Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 9.27.1 | 1 | θεῶν δὲ οἱ Θεσπιεῖς τιμῶσιν Ἔρωτα μάλιστα ἐξ ἀρχῆς, καί σφισιν ἄγαλμα παλαιότατόν ἐστιν ἀργὸς λίθος. | Among the gods, the Thespians honor Eros above all from the earliest times, and their most ancient image of him is an unwrought stone. | θεός δέ ὁ Θεσπιεύς τιμάω ἔρως μάλιστα ἐκ ἀρχή καί σφεῖς ἄγαλμα παλαιότατόν εἰμί ἀργός λίθος | 1 |
| 9.27.1 | 2 | ὅστις δὲ ὁ καταστησάμενος Θεσπιεῦσιν Ἔρωτα θεῶν σέβεσθαι μάλιστα, οὐκ οἶδα. | Who it was that first established among the Thespians this particular veneration of Eros more than the other deities, I do not know. | ὅστις δέ ὁ καθίστημι Θεσπιεύς ἔρως θεός σέβομαι μάλιστα οὐ οἶδα | 0 |
| 9.27.1 | 3 | σέβονται δὲ οὐδέν τι ἧσσον καὶ Ἑλλησποντίων Παριανοί, τὸ μὲν ἀνέκαθεν ἐξ Ἰωνίας καὶ Ἐρυθρῶν ἀπῳκισμένοι, τὰ δὲ ἐφʼ ἡμῶν τελοῦντες ἐς Ῥωμαίους. | Eros is held in equal reverence by the Parians on the Hellespont, who originally migrated out of Ionia and Erythrae, and who in our times pay tribute to the Romans. | σέβομαι δέ οὐδείς τις ἧσσων καί Ἑλλησποντίων Παριανοί ὁ μέν ἀνέκαθεν ἐκ Ἰωνία καί Ἐρυθρῶν ἀπῳκισμένοι ὁ δέ ἐπί ἐγώ τελέω εἰς Ῥωμαῖος | 4 |
| 9.27.2 | 1 | Ἔρωτα δὲ ἄνθρωποι μὲν οἱ πολλοὶ νεώτατον θεῶν εἶναι καὶ Ἀφροδίτης παῖδα ἥγηνται· Λύκιος δὲ Ὠλήν, ὃς καὶ τοὺς ὕμνους τοὺς ἀρχαιοτάτους ἐποίησεν Ἕλλησιν, οὗτος ὁ Ὠλὴν ἐν Εἰλειθυίας ὕμνῳ μητέρα Ἔρωτος τὴν Εἰλείθυιάν φησιν εἶναι. | Most people consider Eros to be the youngest of the gods and the son of Aphrodite; but Olen the Lycian, who composed the most ancient hymns sung by the Greeks, says in his hymn to Eileithyia that she was the mother of Eros. | ἔρως δέ ἄνθρωπος μέν ὁ πολύς νεώτατος θεός εἰμί καί Ἀφροδίτη παῖς ἥγημαι Λύκιος δέ ὠλένη ὅς καί ὁ ὕμνος ὁ ἀρχαῖος ποιέω Ἕλλην οὗτος ὁ ὠλένη ἐν Εἰλείθυια ὕμνος μήτηρ ἔρως ὁ Εἰλείθυιάν φημί εἰμί | 1 |
| 9.27.2 | 2 | Ὠλῆνος δὲ ὕστερον Πάμφως τε ἔπη καὶ Ὀρφεὺς ἐποίησαν· καί σφισιν ἀμφοτέροις πεποιημένα ἐστὶν ἐς Ἔρωτα, ἵνα ἐπὶ τοῖς δρωμένοις Λυκομίδαι καὶ ταῦτα ᾄδωσιν· | After Olen, Pamphos and Orpheus composed verses, and both writers have produced poetry about Eros, which the Lycomidae sing during their rites. | ὠλένη δέ ὕστερον πάμφως τε ἔπος καί Ὀρφεύς ποιέω καί σφεῖς ἀμφότερος ποιέω εἰμί εἰς ἔρως ἵνα ἐπί ὁ δράω Λυκομίδαι καί οὗτος ᾄδωσιν | 2 |
