Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 10.12

PassageSentenceGreekEnglishLemma FormsMissing
10.12.1 1 πέτρα δέ ἐστιν ἀνίσχουσα ὑπὲρ τῆς γῆς· There is a rock projecting above the ground. πέτρα δέ εἰμί ἀνίσχω ὑπέρ ὁ γῆ 0
10.12.1 2 ἐπὶ ταύτῃ Δελφοὶ στᾶσάν φασιν ᾆσαι τοὺς χρησμοὺς γυναῖκα ὄνομα Ἡροφίλην, Σίβυλλαν δὲ ἐπίκλησιν. The Delphians say that on this rock a woman named Herophile, surnamed the Sibyl, stood to chant her oracles. ἐπί οὗτος Δελφοί ἵστημι φημί ᾄδω ὁ χρησμός γυνή ὄνομα Ἡροφίλη Σίβυλλα δέ ἐπίκλησις 0
10.12.1 3 τὴν δὲ πρότερον γενομένην, ταύτην ταῖς μάλιστα ὁμοίως οὖσαν ἀρχαίαν εὕρισκον, ἣν θυγατέρα Ἕλληνες Διὸς καὶ Λαμίας τῆς Ποσειδῶνός φασιν εἶναι, καὶ χρησμούς τε αὐτὴν γυναικῶν πρώτην ᾆσαι καὶ ὑπὸ τῶν Λιβύων Σίβυλλαν λέγουσιν ὀνομασθῆναι. Examining earlier traditions, I found that this woman was particularly similar to an earlier one whom the Greeks declare to have been the daughter of Zeus and Lamia, herself child of Poseidon, and they say that she was the first woman to chant prophecies and was named Sibyl by the Libyans. ὁ δέ πρότερον γίγνομαι οὗτος ὁ μάλιστα ὁμοίως εἰμί ἀρχαῖος εὑρίσκω ὅς θυγάτηρ Ἕλλην Ζεύς καί Λάμια ὁ Ποσειδῶν φημί εἰμί καί χρησμός τε αὐτός γυνή πρῶτος ᾄδω καί ὑπό ὁ Λίβυς Σίβυλλα λέγω ὀνομάζω 0
10.12.2 1 ἡ δὲ Ἡροφίλη νεωτέρα μὲν ἐκείνης, φαίνεται δὲ ὅμως πρὸ τοῦ πολέμου γεγονυῖα καὶ αὕτη τοῦ Τρωικοῦ, Herophile was younger than that Sibyl, yet she also appears to have lived before the Trojan War. ὁ δέ Ἡροφίλη νεώτερος μέν ἐκεῖνος φαίνω δέ ὅμως πρό ὁ πόλεμος γίγνομαι καί οὗτος ὁ Τρωικός 0
10.12.2 2 καὶ Ἑλένην τε προεδήλωσεν ἐν τοῖς χρησμοῖς, ὡς ἐπʼ ὀλέθρῳ τῆς Ἀσίας καὶ Εὐρώπης τραφήσοιτο ἐν Σπάρτῃ, καὶ ὡς Ἴλιον ἁλώσεται διʼ αὐτὴν ὑπὸ Ἑλλήνων. In her prophecies she foretold of Helen, declaring that she would be raised in Sparta for the ruin of Asia and Europe, and that through her Ilium would fall to the Greeks. καί Ἑλένη τε προδηλόω ἐν ὁ χρησμός ὡς ἐπί ὄλεθρος ὁ Ἀσία καί Εὐρώπη τρέπω ἐν Σπάρτη καί ὡς Ἴλιον ἁλόω διά αὐτός ὑπό Ἕλλην 0
10.12.2 3 Δήλιοι δὲ καὶ ὕμνον μέμνηνται τῆς γυναικὸς ἐς Ἀπόλλωνα. The Delians preserve memory of a hymn composed by this woman addressed to Apollo. δήλιος δέ καί ὕμνος μιμνήσκω ὁ γυνή εἰς Ἀπόλλων 0
