Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 9.14

PassageSentenceGreekEnglishLemma FormsMissing
9.14.1 1 τὸ μὲν δὴ παραυτίκα ὁ Ἐπαμινώνδας μετὰ τὴν μάχην Πελοποννησίων τοῖς λοιποῖς ἀπιέναι προειπὼν ἐπὶ τὰ οἰκεῖα Λακεδαιμονίους ἐν τοῖς Λεύκτροις εἶχεν ἀπειλημμένους· After the battle with the Peloponnesians, Epaminondas initially kept the Lacedaemonians hemmed in at Leuctra, though he had permitted the other survivors to depart each to their homes. ὁ μέν δή παραυτίκα ὁ Ἐπαμεινώνδας μετά ὁ μάχη Πελοποννήσιος ὁ λοιπός ἄπειμι προειπὼν ἐπί ὁ οἰκεῖος Λακεδαιμόνιος ἐν ὁ Λεύκτρα ἔχω ἀπειλημμένος 1
9.14.1 2 ὡς δὲ ἤκουε τοὺς ἐκ τῆς πόλεως Σπαρτιάτας βοηθήσοντας τοῖς σφετέροις ἐς Λεῦκτρα ἰέναι πανδημεί, δίδωσιν οὕτω τοῖς ἀνδράσιν ἀπελθεῖν ὑποσπόνδους· When he learned, however, that the Spartans from the city were marching to aid their people at Leuctra with their full forces, he allowed the men held at Leuctra to withdraw under truce. ὡς δέ ἀκούω ὁ ἐκ ὁ πόλις Σπαρτιάτης βοηθήσοντας ὁ σφέτερος εἰς Λεύκτρα εἶμι πανδημεί δίδωμι οὕτως ὁ ἀνήρ ἀπέρχομαι ὑποσπόνδος 1
9.14.1 3 ἔφη τε ἄμεινον ἔσεσθαι τὸν πόλεμόν σφισιν ἐκ Βοιωτῶν ἐς τὴν Λακεδαίμονα ἀπώσασθαι. He declared it would be better for the Thebans to push the war away from Boeotia and into Lacedaemonian territory itself. φημί τε ἀμείνων ἔσομαι ὁ πόλεμος σφεῖς ἐκ Βοιωτός εἰς ὁ Λακεδαίμων ἀπώθομαι 0
9.14.2 1 Θεσπιεῦσι δέ, ὑφορωμένοις τήν τε ἐξ ἀρχῆς ἐκ τῶν Θηβαίων δυσμένειαν καὶ τὴν ἐν τῷ παρόντι αὐτῶν τύχην, τὴν μὲν πόλιν ἔδοξεν ἐκλιπεῖν, ἀναφεύγειν δὲ ἐς Κερησσόν. The Thespians, perceiving both the long-standing hostility of the Thebans and their present misfortune, resolved to abandon their city and retreat to Keressos. Θεσπιεῦσι δέ ὑφορωμένοις ὁ τε ἐκ ἀρχή ἐκ ὁ Θηβαῖος δυσμένεια καί ὁ ἐν ὁ παρών αὐτός τύχη ὁ μέν πόλις δοκέω ἐκλείπω ἀναφεύγειν δέ εἰς Κερησσόν 4
9.14.2 2 ἔστι δὲ ἐχυρὸν χωρίον ὁ Κερησσὸς ἐν τῇ Θεσπιέων, ἐς ὃ καὶ πάλαι ποτὲ ἀνεσκευάσαντο κατὰ τὴν ἐπιστρατείαν τὴν Θεσσαλῶν· Keressos is a fortified site in Thespian territory, where they had also in former times sought refuge during the Thessalian invasion. εἰμί δέ ἐχυρός χωρίον ὁ Κερησσὸς ἐν ὁ θεσπιεύς εἰς ὅς καί πάλαι ποτέ ἀνεσκευάσαντο κατά ὁ ἐπιστρατεία ὁ Θεσσαλός 2
