Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 8.39.1 | 1 | παρὰ δὲ τὴν Λυκόσουραν ὡς ἐπὶ ἡλίου δυσμὰς ποταμὸς Πλατανιστὼν παρέξεισιν· | Near Lykosoura, towards the west, flows the river Plataniston. | παρά δέ ὁ λυκόσουρα ὡς ἐπί ἥλιος δυσμή ποταμός πλατανιστής παρέξειμι | 0 |
| 8.39.1 | 2 | ἀνδρὶ δὲ ἰόντι ἐς Φιγαλίαν ἀνάγκη πᾶσα διαβῆναι τὸν Πλατανιστῶνα, μετὰ δὲ αὐτόν ἐστιν ἄνοδος ὅσον τε σταδίους τριάκοντα ἢ πλείους τῶν τριάκοντα οὐ πολλῷ. | A traveler heading to Phigalia must necessarily cross the Plataniston, and beyond it the ascent is approximately thirty stadia, or slightly more. | ἀνήρ δέ εἶμι εἰς φιγαλία ἀνάγκη πᾶς διαβαίνω ὁ πλατανιστής μετά δέ αὐτός εἰμί ἄνοδος ὅσος τε στάδιον τριάκοντα ἤ πλείων ὁ τριάκοντα οὐ πολύς | 0 |
| 8.39.2 | 1 | τὰ δὲ ἐς τὸν Λυκάονος Φίγαλον---οὗτος γὰρ δὴ τῇ πόλει τὸ ἐξ ἀρχῆς ἐγένετο οἰκιστής---καὶ ὡς μετέβαλεν ἀνὰ χρόνον ἀπὸ Φιάλου Βουκολίωνος τὸ ὄνομα ἡ πόλις καὶ αὖθις τε ἀνεσώσατο τὸ ἀρχαῖον, τόδε μὲν καὶ πρότερον ἔτι ἐσήμαινεν ἡμῖν ὁ λόγος· | Regarding Phigalos, son of Lycaon—for indeed this man was the original founder of the city—and how in the course of time the city changed its name from Phigalia to Bucolion, after Phialus son of Boukolos, and later recovered its former name, I have already mentioned this previously. | ὁ δέ εἰς ὁ Λυκάων φίγαλον οὗτος γάρ δή ὁ πόλις ὁ ἐκ ἀρχή γίγνομαι οἰκιστής καί ὡς μεταβάλλω ἀνά χρόνος ἀπό φιάλη βουκολίων ὁ ὄνομα ὁ πόλις καί αὖθις τε ἀνισόω ὁ ἀρχαῖος ὅδε μέν καί πρότερον ἔτι σημαίνω ἐγώ ὁ λόγος | 0 |
| 8.39.2 | 2 | λέγεται δὲ καὶ ἄλλα οὐκ ἀξιόχρεα ἐς πίστιν, ἄνδρα αὐτόχθονα εἶναι τὸν Φίγαλον καὶ οὐ Λυκάονος παῖδα· | However, other stories are also told about him which are not reliable enough to believe, such as that Phigalos was earth-born, and not a son of Lycaon. | λέγω δέ καί ἄλλος οὐ ἀξιόχρεως εἰς πίστις ἀνήρ αὐτόχθων εἰμί ὁ φίγαλον καί οὐ Λυκάων παῖς | 0 |
| 8.39.2 | 3 | τοῖς δὲ εἰρημένον ἐστὶν ὡς ἡ Φιγαλία νύμφη τῶν καλουμένων εἴη Δρυάδων. | Some further say that Phigalia was one of the so-called Dryad nymphs. | ὁ δέ λέγω εἰμί ὡς ὁ Φιγαλεία νύμφη ὁ καλέω εἴην δρυάς | 0 |
| 8.39.3 | 1 | Λακεδαιμόνιοι δὲ ἡνίκα Ἀρκάσιν ἐπεχείρησαν καὶ ἐσέβαλον ἐς τὴν Φιγαλίαν στρατιᾷ, μάχῃ τε νικῶσι τοὺς ἐπιχωρίους καὶ ἐπολιόρκουν προσκαθεζόμενοι· | When the Lacedaemonians undertook an expedition against the Arcadians and invaded Phigalia with an army, they defeated the inhabitants in battle and placed the city under siege by encamping around it. | Λακεδαιμόνιος δέ ἡνίκα Ἀρκάς ἐπιχειρέω καί εἰσβάλλω εἰς ὁ φιγαλία στρατιά μάχη τε νικάω ὁ ἐπιχώριος καί πολιορκέω προσκαθέζομαι | 0 |
