Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 9.1

PassageSentenceGreekEnglishLemma FormsMissing
9.1.1 1 Ἀθηναίοις δὲ ἡ Βοιωτία καὶ κατὰ ἄλλα τῆς Ἀττικῆς ἐστιν ὅμορος, πρὸς δὲ Ἐλευθερῶν οἱ Πλαταιεῖς. Boeotia borders the Athenians in various places along Attica, and near Eleutherae, the Plataeans are neighbors. Ἀθηναῖος δέ ὁ Βοιωτία καί κατά ἄλλος ὁ Ἀττικός εἰμί ὅμορος πρός δέ ἐλεύθερος ὁ Πλαταιαῖος 1
9.1.1 2 Βοιωτοὶ δὲ τὸ μὲν πᾶν ἔθνος ἀπὸ Βοιωτοῦ τὸ ὄνομα ἔσχηκεν, ὃν Ἰτώνου παῖδα καὶ νύμφης δὴ Μελανίππης, Ἴτωνον δὲ Ἀμφικτύονος εἶναι λέγουσι· As for the Boeotians, the whole nation received its name from Boeotus, who was the son of Itonus and the nymph Melanippe; Itonus, they say, was the son of Amphictyon. Βοιωτός δέ ὁ μέν πᾶς ἔθνος ἀπό Βοιωτός ὁ ὄνομα ἔχω ὅς Ἴτωνος παῖς καί νύμφη δή Μελανίππης Ἴτωνον δέ Ἀμφικτύων εἰμί λέγω 2
9.1.1 3 καλοῦνται δὲ κατὰ πόλεις ἀπό τε ἀνδρῶν καὶ τὰ πλείω γυναικῶν. The people of the individual cities are named chiefly after men, but in most cases after women. καλέω δέ κατά πόλις ἀπό τε ἀνήρ καί ὁ πλείων γυνή 0
9.1.1 4 οἱ δὲ Πλαταιεῖς τὸ ἐξ ἀρχῆς ἐμοὶ δοκεῖν εἰσιν αὐτόχθονες· ὄνομα δέ σφισιν ἀπὸ Πλαταίας, ἣν θυγατέρα εἶναι Ἀσωποῦ τοῦ ποταμοῦ νομίζουσιν. The Plataeans, however, seem to me from the beginning to have been indigenous; their name comes from Plataea, whom they regard as a daughter of the river Asopus. ὁ δέ Πλαταιαῖος ὁ ἐκ ἀρχή ἐγώ δοκέω εἰμί αὐτόχθων ὄνομα δέ σφεῖς ἀπό Πλαταίας ὅς θυγάτηρ εἰμί Ἀσωπός ὁ ποταμός νομίζω 1
9.1.2 1 ὅτι μὲν δὴ καὶ οὗτοι τὸ ἀρχαῖον ἐβασιλεύοντο, δῆλά ἐστι· βασιλεῖαι γὰρ πανταχοῦ τῆς Ἑλλάδος καὶ οὐ δημοκρατίαι πάλαι καθεστήκεσαν. That indeed the Plataeans were also anciently ruled by kings is clear; for in every region of Greece kingdoms and not democracies were formerly established. ὅτι μέν δή καί οὗτος ὁ ἀρχαῖος βασιλεύω δῆλος εἰμί βασιλεῖαι γάρ πανταχοῦ ὁ Ἑλλάς καί οὐ δημοκρατίαι πάλαι καθίστημι 2
9.1.2 2 τῶν δὲ βασιλέων ἄλλον μὲν οὐδένα οἱ Πλαταιεῖς ἴσασι, μόνον δὲ Ἀσωπὸν καὶ ἔτι πρότερον Κιθαιρῶνα· καὶ τὸν μὲν ἀφʼ αὑτοῦ θέσθαι τῷ ὄρει τὸ ὄνομα, τὸν δὲ τῷ ποταμῷ λέγουσι. But of their kings the Plataeans know none apart from Asopus, and earlier still Cithaeron; they say that the latter gave his own name to the mountain and the former to the river. ὁ δέ βασιλεύς ἄλλος μέν οὐδείς ὁ Πλαταιαῖος οἶδα μόνος δέ Ἀσωπός καί ἔτι πρότερον Κιθαιρών καί ὁ μέν ἀπό ἑαυτοῦ τίθημι ὁ ὄρος ὁ ὄνομα ὁ δέ ὁ ποταμός λέγω 0