9.14.2 3 οἱ Θεσσαλοὶ δὲ τότε, ὡς ἑλεῖν τὸν Κερησσόν σφισι πειρωμένοις ἐφαίνετο ἐλπίδος κρεῖσσον, ἀφίκοντο ἐς Δελφοὺς παρὰ τὸν θεόν, καὶ On that occasion, when the Thessalians discovered that capturing Keressos seemed beyond their hopes despite their efforts, they went to Delphi to consult the god, and ὁ Θεσσαλός δέ τότε ὡς αἱρέω ὁ Κερησσόν σφεῖς πειρώμενος φαίνω ἐλπίς κρεῖσσον ἀφικνέομαι εἰς Δελφοί παρά ὁ θεός καί 2
9.14.3 1 αὐτοῖς γίνεται μάντευμα τοιόνδε· Λεῦκτρά τέ μοι σκιόεντα μέλει καὶ Ἀλήσιον οὖδας, καί μοι τὼ Σκεδάσου μέλετον δυσπενθέε κούρα. An oracle was delivered to them as follows: "Shady Leuctra concerns me, and the soil of Alesion; I care also for the ill-fated daughters of Scedasus. αὐτός γίγνομαι μάντευμα τοιόσδε Λεῦκτρά τε ἐγώ σκιόεντα μέλω καί ἀλήσιον οὖδας καί ἐγώ τώ Σκεδάσου μέλετον δυσπενθέε κούρα 7
9.14.3 2 ἔνθα μάχη πολύδακρυς ἐπέρχεται· οὐδέ τις αὐτήν φράσσεται ἀνθρώπων, πρὶν κούριον ἀγλαὸν ἥβην Δωριέες ὀλέσωσʼ, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ. There a tearful battle is coming, which no mortal shall foresee until the Dorians destroy glorious youth in the flower of its prime, when the destined day arrives. ἔνθα μάχη πολύδακρυς ἔπειμι οὐδέ τις αὐτός φράσσεται ἀνήρ πρίν κούριον ἀγλαός ἥβη Δωριέες ὀλέσωσʼ ὅταν αἴσιμον ἦμαρ ἐπέρχομαι 6
9.14.3 3 τουτάκι δʼ ἔστι Κερησσὸς ἁλώσιμος, ἄλλοτε δʼ οὐχί. Only then shall Ceressus be taken; at no other time." τουτάκι δέ εἰμί Κερησσὸς ἁλώσιμος ἄλλοτε δέ οὐχί 4
9.14.4 1 τότε δὲ ὁ Ἐπαμινώνδας ὡς τοὺς Θεσπιεῖς καταφεύγοντας ἐς τὸν Κερησσὸν ἐξεῖλε, πρὸς τὰ ἐν Πελοποννήσῳ παραυτίκα ἔσπευδεν ἅτε καὶ τῶν Ἀρκάδων προθύμως μεταπεμπομένων. Then Epaminondas, after removing the Thespians who had fled to Ceresus, immediately turned his attention toward affairs in the Peloponnese, as the Arcadians also were eagerly summoning him. τότε δέ ὁ Ἐπαμεινώνδας ὡς ὁ Θεσπιεύς καταφεύγοντας εἰς ὁ Κερησσὸν ἐξεῖλε πρός ὁ ἐν Πελοπόννησος παραυτίκα σπεύδω ἅτε καί ὁ Ἀρκάς προθύμως μεταπεμπομένων 4
9.14.4 2 ἐλθὼν δὲ Ἀργείους μὲν προσελάβετο ἑκουσίους συμμάχους, Μαντινέας δὲ κατὰ κώμας ὑπὸ Ἀγησιπόλιδος διῳκισμένους ἐς τὴν ἀρχαίαν συνήγαγεν αὖθις πόλιν· When he arrived, the Argives willingly joined him as allies, and he reunited the Mantineans, who had been dispersed by Agesipolis into separate villages, back into their original city. ἔρχομαι δέ Ἀργεῖος μέν προσελάβετο ἑκουσίους σύμμαχος Μαντινεύς δέ κατά κώμη ὑπό Ἀγησίπολις διῳκισμένους εἰς ὁ ἀρχαῖος συνήγαγεν αὖθις πόλις 4