10.12.2 4 καλεῖ δὲ οὐχ Ἡροφίλην μόνον ἀλλὰ καὶ Ἄρτεμιν ἐν τοῖς ἔπεσιν αὑτήν, καὶ Ἀπόλλωνος γυνὴ γαμετή, τοτὲ δὲ ἀδελφὴ καὶ αὖθις θυγάτηρ φησὶν εἶναι. In its verses she names herself not only Herophile but also Artemis, and states that sometimes she is Apollo's wife, sometimes his sister, and at other times his daughter. καλέω δέ οὐ Ἡροφίλη μόνος ἀλλά καί Ἄρτεμις ἐν ὁ ἔπος αὐτός καί Ἀπόλλων γυνή γαμετή τότε δέ ἀδελφή καί αὖθις θυγάτηρ φημί εἰμί 0
10.12.3 1 ταῦτα μὲν δὴ μαινομένη τε καὶ ἐκ τοῦ θεοῦ κάτοχος πεποίηκεν· She composed these verses while inspired and possessed by the god. οὗτος μέν δή μαίνομαι τε καί ἐκ ὁ θεός κάτοχος ποιέω 0
10.12.3 2 ἑτέρωθι δὲ εἶπε τῶν χρησμῶν ὡς μητρὸς μὲν ἀθανάτης εἴη μιᾶς τῶν ἐν Ἴδῃ νυμφῶν, πατρὸς δὲ ἀνθρώπου, Elsewhere in her oracles she says her mother was one of the immortal nymphs of Ida, and her father a mortal man. ἑτέρωθι δέ εἶπον ὁ χρησμός ὡς μήτηρ μέν ἀθανάτη εἴην εἷς ὁ ἐν ὁράω νύμφη πατήρ δέ ἄνθρωπος 0
10.12.3 3 καὶ οὕτω λέγει τὰ ἔπη· The verses run as follows: καί οὕτως λέγω ὁ ἔπος 0
10.12.3 4 εἰμὶ δʼ ἐγὼ γεγαυῖα μέσον θνητοῦ τε θεᾶς τε, νύμφης δʼ ἀθανάτης, πατρὸς δʼ αὖ κητοφάγοιο, μητρόθεν Ἰδογενής, πατρὶς δέ μοί ἐστιν ἐρυθρή Μάρπησσος, μητρὸς ἱερή, ποταμός τʼ Ἀιδωνεύς. "I am born midway between mortal and goddess, Of an immortal nymph and a father who feeds upon fish, From my mother’s side I am Ida-born, And my fatherland is red Marpessos, sacred to the Mother, And the river Aidoneus." εἰμί δέ ἐγώ γαυγόω μέσος θνητός τε θεά τε νύμφη δέ ἀθανάτη πατήρ δέ αὖ κητοφάγος μητρόθεν ἰδογενής πατρίς δέ ἐγώ εἰμί ἐρυθρός Μάρπησσος μήτηρ ἱερός ποταμός τε Ἀιδωνεύς 0
10.12.4 1 ἦν δὲ ἔτι καὶ νῦν ἐν τῇ Ἴδῃ τῇ Τρωικῇ πόλεως Μαρπήσσου τὰ ἐρείπια καὶ ἐν αὐτοῖς οἰκήτορες ὅσον ἑξήκοντα ἄνθρωποι· Even now on Trojan Ida remain the ruins of the city Marpessos, with inhabitants numbering around sixty people dwelling among them. εἰμί δέ ἔτι καί νῦν ἐν ὁ ὁράω ὁ Τρωικός πόλις Μαρπήσσα ὁ ἐρείπιον καί ἐν αὐτός οἰκήτωρ ὅσος ἑξήκοντα ἄνθρωπος 0
10.12.4 2 ὑπέρυθρος δὲ πᾶσα ἡ περὶ τὴν Μάρπησσον γῆ καὶ δεινῶς ἐστιν αὐχμώδης, ὥστε καὶ τῷ Ἀϊδωνεῖ ποταμῷ καταδύεσθαί τε ἐς τὴν χώραν καὶ ἀνασχόντι τὸ αὐτὸ αὖθις πάσχειν, τέλος δὲ καὶ ἀφανίζεσθαι κατὰ τῆς γῆς, αἴτιον ἐμοὶ δοκεῖν ἐστιν ὅτι λεπτή τε κατὰ τοῦτο καὶ σηραγγώδης ἐστὶν ἡ Ἴδη. All the land around Marpessos is of a deep red color and desperately dry, so that even the river Aidoneus sinks underground into this