβάσιος δέ ἔχω πεδίον ἑξήκοντα στάδιον μάλιστα | 0 |
| 8.28.7 | 5 | καὶ πόλεως ἐρείπια Βρένθης ἐστὶν ἐν δεξιᾷ τῆς ὁδοῦ, καὶ ποταμὸς ἔξεισιν αὐτόθεν Βρενθεάτης καὶ ὅσον σταδίους προελθόντι πέντε κάτεισιν ἐς τὸν Ἀλφειόν. | On the right side of the road lie the ruins of a city called Brenthe, from which the river Brentheates flows forth and, after running about five stades, joins the Alpheios. | καί πόλις ἐρείπιον βρένθης εἰμί ἐν δεξιός ὁ ὁδός καί ποταμός ἔξειμι αὐτόθεν βρενθεάτης καί ὅσος στάδιον προέρχομαι πέντε κάτειμι εἰς ὁ Ἀλφειός | 0 |