Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 9.30

PassageSentenceGreekEnglishLemma FormsMissing
9.30.1 1 ταῖς Μούσαις δὲ ἀγάλματα τὰ μὲν πρῶτά ἐστι Κηφισοδότου τέχνη πάσαις, The first set of statues of the Muses are all the work of Cephisodotus. ὁ Μοῦσα δέ ἄγαλμα ὁ μέν πρῶτος εἰμί Κηφισοδότου τέχνη πάσαις 2
9.30.1 2 προελθόντι δὲ οὐ πολὺ τρεῖς μέν εἰσιν αὖθις Κηφισοδότου, Στρογγυλίωνος δὲ ἕτερα τοσαῦτα, ἀνδρὸς βοῦς καὶ ἵππους ἄριστα εἰργασμένου· A little further on, there are three more again made by Cephisodotus, and as many others by Strongylion, a sculptor especially skilled in making statues of oxen and horses. προέρχομαι δέ οὐ πολύς τρεῖς μέν εἰμί αὖθις Κηφισοδότου Στρογγυλίωνος δέ ἕτερος τοσοῦτος ἀνήρ βοῦς καί ἵππος ἄριστα ἐργάζομαι 2
9.30.1 3 τὰς δὲ ὑπολοίπους τρεῖς ἐποίησεν Ὀλυμπιοσθένης . The remaining three were crafted by Olympiosthenes. ὁ δέ ὑπολοίπους τρεῖς ποιέω Ὀλυμπιοσθένης 2
9.30.1 4 καὶ Ἀπόλλων χαλκοῦς ἐστιν ἐν Ἑλικῶνι καὶ Ἑρμῆς μαχόμενοι περὶ τῆς λύρας, καὶ Διόνυσος ὁ μὲν Λυσίππου , On Helicon, there is also a bronze representation of Apollo and Hermes disputing about the lyre, and a statue of Dionysus by Lysippus. καί Ἀπόλλων χαλκοῦς εἰμί ἐν Ἑλικῶνι καί Ἑρμῆς μάχομαι περί ὁ λύρα καί Διόνυσος ὁ μέν Λύσιππος 1
9.30.1 5 τὸ δὲ ἄγαλμα ἀνέθηκε Σύλλας τοῦ Διονύσου τὸ ὀρθόν, Another statue of Dionysus standing upright was dedicated by Sulla. ὁ δέ ἄγαλμα ἀνατίθημι Σύλλας ὁ Διόνυσος ὁ ὀρθός 0
9.30.1 6 ἔργον τῶν Μύρωνος θέας μάλιστα ἄξιον μετά γε τὸν Ἀθήνῃσιν Ἐρεχθέα· This is the work of Myron and is especially worth seeing, after the Erechtheus statue in Athens. ἔργον ὁ Μύρων θέα μάλιστα ἄξιος μετά γε ὁ Ἀθήνησι Ἐρεχθεύς 0
9.30.1 7 ἀνέθηκε δὲ οὐκ οἴκοθεν, Ὀρχομενίους δὲ ἀφελόμενος τοὺς Μινύας. However, Sulla did not dedicate this statue from his own possessions, but took it from the Minyae of Orchomenus. ἀνατίθημι δέ οὐ οἴκοθεν Ὀρχομένιος δέ ἀφαιρέω ὁ Μινύας 0
9.30.1 8 τοῦτό ἐστι τὸ ὑπὸ Ἑλλήνων λεγόμενον θυμιάμασιν ἀλλοτρίοις τὸ θεῖον σέβεσθαι. This illustrates the Greek saying of worshipping the divine with incense belonging to others. οὗτος εἰμί ὁ ὑπό Ἕλλην λέγω θυμιάμασιν ἀλλότριος ὁ θεῖος σέβομαι 1