9.1.2 3 δοκῶ δὲ καὶ τὴν Πλάταιαν, ἀφʼ ἧς κέκληται καὶ ἡ πόλις, βασιλέως Ἀσωποῦ καὶ οὐ τοῦ ποταμοῦ παῖδα εἶναι. In my opinion, Plataea as well, from whom the city derives its name, was a daughter of King Asopus and not of the river. δοκέω δέ καί ὁ Πλάταια ἀπό ὅς κέκληται καί ὁ πόλις βασιλεύς Ἀσωπός καί οὐ ὁ ποταμός παῖς εἰμί 1
9.1.3 1 Πλαταιεῦσι δὲ πρὸ μὲν τῆς μάχης, ἣν Ἀθηναῖοι Μαραθῶνι ἐμαχέσαντο, οὐδὲν ὑπῆρχεν ἐς δόξαν· The Plataeans held no great reputation before the battle in which the Athenians fought at Marathon. Πλαταιεύς δέ πρό μέν ὁ μάχη ὅς Ἀθηναῖος Μαραθών μάχομαι οὐδέν ὑπάρχω εἰς δόξα 0
9.1.3 2 μετασχόντες δὲ τοῦ Μαραθῶνι ἀγῶνος ὕστερον καταβεβηκότος ἤδη Ξέρξου καὶ ἐς τὰς ναῦς ἐτόλμησαν μετʼ Ἀθηναίων ἐσβῆναι, But after participating in the fight at Marathon, and later, when Xerxes had already retreated to his ships, they even dared to embark alongside the Athenians. μετέχω δέ ὁ Μαραθών ἀγών ὕστερον καταβεβηκότος ἤδη Ξέρξης καί εἰς ὁ ναῦς τολμάω μετά Ἀθηναῖος ἐσβῆναι 2
9.1.3 3 Μαρδόνιον δὲ τὸν Γωβρύου Ξέρξῃ στρατηγοῦντα ἠμύναντο ἐν τῇ σφετέρᾳ. Furthermore, in their own territory they repelled Mardonius, the son of Gobryas, who commanded the armies of Xerxes. Μαρδόνιος δέ ὁ Γωβρύας Ξέρξης στρατηγοῦντα ἀμύνω ἐν ὁ σφετέρος 0
9.1.3 4 δὶς δὲ σφᾶς κατέλαβε γενέσθαι τε ἀναστάτους καὶ αὖθις ἐς Βοιωτίαν καταχθῆναι. Twice, however, it fell to their lot to be driven from their homes into exile and again to return to Boeotia. δίς δέ σφεῖς καταλαμβάνω γίγνομαι τε ἀνάστατος καί αὖθις εἰς Βοιωτία καταχθῆναι 1
9.1.4 1 ἐπὶ μὲν γὰρ τοῦ πολέμου τοῦ Πελοποννησίοις πρὸς Ἀθηναίους γενομένου Λακεδαιμόνιοι πολιορκίᾳ Πλάταιαν ἐξεῖλον· Indeed, during the war which arose between the Peloponnesians and the Athenians, the Lacedaemonians captured Plataea by siege. ἐπί μέν γάρ ὁ πόλεμος ὁ Πελοποννήσιος πρός Ἀθηναῖος γίγνομαι Λακεδαιμόνιος πολιορκία Πλάταια ἐξαιρέω 0
9.1.4 2 ἀνοικισθείσης δὲ ἐπὶ τῆς εἰρήνης, ἣν πρὸς βασιλέα τῶν Περσῶν γενέσθαι τοῖς Ἕλλησιν ἔπραξεν Ἀνταλκίδας ἀνὴρ Σπαρτιάτης, καὶ τῶν Πλαταιέων κατελθόντων ἐξ Ἀθηνῶν, τοὺς δὲ αὖθις ἔμελλεν ἐπιλήψεσθαι κακὸν δεύτερον. Afterwards, in the course of that peace arranged for the Greeks with the Persian king by the negotiations of Antalcidas, a Spartan, Plataea was resettled, and its inhabitants returned from Athens; yet they were again destined to suffer a second calamity. ἀνοικισθείσης δέ ἐπί ὁ εἰρήνη ὅς πρός βασιλεύς ὁ Πέρσης γίγνομαι ὁ Ἕλλην πράσσω Ἀνταλκίδας ἀνήρ Σπαρτιάτης καί ὁ Πλαταιεύς κατέρχομαι ἐκ Ἀθηνᾶ ὁ δέ αὖθις μέλλω ἐπιλήψομαι κακός δεύτερος 2