9.14.4 3 τὰ δὲ πολίσματα τὰ Ἀρκάδων ὁπόσα εἶχεν ἀσθενῶς καταλῦσαι πείσας τοὺς Ἀρκάδας, πατρίδα ἐν κοινῷ σφισιν ᾤκισεν, ἣ Μεγάλη καὶ ἐς ἡμᾶς ἔτι καλεῖται πόλις. Likewise, he persuaded the Arcadians to abandon the villages that were weakly held, settling them together into a common homeland, a city that even in our own time continues to be called Megalopolis. ὁ δέ πολίσμα ὁ Ἀρκάς ὁπόσος ἔχω ἀσθενῶς καταλῦσαι πείθω ὁ Ἀρκάς πατρίς ἐν κοινός σφεῖς οἰκίζω ὅς μέγας καί εἰς ἐγώ ἔτι καλέω πόλις 1
9.14.5 1 ὁ μὲν δὴ χρόνος βοιωταρχοῦντι Ἐπαμινώνδᾳ διήνυστο, τεθνάναι δὲ ἐτέτακτο ἐπιλαβόντα ἄνδρα τῆς ἀρχῆς· The period prescribed by law for Epaminondas to serve as Boeotarch had already expired, and he was liable to the penalty of death if he retained his command beyond the appointed time. ὁ μέν δή χρόνος βοιωταρχοῦντι Ἐπαμεινώνδας διήνυστο θνῄσκω δέ τάσσω ἐπιλαβόντα ἀνήρ ὁ ἀρχή 3
9.14.5 2 ὁ οὖν Ἐπαμινώνδας ὑπεριδὼν ὡς οὐκ ὄντα ἐν καιρῷ τὸν νόμον ἐβοιωτάρχει Yet Epaminondas, disregarding this ordinance as ill-timed, continued on as Boeotarch. ὁ οὖν Ἐπαμεινώνδας ὑπεροράω ὡς οὐ εἰμί ἐν καιρός ὁ νόμος ἐβοιωτάρχει 1
9.14.5 3 καὶ ἀφικόμενος τῷ στρατῷ πρὸς τὴν Σπάρτην, ὡς οὐκ ἀντεπῆγεν Ἀγησίλαος μαχούμενος, οὕτω πρὸς τὸν οἰκισμὸν τρέπεται Μεσσήνης. When he led the army against Sparta and Agesilaus chose not to oppose him in battle, Epaminondas proceeded towards the founding of Messene. καί ἀφικνέομαι ὁ στρατός πρός ὁ Σπάρτη ὡς οὐ ἀντεπῆγεν Ἀγησίλαος μαχούμενος οὕτως πρός ὁ οἰκισμός τρέπω Μεσσήνη 2
9.14.5 4 καὶ οἰκιστὴς Μεσσηνίοις τοῖς νῦν ἐστιν Ἐπαμινώνδας· Thus Epaminondas became the founder of the city of the present-day Messenians. καί οἰκιστής Μεσσήνιος ὁ νῦν εἰμί Ἐπαμεινώνδας 0
9.14.5 5 καί μοι τὰ ἐς τὸν οἰκισμὸν ἐδήλωσε τὰ ἐς αὐτοὺς ἔχοντα Μεσσηνίους. I will explain further on about the settlement and matters concerning the Messenians themselves. καί ἐγώ ὁ εἰς ὁ οἰκισμός δηλόω ὁ εἰς αὐτός ἔχω Μεσσήνιος 0