| 9.27.2 | 3 | ἐγὼ δὲ ἐπελεξάμην ἀνδρὶ ἐς λόγους ἐλθὼν δᾳδουχοῦντι. καὶ τῶν μὲν οὐ πρόσω ποιήσομαι μνήμην· | I myself spoke with a torch-bearer about these matters; though I shall make no further mention of their conversation. | ἐγώ δέ ἐπιλέγομαι ἀνήρ εἰς λόγος ἔρχομαι δᾳδουχοῦντι καί ὁ μέν οὐ πρόσω ποιέω μνήμη | 1 |
| 9.27.2 | 4 | Ἡσίοδον δὲ ἢ τὸν Ἡσιόδῳ Θεογονίαν ἐσποιήσαντα οἶδα γράψαντα ὡς Χάος πρῶτον, ἐπὶ δὲ αὐτῷ Γῆ τε καὶ Τάρταρος καὶ Ἔρως γένοιτο· | As for Hesiod, or at least whoever composed the Theogony attributed to him, he wrote that Chaos first came into existence, and after Chaos arose Gaia, Tartarus, and Eros. | Ἡσίοδος δέ ἤ ὁ Ἡσίοδος θεογονία ἐσποιήσαντα οἶδα γράφω ὡς Χάος πρῶτος ἐπί δέ αὐτός γῆ τε καί Τάρταρος καί ἔρως γίγνομαι | 3 |
| 9.27.3 | 1 | Σαπφὼ δὲ ἡ Λεσβία πολλά τε καὶ οὐχ ὁμολογοῦντα ἀλλήλοις ἐς Ἔρωτα ᾖσε. | Sappho of Lesbos composed many poems about Love, various and even contradictory in their sentiments. | Σαπφώ δέ ὁ Λεσβία πολύς τε καί οὐ ὁμολογέω ἀλλήλων εἰς ἔρως ᾄδω | 0 |
| 9.27.3 | 2 | Θεσπιεῦσι δὲ ὕστερον χαλκοῦν εἰργάσατο Ἔρωτα Λύσιππος, καὶ ἔτι πρότερον τούτου Πραξιτέλης λίθου τοῦ Πεντελῆσι. | Later, Lysippus made for the Thespians a bronze statue of Love, and earlier still Praxiteles had carved one from Pentelic marble. | Θεσπιεῦσι δέ ὕστερον χαλκοῦς ἐργάζομαι ἔρως Λύσιππος καί ἔτι πρότερον οὗτος Πραξιτέλης λίθος ὁ Πεντελή | 1 |
| 9.27.3 | 3 | καὶ ὅσα μὲν εἶχεν ἐς Φρύνην καὶ τὸ ἐπὶ Πραξιτέλει τῆς γυναικὸς σόφισμα, ἑτέρωθι ἤδη μοι δεδήλωται· | Elsewhere I have already related the story concerning Phryne and the craftiness practiced by that woman upon Praxiteles. | καί ὅσος μέν ἔχω εἰς Φρύνην καί ὁ ἐπί Πραξιτέλης ὁ γυνή σόφισμα ἑτέρωθι ἤδη ἐγώ δηλόω | 1 |
| 9.27.3 | 4 | πρῶτον δὲ τὸ ἄγαλμα κινῆσαι τοῦ Ἔρωτος λέγουσι Γάιον δυναστεύσαντα ἐν Ῥώμῃ, Κλαυδίου δὲ ὀπίσω Θεσπιεῦσιν ἀποπέμψαντος Νέρωνα αὖθις δεύτερα ἀνάσπαστον ποιῆσαι. | It is said that Gaios was the first to remove from its place the statue of Love, during his reign in Rome, and afterward Claudius restored it to the Thespians; but Nero subsequently took it away a second time. | πρῶτος δέ ὁ ἄγαλμα κινέω ὁ ἔρως λέγω Γάιον δυναστεύσαντα ἐν ῥώμη Κλαυδίου δέ ὀπίσω Θεσπιεύς ἀποπέμψαντος Νέρων αὖθις δεύτερος ἀνάσπαστον ποιέω | 5 |