9.1.4 3 ἐκ μέν γε τοῦ ἐμφανοῦς πόλεμος πρὸς τοὺς Θηβαίους οὐκ ἦν συνεστηκώς, ἀλλὰ οἱ Πλαταιεῖς μένειν τὴν εἰρήνην σφίσιν ἔφασαν, ὅτι τὴν Καδμείαν Λακεδαιμονίοις κατασχοῦσιν οὔτε βουλεύματος οὔτε ἔργου μετεσχήκεσαν· Although no declared war openly existed yet against the Thebans, nevertheless the Plataeans asserted that peace still held for them, since they had taken no part, either by planning or by action, in the Lacedaemonians' occupation of the Theban Cadmea. ἐκ μέν γε ὁ ἐμφανοῦς πόλεμος πρός ὁ Θηβαῖος οὐ εἰμί συνεστηκώς ἀλλά ὁ Πλαταιαῖος μένω ὁ εἰρήνη σφεῖς φημί ὅτι ὁ Καδμείαν Λακεδαιμόνιος κατασχοῦσιν οὔτε βουλεύματος οὔτε ἔργον μετέχω 5
9.1.5 1 Θηβαῖοι δὲ ἀπέφαινον τήν τε εἰρήνην Λακεδαιμονίους εἶναι τοὺς πράξαντας καὶ ὕστερον παραβάντων ἐκείνων λελύσθαι The Thebans declared that the Lacedaemonians had been responsible for making peace, and later, when they violated it, the treaty was therefore dissolved. Θηβαῖος δέ ἀποφαίνω ὁ τε εἰρήνη Λακεδαιμόνιος εἰμί ὁ πράξαντας καί ὕστερον παραβάντων ἐκεῖνος λελύσθαι 3
9.1.5 2 καὶ ἅπασιν ἠξίουν τὰς σπονδάς. They accordingly claimed that the truce was broken for all. καί ἅπας ἀξιόω ὁ σπονδή 0
9.1.5 3 οὐκ ἀνύποπτα οὖν ἡγούμενοι οἱ Πλαταιεῖς τὰ ἐκ τῶν Θηβαίων διὰ φυλακῆς εἶχον ἰσχυρᾶς τὴν πόλιν· καὶ ἐς τοὺς ἀγρούς, ὁπόσοι ἀπωτέρω τοῦ ἄστεως ἦσαν, οὐδὲ ἐς τούτους ἀνὰ πᾶσαν ἤρχοντο τὴν ἡμέραν, Thus the Plataeans, suspecting hostility from the Thebans, kept their city under careful guard; even those who had their farms farther from the city would not venture to visit them at all hours of the day. οὐ ἀνύποπτα οὖν ἡγέομαι ὁ Πλαταιαῖος ὁ ἐκ ὁ Θηβαῖος διά φυλακή ἔχω ἰσχυρός ὁ πόλις καί εἰς ὁ ἀγρούς ὁπόσος ἀπωτέρω ὁ ἄστυ εἰμί οὐδέ εἰς οὗτος ἀνά πᾶς ἄρχομαι ὁ ἡμέρα 2
9.1.5 4 ἀλλὰ--- ἠπίσταντο γὰρ τοὺς Θηβαίους ὡς πανδημεὶ καὶ ἅμα ἐπὶ πλεῖστον εἰώθεσαν βουλεύεσθαι---παρεφύλασσον τὰς ἐκκλησίας αὐτῶν, καὶ ἐν τῷ τοσούτῳ καθʼ ἡσυχίαν ἐφεώρων τὰ ἑαυτῶν καὶ οἱ ἔσχατοι γεωργοῦντες. Moreover—for they knew that the Thebans usually deliberated altogether and at length—they would watch carefully the times when the Thebans met in their assemblies, and in those intervals, even those farming the furthest land tended their fields in peace. ἀλλά ἐπίσταμαι γάρ ὁ Θηβαῖος ὡς πανδημεί καί ἅμα ἐπί πλεῖστος εἴωθα βουλεύεσθαι παρεφύλασσον ὁ ἐκκλησίας αὐτός καί ἐν ὁ τοσοῦτος κατά ἡσυχία ἐφεώρων ὁ ἑαυτοῦ καί ὁ ἔσχατος γεωργέω 4
