Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 9.20.1 | 1 | ἔστι δὲ τῆς Ταναγραίας ἐπὶ θαλάσσῃ καλούμενον Δήλιον· ἐν δὲ αὐτῷ καὶ Ἀρτέμιδος καὶ Λητοῦς ἐστιν ἀγάλματα. | On the seacoast of the Tanagran territory there lies a place called Delium; within it are statues of Artemis and Leto. | εἰμί δέ ὁ Ταναγραίας ἐπί θάλασσα καλέω Δήλιον ἐν δέ αὐτός καί Ἄρτεμις καί Λητώ εἰμί ἄγαλμα | 1 |
| 9.20.1 | 2 | Ταναγραῖοι δὲ οἰκιστήν σφισι Ποίμανδρον γενέσθαι λέγουσι Χαιρησίλεω παῖδα τοῦ Ἰασίου τοῦ Ἐλευθῆρος, τὸν δʼ Ἀπόλλωνός τε καὶ Αἰθούσης εἶναι τῆς Ποσειδῶνος. | The Tanagrans claim that their founder was Poimandros, the son of Chairesilaos, who himself was the son of Iasius, the son of Eleuther; this Eleuther, they say, was the son of Apollo and Aithousa, the daughter of Poseidon. | Ταναγραῖος δέ οἰκιστής σφεῖς Ποίμανδρον γίγνομαι λέγω Χαιρησίλεω παῖς ὁ Ἰασίου ὁ Ἐλευθῆρος ὁ δέ Ἀπόλλων τε καί Αἰθούσης εἰμί ὁ Ποσειδῶν | 5 |
| 9.20.1 | 3 | Ποίμανδρον δὲ γυναῖκά φασιν ἀγαγέσθαι Τάναγραν θυγατέρα Αἰόλου· | They add that Poimandros took as his wife Tanagra, daughter of Aeolus. | Ποίμανδρον δέ γυνή φημί ἀπάγω Τάναγραν θυγάτηρ Αἴολος | 2 |
| 9.20.1 | 4 | Κορίννῃ δέ ἐστιν ἐς αὐτὴν πεποιημένα Ἀσωποῦ παῖδα εἶναι. | But according to Corinna's poem about her, she was a daughter of Asopus. | Κορίννῃ δέ εἰμί εἰς αὐτός ποιέω Ἀσωπός παῖς εἰμί | 1 |
| 9.20.2 | 1 | ταύτης τοῦ βίου προελθούσης ἐπὶ μακρότατον τοὺς περιοίκους φασὶν ἀφελόντας τὸ ὄνομα τήν τε γυναῖκα αὐτὴν καλεῖν Γραῖαν καὶ ἀνὰ χρόνον τὴν πόλιν· | When this woman's life had extended to a very great age, they say that her neighbours, dropping her actual name, began to call both the woman herself and, in time, the city "Graia." | οὗτος ὁ βίος προέρχομαι ἐπί μακρός ὁ περίοικος φημί ἀφελόντας ὁ ὄνομα ὁ τε γυνή αὐτός καλέω Γραῖαν καί ἀνά χρόνος ὁ πόλις | 2 |
| 9.20.2 | 2 | διαμεῖναί τε τὸ ὄνομα ἐς τοσοῦτον ὡς καὶ Ὅμηρον ἐν καταλόγῳ ποιῆσαι Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν. | This name continued long enough even for Homer to include it in his Catalogue, writing "Thespeia and Graia and spacious Mykalessos." | διαμένω τε ὁ ὄνομα εἰς τοσοῦτος ὡς καί ὅμηρος ἐν κατάλογος ποιέω Θέσπειαν Γραῖάν τε καί εὐρύχορος Μυκαλησσόν | 3 |