| 8.39.3 | 2 | κινδυνεύοντος δὲ ἁλῶναι τοῦ τείχους ἐκδιδράσκουσιν οἱ Φιγαλεῖς, ἢ καὶ οἱ Λακεδαιμόνιοι σφᾶς ἀφιᾶσιν ἐξελθεῖν ὑποσπόνδους. | As the walls were about to fall, the Phigalians either fled secretly, or else the Lacedaemonians allowed them to depart under agreed terms. | κινδυνεύω δέ ἁλίσκομαι ὁ τεῖχος ἐκδιδράσκω ὁ φιγαλεύς ἤ καί ὁ Λακεδαιμόνιος σφεῖς ἀφίημι ἐξέρχομαι ὑποσπόνδος | 0 |
| 8.39.3 | 3 | ἐγένετο δὲ ἡ τῆς Φιγαλίας ἅλωσις καὶ Φιγαλέων ἡ ἐξ αὐτῆς φυγὴ Μιλτιάδου μὲν Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς τριακοστῆς Ὀλυμπιάδος, ἣν Χίονις Λάκων ἐνίκα τὸ τρίτον. | This capture of Phigalia and the resulting exile of the Phigalians occurred when Miltiades was archon in Athens, in the second year of the thirtieth Olympiad, at which Chionis of Lacedaemon gained his third victory. | γίγνομαι δέ ὁ ὁ φιγαλίας ἅλωσις καί φιγαλεύς ὁ ἐκ αὐτός φυγή Μιλτιάδης μέν Ἀθήνησι ἄρχων δεύτερος δέ ἔτος ὁ τριακοστός Ὀλυμπιάς ὅς χῖος Λάκων νικάω ὁ τρίτος | 0 |
| 8.39.4 | 1 | Φιγαλέων δὲ τοῖς διαπεφευγόσιν ἔδοξεν ἀφικομένοις ἐς Δελφοὺς ἐρωτᾶν ὑπὲρ καθόδου τὸν θεόν· | The Phigaleians who had survived decided to come to Delphi and ask the god about their return home. | φιγαλεύς δέ ὁ διαφεύγω δοκέω ἀφικνέομαι εἰς Δελφοί ἐρωτάω ὑπέρ κάθοδος ὁ θεός | 0 |
| 8.39.4 | 2 | καί σφισιν ἡ Πυθία καθʼ αὑτοὺς μὲν πειρωμένοις ἐς Φιγαλίαν κατελθεῖν οὐχ ὁρᾶν ἔφη κάθοδον, εἰ δὲ λογάδας ἑκατὸν ἐξ Ὀρεσθασίου προσλάβοιεν, τοὺς μὲν ἀποθανεῖσθαι παρὰ τὴν μάχην, Φιγαλεῦσι δὲ ἔσεσθαι διʼ αὐτῶν κάθοδον. | The Pythia responded that if they attempted by themselves to return to Phigaleia, she saw no way down for them; but if they should take as allies one hundred chosen men from Oresthasion, some of these men would die in battle, yet through them the Phigaleians would have their path home. | καί σφεῖς ὁ Πυθία κατά ἑαυτοῦ μέν πειρώμενος εἰς φιγαλία κατέρχομαι οὐ ὁράω φημί κάθοδος εἰ δέ λογάς ἑκατόν ἐκ Ὀρεσθάσιος προσλαμβάνω ὁ μέν ἀποθνῄσκω παρά ὁ μάχη Φιγαλεύς δέ ἔσομαι διά αὐτός κάθοδος | 0 |
| 8.39.4 | 3 | Ὀρεσθάσιοι δὲ ὡς τὴν γενομένην τοῖς Φιγαλεῦσιν ἐπύθοντο μαντείαν, ἄλλος ἔφθανεν ἄλλον σπουδῇ λογάδων τε τῶν ἑκατὸν αὐτὸς ἕκαστος γενέσθαι καὶ ἐξόδου τῆς ἐς Φιγαλίαν μετασχεῖν. | When the Oresthasians heard the oracle delivered to the Phigaleians, each man eagerly strove to be among these hundred chosen warriors, surpassing one another in zeal to participate in the expedition to Phigaleia. | Ὀρεσθάσιος δέ ὡς ὁ γίγνομαι ὁ Φιγαλεύς πυνθάνομαι μαντεία ἄλλος φθάνω ἄλλος σπουδή λογάς τε ὁ ἑκατόν αὐτός ἕκαστος γίγνομαι καί ἔξοδος ὁ εἰς φιγαλία μετέχω | 0 |
| 8.39.5 | 1 | παρελθόντες δὲ ἐπὶ τὴν Λακεδαιμονίων φρουρὰν ἄγουσιν ἐς πάντα ἐπὶ τέλος τὸν χρησμόν· | Having advanced against the Spartan garrison, they carried the oracle to complete fulfillment. | παρέρχομαι δέ ἐπί ὁ Λακεδαιμόνιος φρουρά ἄγω εἰς πᾶς ἐπί τέλος ὁ χρησμός | 0 |