9.30.2 1 ποιητὰς δὲ ἤ καὶ ἄλλως ἐπιφανεῖς ἐπὶ μουσικῇ, τοσῶνδε εἰκόνας ἀνέθεσαν· Θάμυριν μὲν αὐτόν τε ἤδη τυφλὸν καὶ λύρας κατεαγυίας ἐφαπτόμενον, Ἀρίων δὲ ὁ Μηθυμναῖός ἐστιν ἐπὶ δελφῖνος. Statues were dedicated of poets and others distinguished in music, as follows: Thamyris already blind, holding broken lyres; Arion of Methymna is mounted on a dolphin. ποιητὰς δέ ἦ καί ἄλλως ἐπιφανής ἐπί μουσικῇ τοσῶνδε εἰκών ἀνατίθημι Θάμυρις μέν αὐτός τε ἤδη τυφλὸν καί λύρα κατεαγυίας ἐφαπτόμενον ἄρειος δέ ὁ Μηθυμναῖός εἰμί ἐπί δελφίς 7
9.30.2 2 ὁ δὲ Σακάδα τοῦ Ἀργείου τὸν ἀνδριάντα πλάσας, οὐ συνεὶς Πινδάρου τὸ ἐς αὐτὸν προοίμιον, ἐποίησεν οὐδὲν ἐς τὸ μῆκος τοῦ σώματος εἶναι τῶν αὐλῶν μείζονα τὸν αὐλητήν. But the sculptor who made the statue of Sacadas the Argive misunderstood the introduction by Pindar devoted to him, and thus depicted the flute-player as in no way taller in stature than his pipes. ὁ δέ σακάδα ὁ Ἀργεῖος ὁ ἀνδριάς πλάσας οὐ σύνειμι Πίνδαρος ὁ εἰς αὐτός προοίμιον ποιέω οὐδέν εἰς ὁ μῆκος ὁ σῶμα εἰμί ὁ αὐλός μείζων ὁ αὐλητής 2
9.30.3 1 κάθηται δὲ καὶ Ἡσίοδος κιθάραν ἐπὶ τοῖς γόνασιν ἔχων, οὐδέν τι οἰκεῖον Ἡσιόδῳ φόρημα· δῆλα γὰρ δὴ καὶ ἐξ αὐτῶν τῶν ἐπῶν ὅτι ἐπὶ ῥάβδου δάφνης ᾖδε. Hesiod also sits here, holding a lyre upon his knees—an instrument which is in no way appropriate to Hesiod; for it is clear from his own poems that he sang with a laurel staff. κάθημαι δέ καί Ἡσίοδος κιθάρα ἐπί ὁ γόνυ ἔχω οὐδείς τις οἰκεῖος Ἡσίοδος φόρημα δῆλος γάρ δή καί ἐκ αὐτός ὁ ἔπος ὅτι ἐπί ῥάβδου δάφνη ἀείδω 1
9.30.3 2 περὶ δὲ Ἡσιόδου τε ἡλικίας καὶ Ὁμήρου πολυπραγμονήσαντι ἐς τὸ ἀκριβέστατον οὔ μοι γράφειν ἡδὺ ἦν, ἐπισταμένῳ τὸ φιλαίτιον ἄλλων τε καὶ οὐχ ἥκιστα ὅσοι κατʼ ἐμὲ ἐπὶ ποιήσει τῶν ἐπῶν καθεστήκεσαν. Concerning the chronological relationship of Hesiod and Homer, although I have looked carefully into the matter, it was not pleasant for me to write exact details, knowing full well the contentiousness of others, especially of those who in my own day have undertaken the composition of epic poetry. περί δέ Ἡσίοδος τε ἡλικία καί Ὅμηρος πολυπραγμονήσαντι εἰς ὁ ἀκριβής οὐ ἐγώ γράφω ἡδύς εἰμί ἐπισταμένῳ ὁ φιλαίτιον ἄλλος τε καί οὐ ἥκιστα ὅσος κατά ἐγώ ἐπί ποιέω ὁ ἔπος καθίστημι 3
