Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 10.14

PassageSentenceGreekEnglishLemma FormsMissing
10.14.1 1 οἱ δὲ πελέκεις Περικλύτου τοῦ Εὐθυμάχου Τενεδίου ἀνδρὸς ἐπὶ λόγῳ ἀνάθημά εἰσιν ἀρχαίῳ. The axes are a dedication of Periklytos, son of Euthymachos, a man of Tenedos, which has an ancient account behind it. ὁ δέ πέλεκις περικλυτός ὁ Εὐθύμαχος Τένεδος ἀνήρ ἐπί λόγος ἀνάθημα εἰμί ἀρχαῖος 0
10.14.1 2 Κύκνον παῖδα εἶναι Ποσειδῶνος καὶ βασιλεύειν φασὶν ἐν Κολώναις· They say that Cycnus was a son of Poseidon and ruled over Kolonai. κύκνος παῖς εἰμί Ποσειδῶν καί βασιλεύω φημί ἐν κολώνη 0
10.14.1 3 αἱ δὲ ᾠκοῦντο ἐν τῇ γῇ τῇ Τρῳάδι αἱ Κολῶναι κατὰ νῆσον κείμεναι Λεύκοφρυν. These Kolonai were inhabited in the region of Troy, situated opposite the island Leucophrys. ὁ δέ οἰκέω ἐν ὁ γῆ ὁ Τρῳάς ὁ κολώνα κατά νῆσος κεῖμαι λεύκοφρυν 0
10.14.2 1 ἔχοντος δὲ θυγατέρα ὄνομα Ἡμιθέαν τοῦ Κύκνου καὶ υἱὸν καλούμενον Τέννην ἐκ Προκλείας---ἣ Κλυτίου μὲν ἦν θυγάτηρ, ἀδελφὴ δὲ Καλήτορος, ὃν Ὅμηρος ἐν Ἰλιάδι ἀποθανεῖν φησιν ὑπὸ Αἴαντος, ὅτε ὑπὸ τὴν Πρωτεσιλάου ναῦν ἔφερεν ὁ Καλήτωρ τὸ πῦρ---ταύτης οὖν προαποθανούσης ἡ ἐπεισελθοῦσα Φιλονόμη ἡ Κραγάσου ---διήμαρτε γὰρ ἐρασθεῖσα τοῦ Τέννου---ψεύδεται πρὸς τὸν ἄνδρα ὡς αὐτὴ μὲν οὐκ ἐθέλουσα, τὸν δὲ αὑτῇ Τέννην συγγενέσθαι θελήσαντα· Cycnus had a daughter named Hemithea and a son called Tenes born of Procleia—who herself was the daughter of Clytius and the sister of Caletor, whom Homer says in the Iliad was slain by Ajax when Caletor tried to set fire to Protesilaus' ship; when this woman had died earlier, Philonome, daughter of Cragasus, became Cycnus's second wife; having failed to win Tenes' affection, Philonome falsely accused him to her husband, claiming that Tenes had sought sexual relations with her against her will. ἔχω δέ θυγάτηρ ὄνομα ἡμιθέα ὁ κύκνος καί υἱός καλέω τέννη ἐκ Προκλείας ὅς Κλύτιος μέν εἰμί θυγάτηρ ἀδελφή δέ κλητήρ ὅς Ὅμηρος ἐν Ἰλιάς ἀποθνῄσκω φημί ὑπό αἴας ὅτε ὑπό ὁ Πρωτεσίλαος ναῦς φέρω ὁ κλητήρ ὁ πῦρ οὗτος οὖν προαποθνῄσκω ὁ ἐπεισέρχομαι φιλονόμη ὁ κραγάζω διαμαρτάνω γάρ ἐράομαι ὁ Τέννος ψεύδομαι πρός ὁ ἀνήρ ὡς αὐτός μέν οὐ ἐθέλω ὁ δέ αὐτός τέννη συγγίγνομαι ἐθέλω 0
10.14.2 2 καὶ ὁ Κύκνος πείθεται τῇ ἀπάτῃ, καὶ ἐς λάρνακα ἐνθέμενος ὁμοῦ τῇ ἀδελφῇ Τέννην ἐς θάλασσαν σφᾶς ἀφίησι. Cycnus believed this deception, placed Tenes along with his sister in a chest, and set them adrift on the sea. καί ὁ κύκνος πείθομαι ὁ ἀπάτη καί εἰς λάρναξ ἐντίθημι ὁμοῦ ὁ ἀδελφή τέννη εἰς θάλασσα σφεῖς ἀφίημι 0