9.1.6 1 Νεοκλῆς δὲ ὃς τότε βοιωταρχῶν ἔτυχεν ἐν Θήβαις---οὐ γὰρ αὐτὸν οἱ Πλαταιεῖς ἐλελήθεσαν ἐπὶ τῇ τέχνῃ--- προεῖπε τῶν Θηβαίων ἕκαστόν τέ τινα ἰέναι πρὸς τὴν ἐκκλησίαν ὁμοῦ τοῖς ὅπλοις καὶ σφᾶς αὐτίκα οὐ τὴν εὐθεῖαν ἀπὸ τῶν Θηβῶν τὴν πεδιάδα, τὴν δὲ ἐπὶ Ὑσιῶν ἦγε πρὸς Ἐλευθερῶν τε καὶ τῆς Ἀττικῆς, ᾗ μηδὲ σκοπὸς ἐτέτακτο ὑπὸ τῶν Πλαταιέων· Neocles, who was then serving as Boeotarch in Thebes—for the Plataeans had not been unaware of his stratagem—ordered each of the Thebans to come to the assembly fully armed, and immediately led them not directly from Thebes across the plain, but rather by a way toward Hysiai, in the direction of Eleutherae and the Attic border, where no guard had been stationed by the Plataeans. Νεοκλῆς δέ ὅς τότε βοιωτάρχης τυγχάνω ἐν Θῆβαι οὐ γάρ αὐτός ὁ Πλαταιαῖος ἐλελήθεσαν ἐπί ὁ τέχνη προλέγω ὁ Θηβαῖος ἕκαστόν τε τις εἶμι πρός ὁ ἐκκλησία ὁμοῦ ὁ ὅπλον καί σφεῖς αὐτίκα οὐ ὁ εὐθεῖα ἀπό ὁ Θῆβαι ὁ πεδιάς ὁ δέ ἐπί ὑσιάς ἄγω πρός ἐλεύθερος τε καί ὁ Ἀττικός ὅς μηδέ σκοπὸς τάσσω ὑπό ὁ Πλαταιεύς 4
9.1.6 2 γενήσεσθαι δὲ περὶ τὰ τείχη περὶ μεσοῦσαν μάλιστα ἔμελλε τὴν ἡμέραν. He planned to arrive at the city walls at about midday. γίγνομαι δέ περί ὁ τεῖχος περί μέσος μάλιστα μέλλω ὁ ἡμέρα 0
9.1.7 1 Πλαταιεῖς δὲ ἄγειν Θηβαίους ἐκκλησίαν νομίζοντες ἐς τοὺς ἀγροὺς ἀποκεκλειμένοι τῶν πυλῶν ἦσαν· The Plataeans, thinking that the Thebans were holding an assembly, had gone out to their fields and were shut out from the city gates. Πλαταιαῖος δέ ἄγω Θηβαῖος ἐκκλησία νομίζω εἰς ὁ ἀγρός ἀποκεκλειμένοι ὁ πύλη εἰμί 1
9.1.7 2 πρὸς δὲ τοὺς ἐγκαταληφθέντας ἐποιήσαντο οἱ Θηβαῖοι σπονδάς, ἀπελθεῖν σφᾶς πρὸ ἡλίου δύντος ἄνδρας μὲν σὺν ἑνί, γυναῖκας δὲ δύο ἱμάτια ἑκάστην ἔχουσαν. The Thebans made an agreement with those who had been trapped within the city, permitting the men to depart before sunset, each wearing a single garment, and the women each permitted two garments. πρός δέ ὁ ἐγκαταλείπω ποιέω ὁ Θηβαῖος σπονδή ἀπέρχομαι σφεῖς πρό ἥλιος δύντος ἀνήρ μέν σύν εἷς γυνή δέ δύο ἱμάτιον ἕκαστος ἔχω 1