area; and when it eventually re-emerges, it suffers the same fate once more, finally disappearing completely below the earth. ὑπέρυθρος δέ πᾶς ὁ περί ὁ Μάρπησσα γῆ καί δεινῶς εἰμί αὐχμώδης ὥστε καί ὁ ἀϊδωνεύς ποταμός καταδύω τε εἰς ὁ χώρα καί ἀνέχω ὁ αὐτός αὖθις πάσχω τέλος δέ καί ἀφανίζω κατά ὁ γῆ αἴτιος ἐγώ δοκέω εἰμί ὅτι λεπτός τε κατά οὗτος καί σηραγγώδης εἰμί ὁ ἰδή 0
10.12.4 3 ἀπέχει δὲ Ἀλεξανδρείας τῆς ἐν τῇ Τρῳάδι τεσσαράκοντα ἡ Μάρπησσος καὶ διακόσια στάδια. The cause, in my opinion, is that at this point Ida is thin and cavernous. ἀπέχω δέ Ἀλεξάνδρεια ὁ ἐν ὁ Τρῳάς τεσσαράκοντα ὁ Μάρπησσος καί διακόσιοι στάδιον 0
10.12.5 1 τὴν δὲ Ἡροφίλην οἱ ἐν τῇ Ἀλεξανδρείᾳ ταύτῃ νεωκόρον τε τοῦ Ἀπόλλωνος γενέσθαι τοῦ Σμινθέως καὶ ἐπὶ τῷ ὀνείρατι τῷ Ἑκάβης χρῆσαί φασιν αὐτὴν ἃ δὴ καὶ ἐπιτελεσθέντα ἴσμεν. The people of Alexandria say that this Herophile became attendant of Apollo Smintheus, and that she prophesied regarding the dream of Hecuba; we know these things were fulfilled. ὁ δέ Ἡροφίλη ὁ ἐν ὁ Ἀλεξάνδρεια οὗτος νεωκόρος τε ὁ Ἀπόλλων γίγνομαι ὁ Σμινθεύς καί ἐπί ὁ ὄνειραρ ὁ Ἑκάβη χράω φημί αὐτός ὅς δή καί ἐπιτελέω οἶδα 0
10.12.5 2 αὕτη ἡ Σίβυλλα ᾤκησε μὲν τὸ πολὺ τοῦ βίου ἐν Σάμῳ, ἀφίκετο δὲ καὶ ἐς Κλάρον τὴν Κολοφωνίων καὶ ἐς Δῆλόν τε καὶ ἐς Δελφούς· This Sibyl spent most of her life on Samos, but came also to Claros in the land of the Colophonians, as well as to Delos and Delphi. οὗτος ὁ Σίβυλλα οἰκέω μέν ὁ πολύς ὁ βίος ἐν Σάμος ἀφικνέομαι δέ καί εἰς κλῆρος ὁ Κολοφώνιος καί εἰς δῆλος τε καί εἰς Δελφοί 0
10.12.5 3 ὁπότε δὲ ἀφίκοιτο, ἐπὶ ταύτης ἱσταμένη τῆς πέτρας ᾖδε. Whenever she arrived at Delphi, she would stand upon this very rock and sing her prophecies. ὁπότε δέ ἀφικνέομαι ἐπί οὗτος ἵστημι ὁ πέτρα ἀείδω 0
10.12.6 1 τὸ μέντοι χρεὼν αὐτὴν ἐπέλαβεν ἐν τῇ Τρῳάδι, καί οἱ τὸ μνῆμα ἐν τῷ ἄλσει τοῦ Σμινθέως ἐστὶ καὶ ἐλεγεῖον ἐπὶ τῆς στήλης· But destiny overtook her in the Troad, and her tomb is located within the grove of the Smintheus, bearing upon the column the following elegiac inscription: ὁ μέντοι χρεών αὐτός ἐπιλαμβάνω ἐν ὁ Τρῳάς καί ὁ ὁ μνῆμα ἐν ὁ ἄλσος ὁ Σμινθεύς εἰμί καί ἐλεγεῖον ἐπί ὁ στήλη 0