9.30.4 1 Ὀρφεῖ δὲ τῷ Θρᾳκὶ πεποίηται μὲν παρεστῶσα αὐτῷ Τελετή, πεποίηται δὲ περὶ αὐτὸν λίθου τε καὶ χαλκοῦ θηρία ἀκούοντα ᾄδοντος. Beside Orpheus the Thracian there stands a figure representing Initiation, and around Orpheus are animals, sculpted in stone and bronze, listening to his singing. Ὀρφεύς δέ ὁ Θρᾳκὶ ποιέω μέν παρίστημι αὐτός τελετή ποιέω δέ περί αὐτός λίθος τε καί χαλκός θηρίον ἀκούοντα ᾄδω 2
9.30.4 2 πολλὰ μὲν δὴ καὶ ἄλλα πιστεύουσιν οὐκ ὄντα Ἕλληνες καὶ δὴ καὶ Ὀρφέα Καλλιόπης τε εἶναι Μούσης καὶ οὐ τῆς Πιέρου καί οἱ τὰ θηρία ἰέναι πρὸς τὸ μέλος ψυχαγωγούμενα, ἐλθεῖν δὲ καὶ ἐς τὸν Ἅιδην ζῶντα αὐτὸν παρὰ τῶν κάτω θεῶν τὴν γυναῖκα αἰτοῦντα. The Greeks indeed believe many other improbable things as well; among these are the claims that Orpheus was a son of Calliope the Muse rather than of the daughter of Pierus, that animals were attracted and charmed by his music, and that, while still alive, he descended into Hades to ask the gods of the Underworld to return to him his wife. πολύς μέν δή καί ἄλλος πιστεύουσιν οὐ εἰμί Ἕλλην καί δή καί Ὀρφεύς Καλλιόπης τε εἰμί Μούσης καί οὐ ὁ Πιέρου καί ὁ ὁ θηρίον εἶμι πρός ὁ μέλος ψυχαγωγούμενα ἔρχομαι δέ καί εἰς ὁ Ἅιδης ζάω αὐτός παρά ὁ κάτω θεός ὁ γυνή αἰτέω 5
9.30.4 3 ὁ δὲ Ὀρφεὺς ἐμοὶ δοκεῖν ὑπερεβάλετο ἐπῶν κόσμῳ τοὺς πρὸ αὐτοῦ καὶ ἐπὶ μέγα ἦλθεν ἰσχύος οἷα πιστευόμενος εὑρηκέναι τελετὰς θεῶν καὶ ἔργων ἀνοσίων καθαρμοὺς νόσων τε ἰάματα καὶ τροπὰς μηνιμάτων θείων. In my opinion, Orpheus excelled beyond all poets who preceded him in elegance of verse and achieved such remarkable influence because he was believed to have devised rites concerned with the gods, purifications for impious deeds, cures for diseases, and ways of averting divine wrath. ὁ δέ Ὀρφεύς ἐγώ δοκέω ὑπερβάλλω ἔπος κόσμος ὁ πρό αὐτός καί ἐπί μέγας ἔρχομαι ἰσχύς οἷος πιστευόμενος εὑρηκέναι τελετὰς θεός καί ἔργον ἀνόσιος καθαρμοὺς νόσος τε ἄμα καί τροπὰς μηνιμάτων θείων 7