| 8.39.5 | 2 | καὶ γὰρ αὐτοῖς λόγου μαχεσαμένοις ἀξίως ἐπεγένετο ἡ τελευτὴ καὶ ἐξελάσαντες τοὺς Σπαρτιάτας παρέσχον Φιγαλεῦσιν ἀπολαβεῖν τὴν πατρίδα. | For after they had fought bravely in battle according to prophecy, the end turned out fittingly for them, and, driving out the Spartans, they enabled the Phigalians to reclaim their homeland. | καί γάρ αὐτός λόγος μαχεσάμενος ἀξίως ἐπιγίγνομαι ὁ τελευτή καί ἐξελαύνω ὁ Σπαρτιάτης παρίστημι Φιγαλεύς ἀπολαμβάνω ὁ πατρίς | 0 |
| 8.39.5 | 3 | κεῖται δὲ ἡ Φιγαλία ἐπὶ μετεώρου μὲν καὶ ἀποτόμου τὰ πλέονα, καὶ ἐπὶ τῶν κρημνῶν ᾠκοδομημένα ἐστὶ τείχη σφίσιν· | Phigalia itself lies mostly upon a high and precipitous site, and the city's walls are constructed on the cliffs. | κεῖμαι δέ ὁ Φιγαλεία ἐπί μετέωρος μέν καί ἀπότομος ὁ πλείων καί ἐπί ὁ κρημνός οἰκοδομέω εἰμί τεῖχος σφεῖς | 0 |
| 8.39.5 | 4 | ἀνελθόντι δὲ ὁμαλής ἐστιν ὁ λόφος ἤδη καὶ ἐπίπεδος. | Once one has ascended, however, the hill at the top is flat and level. | ἀνέρχομαι δέ ὁμαλής εἰμί ὁ λόφος ἤδη καί ἐπίπεδος | 0 |
| 8.39.5 | 5 | ἔστι δὲ Σωτείρας τε ἱερὸν ἐνταῦθα Ἀρτέμιδος καὶ ἄγαλμα ὀρθὸν λίθου· | There is here a sanctuary dedicated to Artemis Soteira (the Savior) and an upright stone statue. | εἰμί δέ σωτήρ τε ἱερός ἐνταῦθα Ἄρτεμις καί ἄγαλμα ὀρθός λίθος | 0 |
| 8.39.5 | 6 | ἐκ τούτου δὲ τοῦ ἱεροῦ καὶ τὰς πομπάς σφισι πέμπειν κατέστη. | It is from this sanctuary that they established the sending forth of their processions. | ἐκ οὗτος δέ ὁ ἱερόν καί ὁ πομπή σφεῖς πέμπω καθίστημι | 0 |
| 8.39.6 | 1 | ἐν δὲ τῷ γυμνασίῳ τὸ ἄγαλμα τοῦ Ἑρμοῦ ἀμπεχομένῳ μὲν ἔοικεν ἱμάτιον, καταλήγει δὲ οὐκ ἐς πόδας, ἀλλὰ ἐς τὸ τετράγωνον σχῆμα. | In the gymnasium there is a statue of Hermes; although it seems to wear a cloak, it does not end in feet, but instead terminates in a square form. | ἐν δέ ὁ γυμνάσιον ὁ ἄγαλμα ὁ Ἑρμῆς ἀμπεχόμενος μέν ἔοικα ἱμάτιον καταλήγω δέ οὐ εἰς πούς ἀλλά εἰς ὁ τετράγωνος σχῆμα | 0 |
| 8.39.6 | 2 | πεποίηται δὲ καὶ Διονύσου ναός· | There is also a temple of Dionysus. | ποιέω δέ καί Διόνυσος ναός | 0 |
| 8.39.6 | 3 | ἐπίκλησις μέν ἐστιν αὐτῷ παρὰ τῶν ἐπιχωρίων Ἀκρατοφόρος, τὰ κάτω δὲ οὐκ ἔστι σύνοπτα τοῦ ἀγάλματος ὑπὸ δάφνης τε φύλλων καὶ κισσῶν. | The local people call him by the surname Akratophoros ("Giver of Unmixed Wine"), and the lower parts of his statue are hidden from view beneath leaves of laurel and ivy. | ἐπίκλησις μέν εἰμί αὐτός παρά ὁ ἐπιχώριος ἀκρατοφόρος ὁ κάτω δέ οὐ εἰμί σύνοπτος ὁ ἄγαλμα ὑπό δάφνη τε φύλλον καί κισσός | 0 |
| 8.39.6 | 4 | ὁπόσον δὲ αὐτοῦ καθορᾶν ἔστιν, ἐπαλήλιπται κιννάβαρι ἐκλάμπειν· εὑρίσκεσθαι δὲ ὑπὸ τῶν Ἰβήρων ὁμοῦ τῷ χρυσῷ λέγεται. | All that can be clearly seen of the statue is painted with cinnabar to make it gleam; this cinnabar is said to be discovered by Iberians together with gold. | ὁπόσος δέ αὐτός καθοράω εἰμί ἐπαλείφω κίνναβαρι ἐκλάμπω εὑρίσκω δέ ὑπό ὁ Ἴβηρ ὁμοῦ ὁ χρυσός λέγω | 0 |