Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 8.54

PassageSentenceGreekEnglishLemma FormsMissing
8.54.1 1 Λακεδαιμονίοις δὲ καὶ Τεγεάταις ὅροι τῆς γῆς ὁ ποταμός ἐστιν ὁ Ἀλφειός. The boundary of the land between the Lacedaemonians and the Tegeans is the river Alpheios. Λακεδαιμόνιος δέ καί Τεγεάτης ὅρος ὁ γῆ ὁ ποταμός εἰμί ὁ Ἀλφειός 0
8.54.1 2 τούτου τὸ ὕδωρ ἄρχεται μὲν ἐν Φυλάκῃ, κάτεισι δὲ οὐ πόρρω τῆς πηγῆς καὶ ἄλλο ὕδωρ ἐς αὐτὸν ἀπὸ πηγῶν μεγέθει μὲν οὐ μεγάλων, πλεόνων δὲ ἀριθμόν· καὶ διὰ τοῦτο τῷ χωρίῳ Σύμβολα γέγονεν ὄνομα. Its water arises at Phylake, and not far from its source it receives additional water flowing into it from a number of springs, small in size but greater in number; for this reason, the place has come to be named Symbola ("Meeting-places"). οὗτος ὁ ὕδωρ ἄρχω μέν ἐν Φυλάκῃ κάτειμι δέ οὐ πόρρω ὁ πηγή καί ἄλλος ὕδωρ εἰς αὐτός ἀπό πηγή μέγεθος μέν οὐ μέγας πλείων δέ ἀριθμός καί διά οὗτος ὁ χωρίον Σύμβολα γίγνομαι ὄνομα 2
8.54.2 1 φαίνεται δὲ ὁ Ἀλφειὸς παρὰ τοὺς ἄλλους ποταμοὺς φύσιν τινὰ ἰδίαν παρεχόμενος τοιάνδε· ἀφανίζεσθαί τε γὰρ κατὰ γῆς ἐθέλει πολλάκις καὶ αὖθις ἀναφαίνεσθαι. The Alpheios, compared to other rivers, clearly displays a special sort of nature in the following respect: it regularly disappears underground, only to appear again. φαίνω δέ ὁ Ἀλφειός παρά ὁ ἄλλος ποταμός φύσις τις ἴδιος παρέχομαι τοιόσδε ἀφανίζεσθαί τε γάρ κατά γῆ ἐθέλω πολλάκις καί αὖθις ἀναφαίνω 1
8.54.2 2 προελθὼν μέν γε ἐκ Φυλάκης καὶ τῶν καλουμένων Συμβόλων ἐς τὸ πεδίον κατέδυ τὸ Τεγεατικόν· Indeed, having left Phylake and the place called Symbola, it vanishes into the plain of Tegea. προέρχομαι μέν γε ἐκ Φυλάκης καί ὁ καλέω Συμβόλων εἰς ὁ πεδίον καταδύω ὁ Τεγεατικόν 3
8.54.2 3 ἀνατείλας δὲ ἐν Ἀσέᾳ καὶ τὸ ῥεῦμα ἀναμίξας τῷ Εὐρώτᾳ τὸ δεύτερον ἤδη κάτεισιν ἐς τὴν γῆν· Then, resurfacing at Asea and mingling its stream with the Eurotas, it sinks underground for the second time. ἀνατείλας δέ ἐν Ἀσέᾳ καί ὁ ῥεῦμα ἀναμίγνυμι ὁ Εὐρώτᾳ ὁ δεύτερος ἤδη κάτειμι εἰς ὁ γῆ 3
8.54.3 1 ἀνασχὼν δὲ ἔνθα Πηγὰς ὀνομάζουσιν οἱ Ἀρκάδες καὶ παρὰ γῆν τε τὴν Πισαίαν καὶ παρὰ Ὀλυμπίαν ἐξελθών, ἐκδίδωσιν ὑπὲρ Κυλλήνης ἐπινείου τοῦ Ἠλείων ἐς τὴν θάλασσαν. Rising again at the place the Arcadians call Pegae, and flowing onward past the territory of Pisa and Olympia, it discharges itself into the sea beyond Cyllene, the port of the Eleans. ἀνέχω δέ ἔνθα πηγή ὀνομάζω ὁ Ἀρκάς καί παρά γῆ τε ὁ Πίσαια καί παρά Ὀλυμπία ἐξελθών ἐκδίδωμι ὑπέρ Κυλλήνη ἐπίνειον ὁ Ἠλεῖος εἰς ὁ θάλασσα 1