9.30.5 1 τὰς δὲ γυναῖκάς φασι τῶν Θρᾳκῶν ἐπιβουλεύειν μὲν αὐτῷ θάνατον, ὅτι σφῶν τοὺς ἄνδρας ἀκολουθεῖν ἔπεισεν αὐτῷ πλανωμένῳ, φόβῳ δὲ τῶν ἀνδρῶν οὐ τολμᾶν· ὡς δὲ ἐνεφορήσαντο οἴνου, ἐξεργάζονται τὸ τόλμημα, καὶ τοῖς ἀνδράσιν ἀπὸ τούτου κατέστη μεθυσκομένους ἐς τὰς μάχας χωρεῖν. The Thracian women, it is said, plotted to bring about his death, because he persuaded their husbands to follow him on his wanderings; yet, in fear of the men, they did not dare to act at first. When, however, they became inflamed with wine, they carried out the audacious deed. This event thus influenced their husbands thereafter to enter battle while intoxicated. ὁ δέ γυνή φημί ὁ Θρᾷξ ἐπιβουλεύω μέν αὐτός θάνατος ὅτι σφεῖς ὁ ἀνήρ ἀκολουθεῖν πείθω αὐτός πλανωμένῳ φόβος δέ ὁ ἀνήρ οὐ τολμάω ὡς δέ ἐμφορέω οἶνος ἐξεργάζονται ὁ τόλμημα καί ὁ ἀνήρ ἀπό οὗτος καθίστημι μεθυσκομένους εἰς ὁ μάχη χωρέω 4
9.30.5 2 εἰσὶ δὲ οἵ φασι κεραυνωθέντι ὑπὸ τοῦ θεοῦ συμβῆναι τὴν τελευτὴν Ὀρφεῖ· κεραυνωθῆναι δὲ αὐτὸν τῶν λόγων ἕνεκα ὧν ἐδίδασκεν ἐν τοῖς μυστηρίοις οὐ πρότερον ἀκηκοότας ἀνθρώπους. According to another tradition, Orpheus met his end by the thunderbolt of the god, struck down on account of the teachings he imparted in the mysteries, revealing to people knowledge previously unheard. εἰμί δέ ὁ φημί κεραυνωθέντι ὑπό ὁ θεός συμβαίνω ὁ τελευτή Ὀρφεύς κεραυνόω δέ αὐτός ὁ λόγος ἕνεκα ὅς διδάσκω ἐν ὁ μυστηρίοις οὐ πρότερον ἀκηκοότας ἄνθρωπος 3
9.30.6 1 ἄλλοις δὲ εἰρημένον ἐστὶν ὡς προαποθανούσης οἱ τῆς γυναικὸς ἐπὶ τὸ Ἄορνον διʼ αὐτὴν τὸ ἐν τῇ Θεσπρωτίδι ἀφίκετο· εἶναι γὰρ πάλαι νεκυομαντεῖον αὐτόθι· But others narrate that when his wife died before him, he journeyed on her account to Aornos in Thesprotia, for there was in ancient times a necromantic oracle there. ἄλλος δέ λέγω εἰμί ὡς προαποθνῄσκω ὁ ὁ γυνή ἐπί ὁ Ἄορνον διά αὐτός ὁ ἐν ὁ θεσπρωτίς ἀφικνέομαι εἰμί γάρ πάλαι νεκυομαντεῖον αὐτόθι 2
9.30.6 2 νομίζοντα δέ οἱ ἕπεσθαι τῆς Εὐρυδίκης τὴν ψυχὴν καὶ ἁμαρτόντα ὡς ἐπεστράφη, αὐτόχειρα αὐτὸν ὑπὸ λύπης αὑτοῦ γενέσθαι. Believing that Eurydice's soul followed behind him, and erring in turning around, he killed himself from grief. νομίζοντα δέ ὁ ἕπομαι ὁ Εὐρυδίκη ὁ ψυχή καί ἁμαρτόντα ὡς ἐπεστράφη αὐτόχειρ αὐτός ὑπό λύπη ἑαυτοῦ γίγνομαι 3
9.30.6 3 λέγουσι δὲ οἱ Θρᾷκες, ὅσαι τῶν ἀηδόνων ἔχουσι νεοσσιὰς ἐπὶ τῷ τάφῳ τοῦ Ὀρφέως, ταύτας ἥδιον καὶ μεῖζόν τι ᾄδειν. The Thracians claim that those nightingales who nest upon Orpheus' tomb sing sweeter and more powerfully than others. λέγω δέ ὁ Θρᾷξ ὅσος ὁ ἀηδόνων ἔχω νεοσσιὰς ἐπί ὁ τάφος ὁ Ὀρφεύς οὗτος ἡδύς καί μεῖζόν τις ᾄδω 3