9.1.7 3 συνέβη τε ἐναντία τοῖς Πλαταιεῦσιν ἐν τῷ τότε ἡ τύχη ἢ ὡς ὑπὸ Ἀρχιδάμου καὶ Λακεδαιμονίων τὸ πρότερον ἥλωσαν· Thus fortune gave the Plataeans an experience precisely opposite to their earlier capture by Archidamus and the Lacedaemonians. συμβαίνω τε ἐναντίος ὁ Πλαταιεύς ἐν ὁ τότε ὁ τύχη ἤ ὡς ὑπό Ἀρχίδαμος καί Λακεδαιμόνιος ὁ πρότερον ἁλίσκομαι 0
9.1.7 4 Λακεδαιμόνιοι μέν γʼ αὐτοὺς ἐξεπολιόρκησαν ἀπείργοντες διπλῷ τείχει μὴ ἐξελθεῖν τοῦ ἄστεως, Θηβαῖοι δὲ ἐν τῷ τότε ἀφελόμενοι μὴ ἐσελθεῖν σφᾶς ἐς τὸ τεῖχος. At that former time, the Lacedaemonians had besieged them, enclosing them within a double wall to prevent their leaving the city; but now, conversely, the Thebans prevented them from re-entering their own walls. Λακεδαιμόνιος μέν γέ αὐτός ἐξεπολιόρκησαν ἀπείργοντες διπλῷ τεῖχος μή ἐξέρχομαι ὁ ἄστυ Θηβαῖος δέ ἐν ὁ τότε ἀφαιρέω μή εἰσέρχομαι σφεῖς εἰς ὁ τεῖχος 3
9.1.8 1 ἐγένετο δὲ ἡ ἅλωσις Πλαταίας ἡ δευτέρα μάχης μὲν τρίτῳ τῆς ἐν Λεύκτροις ἔτει πρότερον, Ἀστείου δὲ Ἀθήνῃσιν ἄρχοντος. The second capture of Plataea occurred two years before the battle of Leuctra, in the archonship at Athens of Asteius. γίγνομαι δέ ὁ ἅλωσις Πλαταίας ὁ δεύτερος μάχη μέν τρίτος ὁ ἐν Λεύκτρα ἔτος πρότερον ἀστεῖος δέ Ἀθήνησι ἄρχων 1
9.1.8 2 καὶ ἡ μὲν πόλις ὑπὸ τῶν Θηβαίων καθῃρέθη πλὴν τὰ ἱερά, The city was razed to the ground by the Thebans, except for the sacred precincts. καί ὁ μέν πόλις ὑπό ὁ Θηβαῖος καθαιρέω πλήν ὁ ἱερός 0
9.1.8 3 τοῖς δὲ Πλαταιεῦσιν ὁ τρόπος τῆς ἁλώσεως σωτηρίαν παρέσχεν ἐν ἴσῳ πᾶσιν· ἐκπεσόντας δὲ σφᾶς ἐδέξαντο αὖθις οἱ Ἀθηναῖοι. As for the Plataeans themselves, the manner of the city's fall provided equal safety for all of them, and after their exile the Athenians once more received them. ὁ δέ Πλαταιεύς ὁ τρόπος ὁ ἅλωσις σωτηρία παρέχω ἐν ἴσος πᾶς ἐκπίπτω δέ σφεῖς δέχομαι αὖθις ὁ Ἀθηναῖος 0
9.1.8 4 Φιλίππου δέ, ὡς ἐκράτησεν ἐν Χαιρωνείᾳ, φρουράν τε ἐσαγαγόντος ἐς Θήβας καὶ ἄλλα ἐπὶ καταλύσει τῶν Θηβαίων πράσσοντος, οὕτω καὶ οἱ Πλαταιεῖς ὑπʼ αὐτοῦ κατήχθησαν. Later, when Philip prevailed at Chaeronea and placed a garrison in Thebes, taking further measures leading to the overthrow of the Thebans, the Plataeans also were restored by him to their homeland. Φίλιππος δέ ὡς κρατέω ἐν Χαιρώνεια φρουρά τε ἐσαγαγόντος εἰς Θῆβαι καί ἄλλος ἐπί καταλύσει ὁ Θηβαῖος πράσσοντος οὕτως καί ὁ Πλαταιαῖος ὑπό αὐτός κατάγω 3