Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 10.16.1 | 1 | τῶν δὲ ἀναθημάτων ἃ οἱ βασιλεῖς ἀπέστειλαν οἱ Λυδῶν, οὐδὲν ἔτι ἦν αὐτῶν εἰ μὴ σιδηροῦν μόνον τὸ ὑπόθημα τοῦ Ἀλυάττου κρατῆρος. | Of the offerings which the Lydian kings had sent, none remained except only the iron stand of the bowl dedicated by Alyattes. | ὁ δέ ἀνάθημα ὅς ὁ βασιλεύς ἀποστέλλω ὁ Λυδός οὐδέν ἔτι εἰμί αὐτός εἰ μή σιδηροῦς μόνος ὁ ὑπόθημα ὁ Ἀλυάττης κρατήρ | 0 |
| 10.16.1 | 2 | τοῦτο Γλαύκου μέν ἐστιν ἔργον τοῦ Χίου, σιδήρου κόλλησιν ἀνδρὸς εὑρόντος· | This is the work of Glaucus of Chios, who invented the welding of iron. | οὗτος Γλαῦκος μέν εἰμί ἔργον ὁ Χίος σίδηρος κόλλησις ἀνήρ εὑρίσκω | 0 |
| 10.16.1 | 3 | ἔλασμα δὲ ἕκαστον τοῦ ὑποθήματος ἐλάσματι ἄλλῳ προσεχὲς οὐ περόναις ἐστὶν ἢ κέντροις, μόνη δὲ ἡ κόλλα συνέχει τε καὶ ἔστιν αὕτη τῷ σιδήρῳ δεσμός. | Each separate plate of the stand is attached to another not by rivets or nails, but solely by welding, and it is this welding alone which holds the iron together as a bond. | ἔλασμα δέ ἕκαστος ὁ ὑπόθημα ἔλασμα ἄλλος προσεχής οὐ περόνη εἰμί ἤ κέντρον μόνος δέ ὁ κόλλα συνέχω τε καί εἰμί οὗτος ὁ σίδηρος δεσμός | 0 |
| 10.16.2 | 1 | σχῆμα δὲ τοῦ ὑποθήματος κατὰ πύργον μάλιστα ἐς μύουρον ἀνιόντα ἀπὸ εὐρυτέρου τοῦ κάτω· | The form of the stand resembles especially a tower rising upward to a pointed shape from a broader base below. | σχῆμα δέ ὁ ὑπόθημα κατά πύργος μάλιστα εἰς μύουρος ἄνω ἀπό εὐρύς ὁ κάτω | 0 |
| 10.16.2 | 2 | ἑκάστη δὲ πλευρὰ τοῦ ὑποθήματος οὐ διὰ πάσης πέφρακται, ἀλλά εἰσιν αἱ πλάγιαι τοῦ σιδήρου ζῶναι ὥσπερ ἐν κλίμακι οἱ ἀναβασμοί· | Each side of the stand is not enclosed throughout, but the side strips of iron lie horizontally like rungs on a ladder. | ἕκαστος δέ πλευρά ὁ ὑπόθημα οὐ διά πᾶς φράσσω ἀλλά εἰμί ὁ πλάγιος ὁ σίδηρος ζώννυμι ὥσπερ ἐν κλίμαξ ὁ ἀναβασμός | 0 |
| 10.16.2 | 3 | τὰ δὲ ἐλάσματα τοῦ σιδήρου τὰ ὀρθὰ ἀνέστραπται κατὰ τὰ ἄκρα ἐς τὸ ἐκτός, καὶ ἕδρα τοῦτο ἦν τῷ κρατῆρι. | The vertical iron plates are turned outward at their upper edges, thereby providing a seat for the bowl. | ὁ δέ ἔλασμα ὁ σίδηρος ὁ ὀρθός ἀναστρέφω κατά ὁ ἄκρος εἰς ὁ ἐκτός καί ἕδρα οὗτος εἰμί ὁ κρατήρ | 0 |
| 10.16.3 | 1 | τὸν δὲ ὑπὸ Δελφῶν καλούμενον Ὀμφαλὸν λίθου πεποιημένον λευκοῦ, τοῦτο εἶναι τὸ ἐν μέσῳ γῆς πάσης αὐτοί τε λέγουσιν οἱ Δελφοὶ καὶ ἐν ᾠδῇ τινι Πίνδαρος ὁμολογοῦντά σφισιν ἐποίησεν. | The object called the Omphalos ("Navel") by the Delphians, made of white stone, the Delphians themselves claim to be the center of the entire earth; and Pindar in one of his songs has composed words in agreement with their claim. | ὁ δέ ὑπό Δελφοί καλέω ὀμφαλός λίθος ποιέω λευκός οὗτος εἰμί ὁ ἐν μέσος γῆ πᾶς αὐτός τε λέγω ὁ Δελφοί καί ἐν ᾠδή τις Πίνδαρος ὁμολογέω σφεῖς ποιέω | 0 |