| 9.27.4 | 1 | καὶ τὸν μὲν φλὸξ αὐτόθι διέφθειρε· | The flame destroyed him there on the spot. | καί ὁ μέν φλόξ αὐτόθι διαφθείρω | 0 |
| 9.27.4 | 2 | τῶν δὲ ἀσεβησάντων ἐς τὸν θεὸν ὁ μὲν ἀνθρώπῳ στρατιώτῃ διδοὺς ἀεὶ τὸ αὐτὸ σύνθημα μετὰ ὑπούλου χλευασίας ἐς τοσοῦτο προήγαγε θυμοῦ τὸν ἄνθρωπον ὥστε σύνθημα διδόντα αὐτὸν διεργάζεται, | Of the others who acted impiously toward the god, one officer, who was continually giving a certain soldier the same watchword along with subtle mockery, drove the man to such an extreme degree of wrath that he eventually killed the officer as he was giving him the watchword. | ὁ δέ ἀσεβησάντων εἰς ὁ θεός ὁ μέν ἄνθρωπος στρατιώτῃ δίδωμι ἀεί ὁ αὐτός σύνθημα μετά ὑπούλου χλευασίας εἰς τοσοῦτος προάγω θυμός ὁ ἄνθρωπος ὥστε σύνθημα δίδωμι αὐτός ἐργάζομαι | 4 |
| 9.27.4 | 3 | Νέρωνι δὲ παρὲξ ἢ τὰ ἐς τὴν μητέρα ἐστὶ καὶ ἐς γυναῖκας γαμετὰς ἐναγῆ τε καὶ ἀνέραστα τολμήματα. | And Nero, aside from his crimes against his mother, also committed vile and unnatural deeds concerning married women. | Νέρωνι δέ πάρειμι ἤ ὁ εἰς ὁ μήτηρ εἰμί καί εἰς γυνή γαμετὰς ἐναγῆ τε καί ἀνέραστα τόλμημα | 4 |
| 9.27.4 | 4 | τὸν δὲ ἐφʼ ἡμῶν Ἔρωτα ἐν Θεσπιαῖς ἐποίησεν Ἀθηναῖος Μηνόδωρος, τὸ ἔργον τὸ Πραξιτέλους μιμούμενος. | The Eros in Thespiae existing in my own time was sculpted by Menodoros, an Athenian who imitated the statue of Praxiteles. | ὁ δέ ἐπί ἐγώ ἔρως ἐν Θεσπιαῖς ποιέω Ἀθηναῖος Μηνόδωρος ὁ ἔργον ὁ Πραξιτέλης μιμέομαι | 2 |
| 9.27.5 | 1 | ἐνταῦθα καὶ αὐτοῦ Πραξιτέλους Ἀφροδίτη καὶ Φρύνης ἐστὶν εἰκών, λίθου καὶ ἡ Φρύνη καὶ ἡ θεός. | Here also is a statue of Aphrodite by Praxiteles himself and an image of Phryne, both figures carved from stone, the goddess as well as Phryne. | ἐνταῦθα καί αὐτός Πραξιτέλης Ἀφροδίτη καί Φρῦνης εἰμί εἰκών λίθος καί ὁ φρύννη καί ὁ θεός | 0 |
| 9.27.5 | 2 | ἔστι δὲ καὶ ἑτέρωθι Ἀφροδίτης Μελαινίδος ἱερὸν καὶ θέατρόν τε καὶ ἀγορὰ θέας ἄξια· ἐνταῦθα Ἡσίοδος ἀνάκειται χαλκοῦς. | Elsewhere too there is a sanctuary of Aphrodite Melainis, as well as a theater and marketplace worth seeing; here stands a bronze statue of Hesiod. | εἰμί δέ καί ἑτέρωθι Ἀφροδίτη μελαινίς ἱερός καί θέατρον τε καί ἀγορά θέα ἄξιος ἐνταῦθα Ἡσίοδος ἀνάκειμαι χαλκοῦς | 0 |