| 9.20.2 | 3 | χρόνῳ δὲ ὕστερον τὸ ὄνομα τὸ ἀρχαῖον ἀνεσώσαντο. | But later, with the passing of time, the original name was restored. | χρόνος δέ ὕστερον ὁ ὄνομα ὁ ἀρχαῖος ἀνισόω | 0 |
| 9.20.3 | 1 | ἔστι δʼ Ὠρίωνος μνῆμα ἐν Τανάγρᾳ καὶ ὄρος Κηρύκιον, ἔνθα Ἑρμῆν τεχθῆναι λέγουσι, Πόλος τε ὀνομαζόμενον χωρίον· | At Tanagra there is the tomb of Orion, and a mountain called Cerycius, where they say Hermes was born, as well as a place named Polus ("Heaven"). | εἰμί δέ Ὠρίωνος μνῆμα ἐν Τανάγρα καί ὄρος Κηρύκιον ἔνθα Ἑρμῆς τίκτω λέγω Πόλος τε ὀνομάζω χωρίον | 3 |
| 9.20.3 | 2 | ἐνταῦθα Ἄτλαντα καθήμενον πολυπραγμονεῖν τά τε ὑπὸ γῆς φασι καὶ τὰ οὐράνια, | Here, they assert, Atlas sat and diligently studied both subterranean matters and heavenly affairs. | ἐνταῦθα Ἄτλας κάθημαι πολυπραγμονέω ὁ τε ὑπό γῆ φημί καί ὁ οὐράνια | 1 |
| 9.20.3 | 3 | πεποιῆσθαι δὲ καὶ Ὁμήρῳ περὶ τούτου, | Homer has also composed verses concerning him: | ποιέω δέ καί Ὅμηρος περί οὗτος | 0 |
| 9.20.3 | 4 | Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅστε θαλάσσης πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτός μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. | "The daughter of baleful Atlas, who knows all the depths of the sea; and he himself holds the tall pillars which keep heaven and earth apart." (Homer, Odyssey 1.52) | Ἄτλας θυγάτηρ ὀλοόφρονος ὅστε θάλασσα πᾶς βένθεα οἶδα ἔχω δέ τε κίων αὐτός μακράς ὅς γαῖάν τε καί οὐρανός ἀμφὶς ἔχω | 6 |
| 9.20.4 | 1 | ἐν δὲ τοῦ Διονύσου τῷ ναῷ θέας μὲν καὶ τὸ ἄγαλμα ἄξιον | In the temple of Dionysus there is a statue worth seeing. | ἐν δέ ὁ Διόνυσος ὁ ναός θέα μέν καί ὁ ἄγαλμα ἄξιος | 0 |
| 9.20.4 | 2 | λίθου τε ὂν Παρίου καὶ ἔργον Καλάμιδος , | It is made of Parian marble, the work of Kalamis. | λίθος τε εἰμί Πάριος καί ἔργον καλάμις | 0 |
| 9.20.4 | 3 | θαῦμα δὲ παρέχεται μεῖζον ἔτι ὁ Τρίτων. | Yet an even greater wonder is presented by the Triton. | θαῦμα δέ παρέχω μέγας ἔτι ὁ Τρίτων | 1 |
| 9.20.4 | 4 | ὁ μὲν δὴ σεμνότερος ἐς αὐτὸν λόγος τὰς γυναῖκάς φησι τὰς Ταναγραίων πρὸ τῶν Διονύσου ὀργίων ἐπὶ θάλασσαν καταβῆναι καθαρσίων ἕνεκα, | According to the more solemn account, the women of Tanagra, before celebrating the rites of Dionysus, went down to the sea for purifications. | ὁ μέν δή σεμνότερος εἰς αὐτός λόγος ὁ γυνή φημί ὁ Τανάγραιος πρό ὁ Διόνυσος ὄργιον ἐπί θάλασσα καταβαίνω καθάρσιος ἕνεκα | 1 |