10.14.3 1 σώζονταί τε δὴ πρὸς τὴν νῆσον οἱ παῖδες τὴν Λεύκοφρυν καὶ ὄνομα ἡ νῆσος τὸ νῦν ἔσχεν ἀπὸ τοῦ Τέννου. Indeed the children were saved by sailing to the island Leucophrys, and the island received the name it now bears from Tenes. σῴζω τε δή πρός ὁ νῆσος ὁ παῖς ὁ λεύκοφρυν καί ὄνομα ὁ νῆσος ὁ νῦν ἔχω ἀπό ὁ Τέννος 0
10.14.3 2 Κύκνος δὲ---οὐ γὰρ τὸν πάντα ἔμελλε χρόνον ἀγνοήσειν ἀπατώμενος---ἔπλει παρὰ τὸν υἱὸν ἄγνοιάν τε ὁμολογήσων τὴν αὑτοῦ καὶ παραιτησόμενος τὸ ἁμάρτημα· Cycnus—for he was not destined to remain forever unaware of being deceived—sailed to his son, intending to confess his own ignorance and beg forgiveness for his transgression. κύκνος δέ οὐ γάρ ὁ πᾶς μέλλω χρόνος ἀγνοέω ἀπατάω πλέω παρά ὁ υἱός ἄγνοια τε ὁμολογέω ὁ ἑαυτοῦ καί παραιτέομαι ὁ ἁμάρτημα 0
10.14.3 3 προσορμισαμένου δὲ τῇ νήσῳ καὶ ἐξάψαντος ἀπὸ τῆς νεὼς πρός τινα ἢ πέτραν ἢ δένδρον τοὺς κάλους, Τέννης πελέκει σφᾶς ἀπέκοψεν ὑπὸ τοῦ θυμοῦ. But when Cycnus anchored at the island and tied the ship's cables to either a rock or a tree, Tenes, driven by anger, severed them with an axe. προσορμίζομαι δέ ὁ νῆσος καί ἐξάπτω ἀπό ὁ νεώς πρός τις ἤ πέτρα ἤ δένδρον ὁ κάλας τέννης πέλεκυς σφεῖς ἀποκόπτω ὑπό ὁ θυμός 0
10.14.4 1 ἐπὶ τούτῳ μὲν ἐς τοὺς ἀρνουμένους στερεῶς λέγεσθαι καθέστηκεν ὡς ὁ δεῖνα ὅστις δὴ Τενεδίῳ πελέκει τόδε τι ἀποκόψειεν. Because of this, it became customary to make a strong reference against anyone who denied wrongdoing by saying that he would «cut it off with a Tenedian axe.» ἐπί οὗτος μέν εἰς ὁ ἀρνέομαι στερεῶς λέγω καθίστημι ὡς ὁ δεῖνα ὅστις δή Τένεδος πέλεκυς ὅδε τις ἀποκόπτω 0
10.14.4 2 Τέννην μὲν ὑπὸ Ἀχιλλέως ἀποθανεῖν ἀμύνοντα τῇ οἰκείᾳ φασὶν Ἕλληνες· Now the Greeks relate that Tenes was killed by Achilles as he attempted to protect his homeland. τέννη μέν ὑπό Ἀχιλλεύς ἀποθνῄσκω ἀμύνω ὁ οἰκεία φημί Ἕλλην 0
10.14.4 3 Τενέδιοι δὲ ἀνὰ χρόνον ὑπὸ ἀσθενείας προσεχώρησαν τοῖς Ἀλεξάνδρειαν ἐν τῇ ἠπείρῳ τῇ Τρῳάδι ἔχουσιν. But the people of Tenedos themselves, weakened over time, eventually merged with those who inhabited Alexandria on the mainland of the Troad. Τενέδιος δέ ἀνά χρόνος ὑπό ἀσθένεια προσχωρέω ὁ Ἀλεξάνδρεια ἐν ὁ Ἤπειρος ὁ Τρῳάς ἔχω 0