9.30.7 1 Μακεδόνων δὲ οἱ χώραν τὴν ὑπὸ τὸ ὄρος τὴν Πιερίαν ἔχοντες καὶ πόλιν Δῖον, φασὶν ὑπὸ τῶν γυναικῶν γενέσθαι τὴν τελευτὴν ἐνταῦθα τῷ Ὀρφεῖ· The Macedonians who dwell in the region below Mount Pieria and possess the city of Dium say that it was here that Orpheus met his end at the hands of women. Μακεδών δέ ὁ χώρα ὁ ὑπό ὁ ὄρος ὁ Πιερία ἔχω καί πόλις δῖος φημί ὑπό ὁ γυνή γίγνομαι ὁ τελευτή ἐνταῦθα ὁ Ὀρφεύς 0
9.30.7 2 ἰόντι δὲ ἐκ Δίου τὴν ἐπὶ τὸ ὄρος καὶ στάδια προεληλυθότι εἴκοσι κίων τέ ἐστιν ἐν δεξιᾷ καὶ ἐπίθημα ἐπὶ τῷ κίονι ὑδρία λίθου, ἔχει δὲ τὰ ὀστᾶ τοῦ Ὀρφέως ἡ ὑδρία, καθὰ οἱ ἐπιχώριοι λέγουσι. Traveling from Dium towards the mountain, after going forward about twenty stades, there is a pillar on the right side with a stone urn resting upon it; this urn contains the bones of Orpheus, according to local tradition. εἶμι δέ ἐκ Δίου ὁ ἐπί ὁ ὄρος καί στάδιον προέρχομαι εἴκοσι κίων τε εἰμί ἐν δεξιός καί ἐπίθημα ἐπί ὁ κίων ὑδρία λίθος ἔχω δέ ὁ ὀστέον ὁ Ὀρφεύς ὁ ὑδρία καθά ὁ ἐπιχώριος λέγω 1
9.30.8 1 ῥεῖ δὲ καὶ ποταμὸς Ἑλικών· The river Helicon also flows here. ῥέω δέ καί ποταμός Ἑλικών 1
9.30.8 2 ἄχρι σταδίων ἑβδομήκοντα πέντε προελθόντι τὸ ῥεῦμα ἀφανίζεται τὸ ἀπὸ τούτου κατὰ τῆς γῆς· After advancing roughly seventy-five stadia, its stream disappears from sight, sinking beneath the ground. ἄχρι στάδιον ἑβδομήκοντα πέντε προέρχομαι ὁ ῥεῦμα ἀφανίζω ὁ ἀπό οὗτος κατά ὁ γῆ 0
9.30.8 3 διαλιπὸν δὲ μάλιστα δύο καὶ εἴκοσι στάδια ἄνεισι τὸ ὕδωρ αὖθις, καὶ ὄνομα Βαφύρας ἀντὶ Ἑλικῶνος λαβὼν κάτεισιν ἐς θάλασσαν ναυσίπορος. Then, after an interval of about twenty-two stadia, the water emerges again, now bearing the name Baphyras instead of Helicon, and flows on as a navigable river into the sea. διαλιπὸν δέ μάλιστα δύο καί εἴκοσι στάδιον ἀνίημι ὁ ὕδωρ αὖθις καί ὄνομα Βαφύρας ἀντί Ἑλικῶνος λαμβάνω κάτειμι εἰς θάλασσα ναυσίπορος 4
9.30.8 4 τοῦτον οἱ Διασταὶ τὸν ποταμὸν ἐπιρρεῖν διὰ παντὸς τῇ γῇ τὰ ἐξ ἀρχῆς φασι· The people of Dium declare that the river originally flowed continuously over the earth. οὗτος ὁ Διασταὶ ὁ ποταμός ἐπιρρεῖν διά πᾶς ὁ γῆ ὁ ἐκ ἀρχή φημί 2