9.14.6 1 ἐν τούτῳ δὲ οἱ τῶν Θηβαίων σύμμαχοι κατέτρεχον διασκεδασθέντες χώραν τὴν Λακωνικὴν καὶ ἥρπαζον τὰ ἐξ αὐτῆς· At this time, the allies of the Thebans, scattered about the countryside, were ravaging the land of Laconia and plundering all they could seize from it. ἐν οὗτος δέ ὁ ὁ Θηβαῖος σύμμαχος κατέτρεχον διασκεδασθέντες χώρα ὁ Λακωνικός καί ἥρπαζον ὁ ἐκ αὐτός 3
9.14.6 2 τοῦτο Ἐπαμινώνδᾳ παρέστησεν ὀπίσω Θηβαίους ἐς Βοιωτίαν ἀπαγαγεῖν. This circumstance led Epaminondas to decide to lead the Thebans back to Boeotia. οὗτος Ἐπαμεινώνδας παρίστημι ὀπίσω Θηβαῖος εἰς Βοιωτία ἀπαγαγεῖν 1
9.14.6 3 καὶ ὡς προϊὼν τῷ στρατῷ κατὰ Λέχαιον ἐγίνετο καὶ διεξιέναι τῆς ὁδοῦ τὰ στενὰ καὶ δύσβατα ἔμελλεν, Ἰφικράτης ὁ Τιμοθέου πελταστὰς καὶ ἄλλην Ἀθηναίων ἔχων δύναμιν ἐπιχειρεῖ τοῖς Θηβαίοις. As he marched with his army toward Lechaeum, and was about to traverse narrow and difficult terrain, Iphicrates, the son of Timotheus, commanding peltasts and other Athenian forces, launched an attack against the Thebans. καί ὡς πρόειμι ὁ στρατός κατά Λέχαιον γίγνομαι καί διεξιέναι ὁ ὁδός ὁ στενὰ καί δύσβατος μέλλω Ἰφικράτης ὁ Τιμόθεος πελταστὰς καί ἄλλος Ἀθηναῖος ἔχω δύναμις ἐπιχειρεῖ ὁ Θηβαῖος 4
9.14.7 1 Ἐπαμινώνδας δὲ τοὺς ἐπιθεμένους τρέπεται καὶ πρὸς αὐτὸ ἀφικόμενος Ἀθηναίων τὸ ἄστυ, ὡς ἐπεξιέναι μαχουμένους τοὺς Ἀθηναίους ἐκώλυεν Ἰφικράτης, ὁ δὲ αὖθις ἐς τὰς Θήβας ἀπήλαυνε. Epaminondas routed those who attacked him and proceeded to the city of the Athenians itself; however, as Iphicrates prevented the Athenians from coming forth to battle, Epaminondas returned again to Thebes. Ἐπαμεινώνδας δέ ὁ ἐπιθεμένους τρέπω καί πρός αὐτός ἀφικνέομαι Ἀθηναῖος ὁ ἄστυ ὡς ἐπεξιέναι μάχομαι ὁ Ἀθηναῖος κωλύω Ἰφικράτης ὁ δέ αὖθις εἰς ὁ Θῆβαι ἀπήλαυνε 3
9.14.7 2 καὶ δίκην μὲν ἔφυγεν ὑπὲρ θανάτου, διότι ἐβοιωτάρχησεν ἐξήκοντος ἤδη τοῦ χρόνου· Afterwards, he stood trial on a capital charge because he had continued to serve as Boeotarch after his allotted term had expired. καί δίκη μέν φεύγω ὑπέρ θάνατος διότι ἐβοιωτάρχησεν ἐξήκω ἤδη ὁ χρόνος 1
9.14.7 3 λέγονται δὲ οἱ δικάζειν λαχόντες οὐδὲ ἀρχὴν περὶ αὐτοῦ θέσθαι τὴν ψῆφον. It is said, however, that those assigned to judge his case refused outright even to cast their votes concerning him. λέγω δέ ὁ δικάζω λαχόντες οὐδέ ἀρχή περί αὐτός τίθημι ὁ ψῆφον 2