10.12.6 2 ἅδʼ ἐγὼ ἁ Φοίβοιο σαφηγορίς εἰμι Σίβυλλα τῷδʼ ὑπὸ λαϊνέῳ σάματι κευθομένα, παρθένος αὐδάεσσα τὸ πρίν, νῦν δʼ αἰὲν ἄναυδος, μοίρᾳ ὑπὸ στιβαρᾷ τάνδε λαχοῦσα πέδαν. "I, who lie hidden beneath this stone tomb, am the Sibyl, the clear-speaking prophetess of Phoebus Apollo, formerly a vocal maiden, now forever silent, having received by stern fate this binding shackle. ὅδε ἐγώ ἁ φοίβος σαφηγορίς εἰμί Σίβυλλα τόδε ὑπό Λαινεύς σάμα κεύθω παρθένος αὐδάεις ὁ πρίν νῦν δέ ἀεί ἄναυδος μοῖρα ὑπό στιβαρός τόδε λανθάνω πέδη 0
10.12.6 3 ἀλλὰ πέλας Νύμφαισι καὶ Ἑρμῇ τῷδʼ ὑπόκειμαι, μοῖραν ἔχοισα κάτω τᾶς τότʼ ἀνακτορίας. Near Nymphs and Hermes I rest here below, possessing beneath the earth the lot of one who once was royal." ἀλλά πέλαγος νύμφη καί Ἑρμῆς τόδε ὑπόκειμαι μοῖρα ἔχω κάτω ὁ τότε ἀνακτορία 0
10.12.6 4 ὁ μὲν δὴ παρὰ τὸ μνῆμα ἕστηκεν Ἑρμῆς λίθου τετράγωνον σχῆμα· Near this tomb stands Hermes, a square statue of stone. ὁ μέν δή παρά ὁ μνῆμα ἵστημι Ἑρμῆς λίθος τετράγωνος σχῆμα 0
10.12.6 5 ἐξ ἀριστερᾶς δὲ ὕδωρ τε κατερχόμενον ἐς κρήνην καὶ τῶν Νυμφῶν ἐστι τὰ ἀγάλματα. On the left flows water descending into a fountain, and there are images of the Nymphs. ἐκ ἀριστερός δέ ὕδωρ τε κατέρχομαι εἰς κρήνη καί ὁ νύμφη εἰμί ὁ ἄγαλμα 0
10.12.7 1 Ἐρυθραῖοι δὲ---ἀμφισβητοῦσι γὰρ τῆς Ἡροφίλης προθυμότατα Ἑλλήνων---Κώρυκόν τε καλούμενον ὄρος καὶ ἐν τῷ ὄρει σπήλαιον ἀποφαίνουσι, τεχθῆναι τὴν Ἡροφίλην ἐν αὐτῷ λέγοντες, Θεοδώρου δὲ ἐπιχωρίου ποιμένος καὶ νύμφης παῖδα εἶναι· The Erythraeans—who among the Greeks dispute most zealously about Herophile—point out a mountain called Corycus, and in this mountain a cave, claiming that Herophile was born therein and that she was daughter to a local shepherd named Theodorus and a nymph. Ἐρυθραῖος δέ ἀμφισβητέω γάρ ὁ Ἡροφίλη προθύμως Ἕλλην κώρυκος τε καλέω ὄρος καί ἐν ὁ ὄρος σπήλαιον ἀποφαίνω τίκτω ὁ Ἡροφίλη ἐν αὐτός λέγω Θεόδωρος δέ ἐπιχώριος ποιμήν καί νύμφη παῖς εἰμί 0
10.12.7 2 Ἰδαίαν δὲ ἐπίκλησιν γενέσθαι τῇ νύμφῃ κατʼ ἄλλο μὲν οὐδέν, τῶν δὲ χωρίων τὰ δασέα ὑπὸ τῶν ἀνθρώπων ἴδας τότε ὀνομάζεσθαι. They say the name of this nymph was Idaea, named thus for no other reason than that the thickly wooded places were then called “idae” by the inhabitants. Ἰδαία δέ ἐπίκλησις γίγνομαι ὁ νύμφη κατά ἄλλος μέν οὐδείς ὁ δέ χωρίον ὁ δασύς ὑπό ὁ ἀνήρ Ἶας τότε ὀνομάζω 0