9.30.8 5 τὰς γυναῖκας δὲ αἳ τὸν Ὀρφέα ἀπέκτειναν ἐναπονίψασθαί οἱ θελῆσαι τὸ αἷμα, καταδῦναί τε ἐπὶ τούτῳ τὸν ποταμὸν ἐς τὴν γῆν, ἵνα δὴ μὴ τοῦ φόνου καθάρσια τὸ ὕδωρ παράσχηται. However, when the women who had killed Orpheus sought to wash off his blood in its water, the river sank underground so that it might not cleanse them of their murder. ὁ γυνή δέ ὅς ὁ Ὀρφεύς ἀποκτείνω ἐναπονίψασθαί ὁ θέλω ὁ αἷμα καταδῦναί τε ἐπί οὗτος ὁ ποταμός εἰς ὁ γῆ ἵνα δή μή ὁ φόνος καθάρσιον ὁ ὕδωρ παράσχηται 3
9.30.9 1 ἤκουσα δὲ καὶ ἄλλον ἐν Λαρίσῃ λόγον, ὡς ἐν τῷ Ὀλύμπῳ. πόλις οἰκοῖτο Λίβηθρα, ᾗ ἐπὶ Μακεδονίας τέτραπται τὸ ὄρος, καὶ εἶναι οὐ πόρρω τῆς πόλεως τὸ τοῦ Ὀρφέως μνῆμα· I also heard in Larisa another tale concerning Olympus—that at the foot of the mountain facing Macedonia there once existed a city called Libethra, and not far from that city stood the tomb of Orpheus. ἀκούω δέ καί ἄλλος ἐν Λαρίση λόγος ὡς ἐν ὁ Ὄλυμπος πόλις οἰκοῖτο Λίβηθρα ὅς ἐπί Μακεδονία τρέπω ὁ ὄρος καί εἰμί οὐ πόρρω ὁ πόλις ὁ ὁ Ὀρφεύς μνῆμα 2
9.30.9 2 ἀφικέσθαι δὲ τοῖς Λιβηθρίοις παρὰ τοῦ Διονύσου μάντευμα ἐκ Θρᾴκης, ἐπειδὰν ἴδῃ τὰ ὀστᾶ τοῦ Ὀρφέως ἥλιος, τηνικαῦτα ὑπὸ συὸς ἀπολεῖσθαι Λιβηθρίοις τὴν πόλιν. The Libethrians had received from Dionysus an oracle from Thrace, declaring that whenever the sun should behold the bones of Orpheus, then their city Libethra would be destroyed by a boar. ἀφικνέομαι δέ ὁ Λιβηθρίοις παρά ὁ Διόνυσος μάντευμα ἐκ Θρᾴκη ἐπειδάν ὁράω ὁ ὀστέον ὁ Ὀρφεύς ἥλιος τηνικαῦτα ὑπό σῦς ἀπόλλυμι Λιβηθρίοις ὁ πόλις 2
9.30.9 3 οἱ μὲν διʼ οὐ πολλῆς φροντίδος ἐποιοῦντο τὸν χρησμόν, οὐδὲ ἄλλο τι θηρίον οὕτω μέγα καὶ ἄλκιμον ἔσεσθαι νομίζοντες ὡς ἑλεῖν σφισι τὴν πόλιν, συὶ δὲ θρασύτητος μετεῖναι μᾶλλον ἢ ἰσχύος. They paid little heed to this prophecy, simply deeming that no creature, certainly no animal so mighty and strong, would ever be able to capture their city, and supposing that a boar was more likely known for bold rashness rather than actual strength. ὁ μέν διά οὐ πολύς φροντίς ποιέω ὁ χρησμός οὐδέ ἄλλος τις θηρίον οὕτως μέγας καί ἄλκιμος ἔσομαι νομίζω ὡς αἱρέω σφεῖς ὁ πόλις συὶ δέ θρασύτητος μείνειν μᾶλλον ἤ ἰσχύς 2