| 9.27.5 | 3 | τῆς ἀγορᾶς τε οὐ πόρρω Νίκη τε χαλκοῦ καὶ ναὸς Μουσῶν ἐστιν οὐ μέγας· ἀγάλματα δὲ ἐν αὐτῷ μικρὰ λίθου πεποιημένα. | Not far from the market is a bronze figure of Nike and a temple of the Muses that is not large; within it stand small stone images. | ὁ ἀγορά τε οὐ πόρρω νίκη τε χαλκός καί ναός Μοῦσα εἰμί οὐ μέγας ἄγαλμα δέ ἐν αὐτός μικρός λίθος ποιέω | 0 |
| 9.27.6 | 1 | καὶ Ἡρακλέους Θεσπιεῦσίν ἐστιν ἱερόν· | The Thespians also have a sanctuary of Heracles. | καί Ἡρακλῆς Θεσπιεῦσίν εἰμί ἱερόν | 1 |
| 9.27.6 | 2 | ἱερᾶται δὲ αὐτοῦ παρθένος, ἔστʼ ἂν ἐπιλάβῃ τὸ χρεὼν αὐτήν. | His priestess must remain a virgin until the time fixed by custom has passed. | ἱεράομαι δέ αὐτός παρθένος ἔστι ἄν ἐπιλαμβάνω ὁ χρεών αὐτός | 0 |
| 9.27.6 | 3 | αἴτιον δὲ τούτου φασὶν εἶναι τοιόνδε, Ἡρακλέα ταῖς θυγατράσι πεντήκοντα οὔσαις ταῖς Θεστίου συγγενέσθαι πάσαις πλὴν μιᾶς ἐν τῇ αὐτῇ νυκτί· | The reason given for this is as follows: it is said that Heracles lay with fifty daughters of Thestius, all in the same night, except for one. | αἴτιος δέ οὗτος φημί εἰμί τοιόσδε Ἡρακλῆς ὁ θυγατράσι πεντήκοντα οὖσα ὁ Θέστιος συγγίγνομαι πάσαις πλήν εἷς ἐν ὁ αὐτός νύξ | 2 |
| 9.27.6 | 4 | ταύτην δὲ οὐκ ἐθελῆσαί οἱ τὴν μίαν μιχθῆναι· | This single daughter refused to unite herself with him. | οὗτος δέ οὐ ἐθέλω ὁ ὁ εἷς μίγνυμι | 0 |
| 9.27.6 | 5 | τὸν δὲ ὑβρισθῆναι νομίζοντα δικάσαι μένειν παρθένον πάντα αὐτὴν τὸν βίον ἱερωμένην αὐτῷ. | Considering himself insulted, Heracles decided that she must remain a virgin for the rest of her life, serving him as his priestess. | ὁ δέ ὑβρισθῆναι νομίζοντα δικάζω μένω παρθένος πᾶς αὐτός ὁ βίος ἱερόομαι αὐτός | 2 |
| 9.27.7 | 1 | ἐγὼ δὲ ἤκουσα μὲν καὶ ἄλλον λόγον, ὡς διὰ πασῶν ὁ Ἡρακλῆς τῶν Θεστίου παρθένων διεξέλθοι τῇ αὐτῇ νυκτὶ καὶ ὡς ἄρσενας παῖδας αὐτῷ πᾶσαι τέκοιεν, διδύμους δὲ ἥ τε νεωτάτη καὶ ἡ πρεσβυτάτη. | I have heard another story as well—that Heracles lay with all of Thestius' daughters in a single night, and each of them bore him male offspring, and that the youngest and the eldest sisters bore twins. | ἐγώ δέ ἀκούω μέν καί ἄλλος λόγος ὡς διά πᾶς ὁ Ἡρακλῆς ὁ Θέστιος παρθένος διεξέλθοι ὁ αὐτός νύξ καί ὡς ἄρσενας παῖς αὐτός πᾶς τέκοιεν δίδυμος δέ ὅς τε νεώτατος καί ὁ πρεσβύτατος | 3 |