8.54.3 2 ἔμελλε δὲ ἄρα μηδὲ Ἀδρίας ἐπισχήσειν αὐτὸν τοῦ πρόσω· διανηξάμενος δὲ καὶ τοῦτον, μέγα οὕτω καὶ βίαιον πέλαγος, ἐν Ὀρτυγίᾳ τῇ πρὸ Συρακουσῶν ἐπιδείκνυσιν Ἀλφειός τε ὢν καὶ πρὸς Ἀρέθουσαν τὸ ὕδωρ ἀνακοινούμενος. But even the Adriatic Sea could not hold back its further advance; having crossed this great and formidable expanse of ocean, it reappears on the island of Ortygia opposite Syracuse, revealing itself there as indeed the river Alpheius and mingling its waters with those of Arethousa. μέλλω δέ ἄρα μηδέ Ἀδρίας ἐπισχήσειν αὐτός ὁ πρόσω διανήχομαι δέ καί οὗτος μέγας οὕτως καί βίαιος πέλαγος ἐν Ὀρτυγίᾳ ὁ πρό Συρακοῦσαι ἐπιδείκνυμι Ἀλφειός τε εἰμί καί πρός ἀρέθουσα ὁ ὕδωρ ἀνακοινούμενος 4
8.54.4 1 ἡ δὲ εὐθεῖα ἡ ἐπὶ Θυρέαν τε καὶ κώμας τὰς ἐν τῇ Θυρεάτιδι ἐκ Τεγέας παρείχετο ἐς συγγραφὴν Ὀρέστου τοῦ Ἀγαμέμνονος μνῆμα, καὶ ὑφελέσθαι Σπαρτιάτην τὰ ὀστᾶ αὐτόθεν οἱ Τεγεᾶται λέγουσι· The straight road toward Thyrea and the villages in the Thyreatis from Tegea led to what is commonly recorded as the tomb of Orestes, the son of Agamemnon; and the Tegeans say that the Spartans removed his bones from there. ὁ δέ εὐθεῖα ὁ ἐπί θυρέα τε καί κώμη ὁ ἐν ὁ Θυρεάτιδι ἐκ Τεγέα παρέχω εἰς συγγραφή Ὀρέστης ὁ Ἀγαμέμνων μνῆμα καί ὑφέλομαι Σπαρτιάτης ὁ ὀστέον αὐτόθεν ὁ Τεγεᾶται λέγω 1
8.54.4 2 καθʼ ἡμᾶς δὲ οὐκέτι πυλῶν ἐντὸς ἐγίνετο ὁ τάφος. In my time, however, the tomb was no longer within the city gates. κατά ἐγώ δέ οὐκέτι πύλη ἐντός γίγνομαι ὁ τάφος 0
8.54.4 3 ῥεῖ δὲ καὶ Γαράτης ποταμὸς κατὰ τὴν ὁδόν· Along the road flows also the river Garates; ῥέω δέ καί Γαράτης ποταμός κατά ὁ ὁδός 1
8.54.4 4 διαβάντι δὲ τὸν Γαράτην καὶ προελθόντι σταδίους δέκα Πανός ἐστιν ἱερὸν καὶ πρὸς αὐτῷ δρῦς, ἱερὰ καὶ αὕτη τοῦ Πανός. after crossing the Garates and proceeding forward ten stadia, there is a sanctuary of Pan, and next to it an oak-tree, itself likewise sacred to Pan. διαβαίνω δέ ὁ Γαράτην καί προέρχομαι στάδιον δέκα Πάν εἰμί ἱερός καί πρός αὐτός δρῦς ἱερός καί οὗτος ὁ Πάν 1
8.54.5 1 ἡ δὲ ἐς Ἄργος ἐκ Τεγέας ὀχήματι ἐπιτηδειοτάτη καὶ τὰ μάλιστά ἐστι λεωφόρος. The road from Tegea to Argos is well suited to carriage-travel and is above all a main thoroughfare. ὁ δέ εἰς Ἄργος ἐκ Τεγέα ὀχήματι ἐπιτηδειοτάτη καί ὁ μάλιστα εἰμί λεωφόρος 2
8.54.5 2 ἔστι δὲ ἐπὶ τῆς ὁδοῦ πρῶτα μὲν ναὸς καὶ ἄγαλμα Ἀσκληπιοῦ· Along the road, first you come to a temple and statue of Asclepius. εἰμί δέ ἐπί ὁ ὁδός πρῶτος μέν ναός καί ἄγαλμα Ἀσκληπιός 0
8.54.5 3 μετὰ δὲ ἐκτραπεῖσιν ἐς ἀριστερὰ ὅσον στάδιον Ἀπόλλωνος ἐπίκλησιν Πυθίου καταλελυμένον ἐστὶν ἱερὸν καὶ ἐρείπια ἐς ἅπαν. Then, turning off about one stade towards the left, there is a sanctuary of Apollo surnamed Pythios, now destroyed and completely in ruins. μετά δέ ἐκτρέπω εἰς ἀριστερός ὅσος στάδιον Ἀπόλλων ἐπίκλησις Πύθιος καταλελυμένον εἰμί ἱερός καί ἐρείπιον εἰς ἅπας 1