10.14.5 1 Ἕλληνες δὲ οἱ ἐναντία βασιλέως πολεμήσαντες ἀνέθεσαν μὲν Δία ἐς Ὀλυμπίαν χαλκοῦν, ἀνέθεσαν δὲ καὶ ἐς Δελφοὺς Ἀπόλλωνα ἀπὸ ἔργων τῶν ἐν ταῖς ναυσὶν ἐπί τε Ἀρτεμισίῳ καὶ ἐν Σαλαμῖνι. The Greeks who fought against the king dedicated a bronze Zeus at Olympia, and also an Apollo at Delphi from the spoils of the naval battles at Artemisium and at Salamis. Ἕλλην δέ ὁ ἐναντίος βασιλεύς πολεμέω ἀνατίθημι μέν διά εἰς Ὀλυμπία χαλκοῦς ἀνατίθημι δέ καί εἰς Δελφοί Ἀπόλλων ἀπό ἔργον ὁ ἐν ὁ ναῦς ἐπί τε Ἀρτεμίσιος καί ἐν Σαλαμίς 0
10.14.5 2 λέγεται δὲ καὶ ὡς Θεμιστοκλῆς ἀφίκοιτο ἐς Δελφοὺς λαφύρων τῶν Μηδικῶν κομίζων τῷ Ἀπόλλωνι· ἐρωτήσαντα δὲ ὑπὲρ τῶν ἀναθημάτων εἰ ἐντὸς ἀναθήσει τοῦ ναοῦ, ἐκέλευεν αὐτὸν ἡ Πυθία τὰ παράπαν ἀποφέρειν ἐκ τοῦ ἱεροῦ. It is also said that Themistocles came to Delphi bringing some of the Median spoils for Apollo; but upon his inquiry whether he should dedicate these offerings within the temple, the Pythia commanded him to carry them out entirely from the sanctuary. λέγω δέ καί ὡς Θεμιστοκλῆς ἀφικνέομαι εἰς Δελφοί λάφυρον ὁ μηδικός κομίζω ὁ Ἀπόλλων ἐρωτάω δέ ὑπέρ ὁ ἀνάθημα εἰ ἐντός ἀνατίθημι ὁ ναός κελεύω αὐτός ὁ Πυθία ὁ παράπαν ἀποφέρω ἐκ ὁ ἱερόν 0
10.14.5 3 καὶ ἔχει οὕτω τὰ ἐς τοῦ τοῦ χρησμοῦ· The oracle's words were thus: καί ἔχω οὕτως ὁ εἰς ὁ ὁ χρησμός 0
10.14.5 4 μή μοι Περσῆος σκύλων περικαλλέα κόσμον νηῷ ἐγκαταθῇς· "Do not place the beautiful adornments of Persian spoils within my temple." μή ἐγώ Περσέως σκύλος περικαλλής κόσμος νεώς ἐγκατατίθημι 0
10.14.5 5 οἶκόνδʼ ἀπόπεμπε τάχιστα. "Send them away homeward as quickly as possible!" οἶκος ἀπόπεμπω ταχύς 0
10.14.6 1 θαῦμα οὖν ἐποιούμεθα εἰ ἀπηξίωσεν ἐκείνου μόνου μὴ προσέσθαι τὰ ἀπὸ τῶν Μήδων. Accordingly, we wondered greatly if he had indeed thought fit to refuse only these offerings from the Medes. θαῦμα οὖν ποιέω εἰ ἀπαξιόω ἐκεῖνος μόνος μή προσέομαι ὁ ἀπό ὁ Μῆδος 0
10.14.6 2 καὶ οἱ μὲν ἀπώσασθαι ἂν τὸν θεὸν καὶ ἅπαντα ὁμοίως ἡγοῦντο ὅσα ἀπὸ τοῦ Πέρσου, εἰ ὥσπερ ὁ Θεμιστοκλῆς καὶ οἱ ἄλλοι πρότερον ἢ ἀναθεῖναι σφᾶς ἐπήροντο τὸν Ἀπόλλωνα· Some people considered that the god would have rejected equally all things coming from the Persian, had Themistocles and others first inquired of Apollo before dedicating them. καί ὁ μέν ἀπώθομαι ἄν ὁ θεός καί ἅπας ὁμοίως ἡγέομαι ὅσος ἀπό ὁ Πέρσης εἰ ὥσπερ ὁ Θεμιστοκλῆς καί ὁ ἄλλος πρότερον ἤ ἀνατίθημι σφεῖς ἐπείρω ὁ Ἀπόλλων 0