10.12.7 3 τὸ δὲ ἔπος τὸ ἐς τὴν Μάρπησσον καὶ τὸν ποταμὸν τὸν Ἀϊδωνέα, τοῦτο οἱ Ἐρυθραῖοι τὸ ἔπος ἀφαιροῦσιν ἀπὸ τῶν χρησμῶν. However, the verse concerning Marpessus and the river Aidoneus, this verse the Erythraeans remove entirely from her oracles. ὁ δέ ἔπος ὁ εἰς ὁ Μάρπησσα καί ὁ ποταμός ὁ ἀϊδωνεύς οὗτος ὁ Ἐρυθραῖος ὁ ἔπος ἀφαιρέω ἀπό ὁ χρησμός 0
10.12.8 1 τὴν δὲ ἐπὶ ταύτῃ χρησμοὺς κατὰ ταὐτὰ εἰποῦσαν ἐκ Κύμης τῆς ἐν Ὀπικοῖς εἶναι, καλεῖσθαι δὲ αὐτὴν Δημὼ συνέγραψεν Ὑπέροχος ἀνὴρ Κυμαῖος. Concerning another Sibyl, named Demo, Hyperochus, a man of Cumae, wrote that she came from Cumae in the Opican land, and likewise uttered oracles. ὁ δέ ἐπί οὗτος χρησμός κατά αὐτός εἶπον ἐκ Κύμη ὁ ἐν Ὀπικός εἰμί καλέω δέ αὐτός Δημώ συγγράφω ὑπέροχος ἀνήρ Κυμαῖος 0
10.12.8 2 χρησμὸν δὲ οἱ Κυμαῖοι τῆς γυναικὸς ταύτης ἐς οὐδένα εἶχον ἐπιδείξασθαι, λίθου δὲ ὑδρίαν ἐν Ἀπόλλωνος ἱερῷ δεικνύουσιν οὐ μεγάλην, τῆς Σιβύλλης ἐνταῦθα κεῖσθαι φάμενοι τὰ ὀστᾶ. The people of Cumae, however, had no oracle uttered by this woman to show; but they show in the sanctuary of Apollo a small stone water-jar, saying that the bones of this Sibyl rest there. χρησμός δέ ὁ Κυμαῖος ὁ γυνή οὗτος εἰς οὐδείς ἔχω ἐπιδείκνυμι λίθος δέ ὑδρία ἐν Ἀπόλλων ἱερός δεικνύω οὐ μέγας ὁ Σιβύλλα ἐνταῦθα κεῖμαι φημί ὁ ὀστέον 0
10.12.9 1 ἐπετράφη δὲ καὶ ὕστερον τῆς Δημοῦς παρʼ Ἑβραίοις τοῖς ὑπὲρ τῆς Παλαιστίνης γυνὴ χρησμολόγος, ὄνομα δὲ αὐτῇ Σάββη· Afterwards, among the Hebrews dwelling in Palestine, a woman named Sabbe was also revered as a prophetess. ἐπιτρέφω δέ καί ὕστερον ὁ δημός παρά Ἑβραῖος ὁ ὑπέρ ὁ Παλαιστῖνος γυνή χρησμολόγος ὄνομα δέ αὐτός σάββη 0
10.12.9 2 Βηρόσου δὲ εἶναι πατρὸς καὶ Ἐρυμάνθης μητρός φασι Σάββην· They say that Sabbe was the daughter of Berosus by her mother Erymanthe. Βηρόσος δέ εἰμί πατήρ καί Ἐρυμάνθης μήτηρ φημί σάββη 0
10.12.9 3 οἱ δὲ αὐτὴν Βαβυλωνίαν, ἕτεροι δὲ Σίβυλλαν καλοῦσιν Αἰγυπτίαν. But some assert that she was Babylonian, while others call her the Egyptian Sibyl. ὁ δέ αὐτός βαβυλωνία ἕτερος δέ Σίβυλλα καλέω Αἰγύπτιος 0
10.12.10 1 Φαεννὶς δὲ θυγάτηρ βασιλεύσαντος ἀνδρὸς ἐν Χάοσι καὶ αἱ Πέλειαι παρὰ Δωδωναίοις ἐμαντεύσαντο μὲν ἐκ θεοῦ καὶ αὗται, Σίβυλλαι δὲ ὑπὸ ἀνθρώπων οὐκ ἐκλήθησαν. Phaennis, daughter of a king who ruled among the Chaonians, and also the doves at Dodona, made prophecy inspired by the god; yet none of these was ever called Sibyl by men. Φαεννίς δέ θυγάτηρ βασιλεύω ἀνήρ ἐν χάος καί ὁ πελειάς παρά Δωδωναῖος μαντεύομαι μέν ἐκ θεός καί οὗτος Σίβυλλα δέ ὑπό ἀνήρ οὐ καλέω 0