| 9.27.7 | 2 | ἐκεῖνο δὲ οὐκ ἔστιν ὅπως ἡγήσομαι πιστόν, Ἡρακλέα ἐπὶ τοσοῦτο ὀργῆς ἀνδρὸς φίλου θυγατρὶ ἀφικέσθαι· | But this account I cannot at all consider credible, that Heracles would have come to such an extreme outrage against the daughter of a man who was his friend. | ἐκεῖνος δέ οὐ εἰμί ὅπως ἡγήσομαι πιστόν Ἡρακλῆς ἐπί τοσοῦτος ὀργή ἀνήρ φίλου θυγάτηρ ἀφικνέομαι | 3 |
| 9.27.7 | 3 | πρὸς δὲ καὶ ἡνίκα ἔτι ἦν μετʼ ἀνθρώπων, τιμωρούμενός τε ἄλλους ὑβρίζοντας καὶ μάλιστα ὅσοι θεῶν ἀσεβεῖς ἦσαν, οὐκ ἂν αὐτός γε κατεστήσατο αὑτῷ ναόν τε καὶ ἱέρειαν ὥσπερ δὴ θεός. | Moreover, while he still dwelt among mankind, since it was he who avenged wrongdoing and punished arrogance, especially of those who showed impiety toward the gods, he surely would never himself have established for his own worship a temple and a priestess as if he were indeed divine. | πρός δέ καί ἡνίκα ἔτι εἰμί μετά ἀνήρ τιμωρούμενός τε ἄλλος ὑβρίζοντας καί μάλιστα ὅσος θεός ἀσεβής εἰμί οὐ ἄν αὐτός γε καθίστημι ἑαυτοῦ ναός τε καί ἱέρεια ὥσπερ δή θεός | 2 |
| 9.27.8 | 1 | ἀλλὰ γὰρ ἐφαίνετό μοι τὸ ἱερὸν τοῦτο ἀρχαιότερον ἢ κατὰ Ἡρακλέα εἶναι τὸν Ἀμφιτρύωνος, καὶ Ἡρακλέους τοῦ καλουμένου τῶν Ἰδαίων Δακτύλων, οὗ δὴ καὶ Ἐρυθραίους τοὺς ἐν Ἰωνίᾳ καὶ Τυρίους ἱερὰ ἔχοντας εὕρισκον. | Yet it appeared to me that this sanctuary was older than the time of Heracles, son of Amphitryon, and belonged rather to that Heracles who is called one of the Idaean Dactyls, whose sanctuaries I discovered among the Erythraeans in Ionia and among the Tyrians. | ἀλλά γάρ φαίνω ἐγώ ὁ ἱερός οὗτος ἀρχαῖος ἤ κατά Ἡρακλῆς εἰμί ὁ Ἀμφιτρύων καί Ἡρακλῆς ὁ καλέω ὁ Ἰδαῖος δάκτυλος ὅς δή καί Ἐρυθραίους ὁ ἐν Ἰωνία καί Τυρίους ἱερός ἔχω εὑρίσκω | 2 |
| 9.27.8 | 2 | οὐ μὴν οὐδὲ οἱ Βοιωτοὶ τοῦ Ἡρακλέους ἠγνόουν τοῦτο τὸ ὄνομα, ὅπου γε αὐτοὶ τῆς Μυκαλησσίας Δήμητρος Ἡρακλεῖ τῷ Ἰδαίῳ τὸ ἱερὸν ἐπιτετράφθαι λέγουσιν. | Nor indeed were even the Boeotians ignorant of this Heracles name, since they themselves say that the sanctuary of the Mycalessian Demeter was entrusted to Idaean Heracles. | οὐ μήν οὐδέ ὁ Βοιωτός ὁ Ἡρακλῆς ἠγνόουν οὗτος ὁ ὄνομα ὅπου γε αὐτός ὁ Μυκαλησσίας Δημήτηρ Ἡρακλῆς ὁ Ἰδαῖος ὁ ἱερός ἐπιτρέπω λέγω | 2 |