| 10.16.4 | 1 | Λακεδαιμονίων δὲ ἀνάθημά ἐστιν ἐνταῦθα, Καλάμιδος δὲ ἔργον, Ἑρμιόνη ἡ Μενελάου θυγάτηρ, ἡ συνοικήσασα Ὀρέστῃ τῷ Ἀγαμέμνονος καὶ ἔτι πρότερον Νεοπτολέμῳ τῷ Ἀχιλλέως. | Here is an offering of the Lacedaemonians, a work by Kalamis, depicting Hermione, daughter of Menelaus. | Λακεδαιμόνιος δέ ἀνάθημα εἰμί ἐνταῦθα καλάμις δέ ἔργον Ἑρμιόνη ὁ Μενέλαος θυγάτηρ ὁ συνοικέω Ὀρέστης ὁ Ἀγαμέμνων καί ἔτι πρότερον Νεοπτόλεμος ὁ Ἀχιλλεύς | 0 |
| 10.16.4 | 2 | Εὐρύδαμον δὲ στρατηγόν τε Αἰτωλῶν καὶ στρατοῦ τοῦ Γαλατῶν ἐναντία ἡγησάμενον ἀνέθεσαν οἱ Αἰτωλοί. | Hermione was married to Orestes, the son of Agamemnon, having previously been married to Neoptolemus, son of Achilles. | Εὐρύδαμος δέ στρατηγός τε Αἰτωλός καί στρατός ὁ Γαλάτης ἐναντίος ἡγέομαι ἀνατίθημι ὁ Αἰτωλός | 0 |
| 10.16.5 | 1 | ἔστι δὲ ἐν τοῖς Κρητικοῖς ὄρεσι καὶ κατʼ ἐμὲ ἔτι Ἔλυρος πόλις· | There still exists, even in my time, among the mountains of Crete, the city of Elyrus. | εἰμί δέ ἐν ὁ Κρῆτες ὄρος καί κατά ἐγώ ἔτι λύρος πόλις | 0 |
| 10.16.5 | 2 | οὗτοι οὖν αἶγα χαλκῆν ἀπέστειλαν ἐς Δελφούς, δίδωσι δὲ νηπίοις ἡ αἲξ Φυλακίδῃ καὶ Φιλάνδρῳ γάλα· | The people there sent to Delphi a bronze goat, which is shown feeding milk to the infants Phylakides and Philandros. | οὗτος οὖν αἴξ χαλκοῦς ἀποστέλλω εἰς Δελφοί δίδωμι δέ νήπιος ὁ αἴξ φυλακίς καί φιλάνδρος γάλα | 0 |
| 10.16.5 | 3 | παῖδας δὲ αὐτοὺς οἱ Ἐλύριοί φασιν Ἀπόλλωνός τε εἶναι καὶ Ἀκακαλλίδος νύμφης, συγγενέσθαι δὲ τῇ Ἀκακαλλίδι Ἀπόλλωνα ἐν πόλει Τάρρᾳ καὶ οἴκῳ Καρμάνορος. | The Elyrians say that these children are the offspring of Apollo and the nymph Akakallis, and that Apollo lay with Akakallis in the city of Tarra, in the house of Karmanor. | παῖς δέ αὐτός ὁ ἐλύριος φημί Ἀπόλλων τε εἰμί καί Ἀκακαλλίς νύμφη συγγίγνομαι δέ ὁ Ἀκακαλλίς Ἀπόλλων ἐν πόλις τάρρος καί οἶκος Καρμάνορ | 0 |
| 10.16.6 | 1 | Καρύστιοι δὲ οἱ Εὐβοεῖς βοῦν καὶ οὗτοι χαλκοῦν παρὰ τῷ Ἀπόλλωνι ἔστησαν ἀπὸ ἔργου τοῦ Μηδικοῦ· | The Carystians of Euboea likewise set up beside Apollo a bronze ox, dedicated from the spoils of the Persian war. | Καρύστιος δέ ὁ Εὐβοεύς βοῦς καί οὗτος χαλκοῦς παρά ὁ Ἀπόλλων ἵστημι ἀπό ἔργον ὁ μηδικός | 0 |
| 10.16.6 | 2 | βοῦς δὲ οἱ Καρύστιοι καὶ οἱ Πλαταιεῖς τὰ ἀναθήματα ἐποιήσαντο, ὅτι ἐμοὶ δοκεῖν ἀπωσάμενοι τὸν βάρβαρον τήν τε ἄλλην βεβαίως ἐκτήσαντο εὐδαιμονίαν καὶ ἀροῦν ἐλευθέραν τὴν γῆν. | The Carystians and the Plataeans erected oxen as votive offerings, it seems to me, because, having driven off the barbarian, they firmly acquired general prosperity and the right to plough their land in freedom. | βοῦς δέ ὁ Καρύστιος καί ὁ Πλαταιαῖος ὁ ἀνάθημα ποιέω ὅτι ἐγώ δοκέω ἀπώνυμι ὁ βάρβαρος ὁ τε ἄλλος βεβαίως κτάομαι εὐδαιμονία καί ἀρόω ἐλεύθερος ὁ γῆ | 0 |