10.14.6 3 οἱ δὲ εἰδότα τὸν θεὸν ὅτι ἱκέτης τοῦ Πέρσου γενήσοιτο ὁ Θεμιστοκλῆς, ἐπὶ τούτῳ τὰ δῶρα ἔφασαν οὐκ ἐθελῆσαι λαβεῖν, ἵνα μὴ ἀναθέντι τὸ ἔχθος ἄπαυστον ποιήσῃ τὸ ἀπὸ τοῦ Μήδου. Others claimed that, since the god foresaw that Themistocles would become a suppliant of the Persian, he refused on these grounds to accept the gifts, lest their dedication should create eternal hostility against him from the Medes. ὁ δέ οἶδα ὁ θεός ὅτι ἱκέτης ὁ Πέρσης γιγνώσκω ὁ Θεμιστοκλῆς ἐπί οὗτος ὁ δῶρον φημί οὐ ἐθέλω λαμβάνω ἵνα μή ἀνατίθημι ὁ ἔχθος ἄπαυστος ποιέω ὁ ἀπό ὁ Μήδος 0
10.14.6 4 στρατείαν δὲ τὴν ἐπὶ τὴν Ἑλλάδα ἀπὸ τοῦ βαρβάρου ἔστιν εὑρεῖν προρρηθεῖσαν μὲν ἐν τοῖς Βάκιδος χρησμοῖς, πρότερον δʼ ἔτι Εὔκλῳ τὰ ἐς αὐτὴν πεποιημένα ἐστίν. The barbarian expedition against Greece is known to have been foretold both in the oracles of Bacis and, even earlier, was mentioned in the prophecies made by Euclus. στρατεία δέ ὁ ἐπί ὁ Ἑλλάς ἀπό ὁ βάρβαρος εἰμί εὑρίσκω προρρηθείς μέν ἐν ὁ βάκις χρησμός πρότερον δέ ἔτι εὔκλοος ὁ εἰς αὐτός ποιέω εἰμί 0
10.14.7 1 Δελφῶν δὲ ἀνάθημά ἐστιν αὐτῶν πλησίον τοῦ βωμοῦ τοῦ μεγάλου λύκος χαλκοῦς. Near the great altar is a bronze wolf, dedicated by the Delphians. Δελφοί δέ ἀνάθημα εἰμί αὐτός πλησίον ὁ βωμός ὁ μέγας λύκος χαλκοῦς 0
10.14.7 2 λέγουσι δὲ τῶν τοῦ θεοῦ χρημάτων συλήσαντα ἄνθρωπον, τὸν μὲν ὁμοῦ τῷ χρυσίῳ κατακρύψαντα ἔχειν αὑτὸν ἔνθα τοῦ Παρνασσοῦ μάλιστα ἦν συνεχὲς ὑπὸ ἀγρίων δένδρων, λύκον δὲ ἐπιθέσθαι οἱ καθεύδοντι, καὶ ἀποθανεῖν τε ὑπὸ τοῦ λύκου τὸν ἄνθρωπον καὶ ὡς ἐς τὴν πόλιν ὁσημέραι φοιτῶν ὠρύετο ὁ λύκος· They say that a man plundered the treasures of the god, and having concealed himself together with the gold in a place on Parnassus particularly dense with wild trees, a wolf attacked him while he was sleeping; the man was killed by the wolf. λέγω δέ ὁ ὁ θεός χρῆμα συλάω ἄνθρωπος ὁ μέν ὁμοῦ ὁ χρυσίον κατακρύπτω ἔχω ἑαυτοῦ ἔνθα ὁ Παρνασσός μάλιστα εἰμί συνεχής ὑπό ἄγριος δένδρον λύκος δέ ἐπιτίθημι ὁ καθεύδω καί ἀποθνῄσκω τε ὑπό ὁ λύκος ὁ ἄνθρωπος καί ὡς εἰς ὁ πόλις ὁσημέρα φοιτάω ὠρύομαι ὁ λύκος 0
10.14.7 3 ἐπεὶ δὲ οὐκ ἄνευ θεοῦ παραγίνεσθαί σφισιν ὑπελάμβανον, οὕτως ἐπακολουθοῦσι τῷ θηρίῳ, καὶ ἀνευρίσκουσί τε τὸ ἱερὸν χρυσίον καὶ ἀνέθεσαν λύκον τῷ θεῷ χαλκοῦν. Every day thereafter, the wolf would enter the city and howl. ἐπεί δέ οὐ ἄνευ θεός παραγίγνομαι σφεῖς ὑπολαμβάνω οὕτως ἐπακολουθέω ὁ θηρίον καί ἀνευρίσκω τε ὁ ἱερός χρυσίον καί ἀνατίθημι λύκος ὁ θεός χαλκοῦς 0