| 9.20.4 | 5 | νηχομέναις δὲ ἐπιχειρῆσαι τὸν Τρίτωνα καὶ τὰς γυναῖκας εὔξασθαι Διόνυσόν σφισιν ἀφικέσθαι βοηθόν, | As they were swimming, Triton attacked them, and the women beseeched Dionysus to come to their aid. | νηχομέναις δέ ἐπιχειρῆσαι ὁ Τρίτωνα καί ὁ γυνή εὔχομαι Διόνυσόν σφεῖς ἀφικνέομαι βοηθόν | 5 |
| 9.20.4 | 6 | ὑπακοῦσαί τε δὴ τὸν θεὸν καὶ τοῦ Τρίτωνος κρατῆσαι τῇ μάχῃ· | The god heard their entreaty and overpowered Triton in battle. | ὑπακοῦσαί τε δή ὁ θεός καί ὁ τρίτων κρατέω ὁ μάχη | 1 |
| 9.20.5 | 1 | ὁ δὲ ἕτερος λόγος ἀξιώματι μὲν ἀποδεῖ τοῦ προτέρου, πιθανώτερος δέ ἐστι. | The other story is less reputable than the previous one, but more persuasive. | ὁ δέ ἕτερος λόγος ἀξίωμα μέν ἀποδέω ὁ πρότερος πιθανός δέ εἰμί | 0 |
| 9.20.5 | 2 | φησὶ γὰρ δὴ οὗτος, ὁπόσα ἐλαύνοιτο ἐπὶ θάλασσαν βοσκήματα, ὡς ἐλόχα τε ὁ Τρίτων καὶ ἥρπαζεν· | It states that Triton used to lie in wait and seize all the cattle that were driven towards the sea. | φημί γάρ δή οὗτος ὁπόσος ἐλαύνοιτο ἐπί θάλασσα βοσκήμα ὡς ἐλόχα τε ὁ Τρίτων καί ἥρπαζεν | 4 |
| 9.20.5 | 3 | ἐπιχειρεῖν δὲ αὐτὸν καὶ τῶν πλοίων τοῖς λεπτοῖς, ἐς ὃ οἱ Ταναγραῖοι κρατῆρα οἴνου προτιθέασιν αὐτῷ. | He even attacked smaller vessels, until the Tanagraeans set out for him a bowl of wine. | ἐπιχειρέω δέ αὐτός καί ὁ πλοῖον ὁ λεπτοῖς εἰς ὅς ὁ Ταναγραῖος κρατῆρα οἶνος προτίθημι αὐτός | 2 |
| 9.20.5 | 4 | καὶ τὸν αὐτίκα ἔρχεσθαι λέγουσιν ὑπὸ τῆς ὀσμῆς, πιόντα δὲ ἐρρῖφθαι κατὰ τῆς ᾐόνος ὑπνωμένον, | They say that immediately, drawn by its scent, he arrived, drank the wine, and then fell asleep on the shore. | καί ὁ αὐτίκα ἔρχομαι λέγω ὑπό ὁ ὀσμή πιόντα δέ ῥίπτω κατά ὁ ᾐόνος ὑπνόω | 2 |
| 9.20.5 | 5 | Ταναγραῖον δὲ ἄνδρα πελέκει παίσαντα ἀποκόψαι τὸν αὐχένα αὐτοῦ· | While he lay there sleeping, a man of Tanagra struck him with an axe and cut off his head. | Ταναγραῖον δέ ἀνήρ πέλεκυς παίσαντα ἀποκόψαι ὁ αὐχένα αὐτός | 4 |
| 9.20.5 | 6 | καὶ διὰ τοῦτο οὐκ ἔπεστιν αὐτῷ κεφαλή. | For this reason, the figure lacks a head. | καί διά οὗτος οὐ ἔπειμι αὐτός κεφαλή | 0 |
| 9.20.5 | 7 | ὅτι δὲ μεθυσθέντα εἷλον, ἐπὶ τούτῳ ὑπὸ Διονύσου νομίζουσιν ἀποθανεῖν αὐτόν. | Because they captured him while he was drunk, they believe he died through the agency of Dionysus. | ὅτι δέ μεθύω αἱρέω ἐπί οὗτος ὑπό Διόνυσος νομίζω ἀποθνῄσκω αὐτός | 0 |