| 10.16.6 | 3 | στρατηγῶν δὲ εἰκόνας καὶ Ἀπόλλωνά τε καὶ Ἄρτεμιν τὸ ἔθνος τὸ Αἰτωλικὸν ἀπέστειλαν καταστρεψάμενοι τοὺς ὁμόρους σφίσιν Ἀκαρνᾶνας. | The Aetolian people sent statues of their generals and figures of Apollo and Artemis, after subjugating their neighbors, the Acarnanians. | στρατηγός δέ εἰκών καί Ἀπόλλων τε καί Ἄρτεμις ὁ ἔθνος ὁ Αἰτωλικός ἀποστέλλω καταστρέφω ὁ ὁμόρος σφεῖς Ἀκαρνάν | 0 |
| 10.16.7 | 1 | παραλογώτατον δὲ ἐπυνθανόμην ὑπάρξαν Λιπαραίοις ἐς Τυρσηνούς. | I have learned of a most extraordinary event that occurred between the people of Lipara and the Tyrrhenians. | παράλογος δέ πυνθάνομαι ὑπάρχω λιπαραίος εἰς Τυρσηνός | 0 |
| 10.16.7 | 2 | τοὺς γὰρ δὴ Λιπαραίους ἐναντία ναυμαχῆσαι τῶν Τυρσηνῶν ναυσὶν ὡς ἐλαχίσταις ἐκέλευσεν ἡ Πυθία. | The Pythian oracle had commanded the Liparians to engage the Tyrrhenian fleet with the fewest possible ships. | ὁ γάρ δή λιπαραίος ἐναντίος ναυμαχέω ὁ Τυρσηνός ναῦς ὡς ἐλάχιστος κελεύω ὁ Πυθία | 0 |
| 10.16.7 | 3 | πέντε οὖν ἀνάγονται τριήρεσιν ἐπὶ τοὺς Τυρσηνούς· οἱ δὲ---ἀπηξίουν γὰρ μὴ ἀποδεῖν Λιπαραίων τὰ ναυτικά---ἀντανάγονταί σφισιν ἴσαις ναυσί. | Accordingly, they set sail against the Tyrrhenians with only five triremes; the Tyrrhenians, unwilling to appear inferior to the Liparians in naval capacity, in turn sent out an equal number of ships. | πέντε οὖν ἀνάγομαι τριήρης ἐπί ὁ Τυρσηνός ὁ δέ ἀπαξιόω γάρ μή ἀποδέω λιπαραίος ὁ ναυτικός ἀντανάγω σφεῖς ἴσος ναυσί | 0 |
| 10.16.7 | 4 | ταύτας τε οὖν αἱροῦσιν οἱ Λιπαραῖοι καὶ ἄλλας πέντε ὑστέρας σφίσιν ἀνταναχθείσας, καὶ τρίτην νεῶν πεντάδα καὶ ὡσαύτως τετάρτην ἐχειρώσαντο. | The Liparians succeeded in capturing these ships, and then five additional vessels sent afterward against them, and then yet another squadron of five ships, and likewise a fourth squadron of five. | οὗτος τε οὖν αἱρέω ὁ λιπαραῖος καί ἄλλος πέντε ὕστερος σφεῖς ἀντανατίθημι καί τρίτος ναῦς πεντάς καί ὡσαύτως τέταρτος χειρόω | 0 |
| 10.16.7 | 5 | ἀνέθεσαν οὖν ἐς Δελφοὺς ταῖς ἁλούσαις ναυσὶν ἀριθμὸν ἴσα Ἀπόλλωνος ἀγάλματα. | Thus victorious, the Liparians dedicated at Delphi statues of Apollo equal in number to the captured ships. | ἀνατίθημι οὖν εἰς Δελφοί ὁ ἁλόω ναῦς ἀριθμός ἴσος Ἀπόλλων ἄγαλμα | 0 |
| 10.16.8 | 1 | Ἐχεκρατίδης δὲ ἀνὴρ Λαρισαῖος τὸν Ἀπόλλωνα ἀνέθηκε τὸν μικρόν· | Echecratides, a man from Larissa, dedicated the small image of Apollo; | Ἐχεκρατίδης δέ ἀνήρ Λαρισαῖος ὁ Ἀπόλλων ἀνατίθημι ὁ μικρός | 0 |
| 10.16.8 | 2 | καὶ ἁπάντων πρῶτον τεθῆναι τῶν ἀναθημάτων τοῦτό φασιν οἱ Δελφοί. | the Delphians say this was the very first votive offering set up there. | καί ἁπᾶς πρῶτος τίθημι ὁ ἀνάθημα οὗτος φημί ὁ Δελφοί | 0 |