10.12.10 2 τῆς μὲν δὴ πυθέσθαι τὴν ἡλικίαν καὶ ἐπιλέξασθαι τοὺς χρησμούς Ἀντιόχου γὰρ μετὰ τὸ ἁλῶναι Δημήτριον αὐτίκα ἐς τὴν ἀρχὴν καθισταμένου γέγονε Φαεννίς. As for Phaennis, we may determine her lifetime by examining her oracles, for she lived when Antiochus succeeded immediately to the throne after Demetrius had been captured. ὁ μέν δή πυνθάνομαι ὁ ἡλικία καί ἐπιλέγομαι ὁ χρησμός Ἀντίοχος γάρ μετά ὁ ἁλίσκομαι Δημήτριος αὐτίκα εἰς ὁ ἀρχή καθίστημι γίγνομαι φαεννίς 0
10.12.10 3 τὰς Πελειάδας δὲ Φημονόης τε ἔτι προτέρας γενέσθαι λέγουσι καὶ ᾆσαι γυναικῶν πρώτας τάδε τὰ ἔπη· They say the Peleiades lived even earlier than Phemonoe, and that these women were the first to sing these verses: ὁ πελειάς δέ Φημονόη τε ἔτι πρότερος γίγνομαι λέγω καί ᾄδω γυνή πρῶτος ὅδε ὁ ἔπος 0
10.12.10 4 Ζεὺς ἦν, Ζεὺς ἐστίν, Ζεὺς ἔσσεται· ὦ μεγάλε Ζεῦ. "Zeus was, Zeus is, Zeus shall be; O mighty Zeus. Ζεύς εἰμί Ζεύς εἰμί Ζεύς ἔσομαι ὦ μέγας ζεύς 0
10.12.10 5 Γᾶ καρποὺς ἀνίει, διὸ κλῄζετε Ματέρα γαῖαν. Earth produces fruits, so proclaim Earth as mother." γῆ καρπός ἀνίημι διό κλῄζω μάτηρ γαῖα 0
10.12.11 1 χρησμολόγους δὲ ἄνδρας Κύπριόν τε Εὔκλουν καὶ Ἀθηναίους Μουσαῖον τὸν Ἀντιοφήμου καὶ Λύκον τὸν Πανδίονος, τούτους τε γενέσθαι καὶ ἐκ Βοιωτίας Βάκιν φασὶ κατάσχετον ἄνδρα ἐκ νυμφῶν· It is said that certain men were prophets, including Euclus from Cyprus and from Athens Musaeus the son of Antiophemus and Lycus the son of Pandion, and also Bacis from Boeotia, a man possessed by the nymphs. χρησμολόγος δέ ἀνήρ Κύπριος τε εὔκλους καί Ἀθηναῖος μουσεῖον ὁ Ἀντιόφημος καί λύκος ὁ Πανδίων οὗτος τε γίγνομαι καί ἐκ Βοιωτία βάκις φημί κατάσχετος ἀνήρ ἐκ νύμφη 0
10.12.11 2 τούτων πλὴν Λύκου τῶν ἄλλων ἐπελεξάμην τοὺς χρησμούς. Among these prophets that I have mentioned, I have quoted oracles from all except Lycus. οὗτος πλήν λύκος ὁ ἄλλος ἐπιλέγομαι ὁ χρησμός 0
10.12.11 3 τοσαῦται μὲν ἄχρι ἐμοῦ λέγονται γυναῖκες καὶ ἄνδρες ἐκ θεοῦ μαντεύσασθαι· ἐν δὲ τῷ χρόνῳ τῷ πολλῷ καὶ αὖθις γένοιτο ἂν ἕτερα τοιαῦτα. Thus far have women and men inspired by the god prophesied down to my own time; but in the more remote future there may again be others who will perform similar deeds. τοσοῦτος μέν ἄχρι ἐγώ λέγω γυνή καί ἀνήρ ἐκ θεός μαντεύομαι ἐν δέ ὁ χρόνος ὁ πολύς καί αὖθις γίγνομαι ἄν ἕτερος τοιοῦτος 0