8.54.5 4 κατὰ δὲ τὴν εὐθεῖαν αἵ τε δρῦς εἰσι πολλαὶ καὶ Δήμητρος ἐν τῷ ἄλσει τῶν δρυῶν ναὸς ἐν Κορυθεῦσι καλουμένης· Along the straight route itself are many oak trees and a temple of Demeter located in this oak grove, called Demeter in Corytheis. κατά δέ ὁ εὐθεῖα ὅς τε δρῦς εἰμί πολύς καί Δημήτηρ ἐν ὁ ἄλσος ὁ δρυς ναός ἐν Κορυθεῦσι καλέω 1
8.54.5 5 πλησίον δὲ ἄλλο ἐστὶν ἱερὸν Διονύσου Μύστου. Nearby there is another sanctuary dedicated to Dionysus Mystes. πλησίον δέ ἄλλος εἰμί ἱερός Διόνυσος Μύστου 1
8.54.6 1 τὸ ἀπὸ τούτου δὲ ἄρχεται τὸ ὄρος τὸ Παρθένιον· From here begins Mount Parthenion. ὁ ἀπό οὗτος δέ ἄρχω ὁ ὄρος ὁ παρθένιος 0
8.54.6 2 ἐν δὲ αὐτῷ τέμενος δείκνυται Τηλέφου, καὶ ἐνταῦθα παῖδα ἐκκείμενόν φασιν αὐτὸν ὑπὸ ἐλάφου τραφῆναι. On it is shown a sanctuary of Telephus, and there, they say, he was exposed as a child and nurtured by a deer. ἐν δέ αὐτός τέμενος δείκνυμι Τήλεφος καί ἐνταῦθα παῖς ἐκκείμενόν φημί αὐτός ὑπό ἔλαφος τρέφω 1
8.54.6 3 ἀπωτέρω δὲ ὀλίγον Πανός ἐστιν ἱερόν, ἔνθα Φιλιππίδῃ φανῆναι τὸν Πᾶνα καὶ εἰπεῖν ἃ πρὸς αὐτὸν Ἀθηναῖοί τε καὶ κατὰ ταὐτὰ Τεγεᾶται λέγουσι· A little further on stands a sanctuary of Pan, where Pan is said to have appeared to Philippides and spoken those words which the Athenians record concerning him, a story also told in the same way by the Tegeans. ἀπωτέρω δέ ὀλίγος Πάν εἰμί ἱερόν ἔνθα Φιλιππίδῃ φαίνω ὁ πᾶς καί λέγω ὅς πρός αὐτός Ἀθηναῖος τε καί κατά αὐτός Τεγεᾶται λέγω 1
8.54.7 1 παρέχεται δὲ τὸ Παρθένιον καὶ ἐς λύρας ποίησιν χελώνας ἐπιτηδειοτάτας, ἃς οἱ περὶ τὸ ὄρος ἄνθρωποι καὶ αὐτοὶ λαμβάνειν δεδοίκασιν ἀεὶ καὶ ξένους οὐ περιορῶσιν αἱροῦντας· ἱερὰς γὰρ σφᾶς εἶναι τοῦ Πανὸς ἥγηνται. Mount Parthenion also provides tortoises exceptionally suitable for the making of lyres; the inhabitants near the mountain themselves have always feared to catch them, nor do they allow strangers to seize them, believing as they do that the creatures are sacred to Pan. παρέχω δέ ὁ παρθένιος καί εἰς λύρα ποίησις χελώνη ἐπιτήδειος ὅς ὁ περί ὁ ὄρος ἄνθρωπος καί αὐτός λαμβάνω δέδοικα ἀεί καί ξένος οὐ περιορῶσιν αἱροῦντας ἱερός γάρ σφεῖς εἰμί ὁ Πάν ἥγημαι 2
8.54.7 2 ὑπερβαλόντι δὲ τὴν κορυφὴν τοῦ ὄρους ἔστιν ἐν τοῖς ἤδη γεωργουμένοις Τεγεατῶν ὅρος καὶ Ἀργείων κατὰ Ὑσιὰς τὰς ἐν τῇ Ἀργολίδι. Once over the peak of the mountain, there is, in the cultivated area beyond, a boundary between the land of the Tegeans and that of the Argives, at Hysiai in the Argolid. ὑπερβαλόντι δέ ὁ κορυφή ὁ ὄρος εἰμί ἐν ὁ ἤδη γεωργουμένοις Τεγεάτης ὅρος καί Ἀργεῖος κατά Ὑσιὰς ὁ ἐν ὁ Ἀργολίς 3
8.54.7 3 αἵδε μὲν Πελοποννήσου μοῖραι καὶ πόλεις τε ἐν ταῖς μοίραις καὶ ἐν ἑκάστῃ πόλει τὰ ἀξιολογώτατά ἐστιν ἐς μνήμην. These then are the districts of the Peloponnese, together with cities within those districts, and in each city those features most worthy of to be remembered. ὅδε μέν Πελοπόννησος μοῖρα καί πόλις τε ἐν ὁ μοῖρα καί ἐν ἕκαστος πόλις ὁ ἀξιολογώτατος εἰμί εἰς μνήμη 0