9.30.10 1 ἐπεὶ δὲ ἐδόκει τῷ θεῷ, συνέβαινέ σφισι τοιάδε. When the god planned it, these events occurred as follows. ἐπεί δέ δοκέω ὁ θεός συνέβαινέ σφεῖς τοιόσδε 1
9.30.10 2 ποιμὴν περὶ μεσοῦσαν μάλιστα τὴν ἡμέραν ἐπικλίνων αὑτὸν πρὸς τοῦ Ὀρφέως τὸν τάφον, ὁ μὲν ἐκάθευδεν ὁ ποιμήν, ἐπῄει δέ οἱ καὶ καθεύδοντι ἔπη τε ᾄδειν τῶν Ὀρφέως καὶ μέγα καὶ ἡδὺ φωνεῖν. A shepherd, around midday especially, would lean himself down by the tomb of Orpheus; and while the shepherd slept, he would begin, even in sleep, to sing verses of Orpheus, uttering a voice both loud and sweet. ποιμὴν περί μέσος μάλιστα ὁ ἡμέρα ἐπικλίνων ἑαυτοῦ πρός ὁ Ὀρφεύς ὁ τάφος ὁ μέν καθεύδω ὁ ποιμήν ἔπειμι δέ ὁ καί καθεύδω ἔπος τε ᾄδω ὁ Ὀρφεύς καί μέγας καί ἡδύς φωνεῖν 4
9.30.10 3 οἱ οὖν ἐγγύτατα νέμοντες ἢ καὶ ἀροῦντες ἕκαστοι τὰ ἔργα ἀπολείποντες ἠθροίζοντο ἐπὶ τοῦ ποιμένος τὴν ἐν τῷ ὕπνῳ ᾠδήν· Those nearby who were grazing flocks or ploughing fields abandoned their various tasks and gathered near the shepherd to listen to his song in sleep. ὁ οὖν ἐγγύτατα νέμω ἤ καί ἀροῦντες ἕκαστος ὁ ἔργον ἀπολείποντες ἠθροίζοντο ἐπί ὁ ποιμήν ὁ ἐν ὁ ὕπνος ᾠδή 3
9.30.10 4 καί ποτε ὠθοῦντες ἀλλήλους καὶ ἐρίζοντες ὅστις ἐγγύτατα ἔσται τῷ ποιμένι ἀνατρέπουσι τὸν κίονα, καὶ κατεάγη τε ἀπʼ αὐτοῦ πεσοῦσα ἡ θήκη καὶ εἶδεν ἥλιος ὅ τι ἦν τῶν ὀστῶν τοῦ Ὀρφέως λοιπόν. Once upon a time, pushing and competing with one another as to who would stand closest to the shepherd, they overturned the pillar; and as the tomb fell, it broke open due to the collapse, and the sun beheld whatever remained of the bones of Orpheus. καί ποτε ὠθέω ἀλλήλων καί ἐρίζοντες ὅστις ἐγγύτατα εἰμί ὁ ποιμήν ἀνατρέπω ὁ κίων καί καταγνύω τε ἀπό αὐτός πεσοῦσα ὁ θήκη καί ὁράω ἥλιος ὁ τις εἰμί ὁ ὀστέον ὁ Ὀρφεύς λοιπός 3
9.30.11 1 αὐτίκα δὲ ἐν τῇ ἐπερχομένῃ νυκτὶ ὅ τε θεὸς κατέχει πολὺ ἐκ τοῦ οὐρανοῦ τὸ ὕδωρ καὶ ὁ ποταμὸς ὁ Σῦς---τῶν δὲ περὶ τὸν Ὄλυμπον χειμάρρων καὶ ὁ Σῦς ἐστι---, Indeed, on the very next night, the god sent down vast quantities of water from heaven, and the river Sys—one of the torrents flowing around Olympus is called Sys— burst forth. αὐτίκα δέ ἐν ὁ ἐπερχομένῃ νύξ ὁ τε θεός κατέχω πολύς ἐκ ὁ οὐρανός ὁ ὕδωρ καί ὁ ποταμός ὁ Σῦς ὁ δέ περί ὁ Ὄλυμπος χειμάρρων καί ὁ Σῦς εἰμί 4
9.30.11 2 τότε οὖν οὗτος ὁ ποταμὸς κατέβαλε μὲν τὰ τείχη Λιβηθρίοις, θεῶν δὲ ἱερὰ καὶ οἴκους ἀνέτρεψεν ἀνθρώπων, ἀπέπνιξε δὲ τούς τε ἀνθρώπους καὶ τὰ ἐν τῇ πόλει ζῷα ὁμοίως τὰ πάντα. At that time this river destroyed the walls of Libethra, toppled both the sanctuaries of the gods and the dwellings of men, and equally drowned all the human beings and animals in the city. τότε οὖν οὗτος ὁ ποταμός καταβάλλω μέν ὁ τεῖχος Λιβηθρίοις θεός δέ ἱερός καί οἶκος ἀνατρέπω ἀνήρ ἀπέπνιξε δέ ὁ τε ἄνθρωπος καί ὁ ἐν ὁ πόλις ζῷον ὁμοίως ὁ πᾶς 2
9.30.11 3 ἀπολλυμένων δὲ ἤδη Λιβηθρίων, οὕτως οἱ ἐν Δίῳ Μακεδόνες κατά γε τὸν λόγον τοῦ Λαρισαίου ξένου ἐς τὴν ἑαυτῶν τὰ ὀστᾶ κομίζουσι τοῦ Ὀρφέως. And when Libethra had been thus destroyed, the Macedonians in Dion, according to the account given by the guest from Larisa, thereafter carried away the bones of Orpheus into their own territory. ἀπόλλυμι δέ ἤδη Λιβηθρίων οὕτως ὁ ἐν Δίη Μακεδών κατά γε ὁ λόγος ὁ Λαρισαῖος ξένος εἰς ὁ ἑαυτοῦ ὁ ὀστέον κομίζω ὁ Ὀρφεύς 1
9.30.12 1 ὅστις δὲ περὶ ποιήσεως ἐπολυπραγμόνησεν ἤδη, τοὺς Ὀρφέως ὕμνους οἶδεν ὄντας ἕκαστόν τε αὐτῶν ἐπὶ βραχύτατον καὶ τὸ σύμπαν οὐκ ἐς ἀριθμὸν πολὺν πεποιημένους· Whoever has previously devoted close attention to poetry knows that the hymns of Orpheus are each extremely brief, and that altogether they are composed of no great number; ὅστις δέ περί ποίησις ἐπολυπραγμόνησεν ἤδη ὁ Ὀρφεύς ὕμνος οἶδα εἰμί ἕκαστόν τε αὐτός ἐπί βραχύτατος καί ὁ σύμπας οὐ εἰς ἀριθμός πολύς ποιέω 2
9.30.12 2 Λυκομίδαι δὲ ἴσασί τε καὶ ἐπᾴδουσι τοῖς δρωμένοις. the Lycomidae both know these hymns and chant them during their sacred rites. Λυκομίδαι δέ ἴσασί τε καί ἐπᾴδω ὁ δράω 2
9.30.12 3 κόσμῳ μὲν δὴ τῶν ἐπῶν δευτερεῖα φέροιντο ἂν μετά γε Ὁμήρου τοὺς ὕμνους, τιμῆς δὲ ἐκ τοῦ θείου καὶ ἐς πλέον ἐκείνων ἥκουσι. In literary elegance these hymns would be considered second only after those of Homer, yet in terms of divine honor and sacredness, they surpass even those. κόσμος μέν δή ὁ ἔπος δεύτερος φέροιντο ἄν μετά γε Ὅμηρος ὁ ὕμνος τιμή δέ ἐκ ὁ θεῖος καί εἰς πλέον ἐκεῖνος ἥκω 1