Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 10.19

PassageSentenceGreekEnglishLemma FormsMissing
10.19.1 1 παρὰ δὲ τὸν Γοργίαν ἀνάθημά ἐστιν Ἀμφικτυόνων Σκιωναῖος Σκύλλις, ὃς καταδῦναι καὶ ἐς τὰ βαθύτατα θαλάσσης πάσης ἔχει φήμην· Next to the statue of Gorgias is a dedication by the Amphictyons depicting Scyllis of Scione, who has the reputation of being able to dive into even the greatest depths of any sea. παρά δέ ὁ Γοργίας ἀνάθημα εἰμί ἀμφικτύων Σκιωναῖος σκύλλις ὅς καταδύω καί εἰς ὁ βαθύτατα θάλασσα πᾶς ἔχω φήμη 0
10.19.1 2 ἐδιδάξατο δὲ καὶ Ὕδναν τὴν θυγατέρα δύεσθαι. He also taught his daughter Hydna to dive. διδάσκω δέ καί ὕδνα ὁ θυγάτηρ δύω 0
10.19.2 1 οὗτοι περὶ τὸ ὄρος τὸ Πήλιον ἐπιπεσόντος ναυτικῷ τῷ Ξέρξου βιαίου χειμῶνος προσεξειργάσαντό σφισιν ἀπώλειαν, τάς τε ἀγκύρας καὶ εἰ δή τι ἄλλο ἔρυμα ταῖς τριήρεσιν ἦν ὑφέλκοντες. These, during a severe storm that fell upon Xerxes' fleet at Mount Pelion, actively contributed to its destruction, bringing ruin upon them by diving down and cutting loose the anchors and whatever other mooring devices held secure the triremes. οὗτος περί ὁ ὄρος ὁ Πήλιον ἐπιπίπτω ναυτικός ὁ Ξέρξης βίαιος χείμων προσεξειργάζομαι σφεῖς ἀπώλεια ὁ τε ἄγκυρα καί εἰ δή τις ἄλλος ἔρυμα ὁ τριήρης εἰμί ὑφέλκω 0
10.19.2 2 ἀντὶ τούτου μὲν οἱ Ἀμφικτύονες καὶ αὐτὸν Σκύλλιν καὶ τὴν παῖδα ἀνέθεσαν· In return for these deeds, the Amphictyons dedicated statues of Scyllis himself and his daughter. ἀντί οὗτος μέν ὁ ἀμφικτύων καί αὐτός σκύλλινον καί ὁ παῖς ἀνατίθημι 0
10.19.2 3 ἐν δὲ τοῖς ἀνδριᾶσιν ὁπόσους Νέρων ἔλαβεν ἐκ Δελφῶν, ἐν τούτοις τὸν ἀριθμὸν καὶ τῆς Ὕδνης ἀπεπλήρωσεν ἡ εἰκών. Among those statues taken from Delphi by Nero was included the image of Hydna as part of that group. ἐν δέ ὁ ἀνδριάς ὅσος Νέρων λαμβάνω ἐκ Δελφοί ἐν οὗτος ὁ ἀριθμός καί ὁ ὕδνη ἀποπληρόω ὁ εἰκών 0
10.19.2 4 καταδύονται δὲ ἐς θάλασσαν γένους τοῦ θήλεος αἱ καθαρῶς ἔτι παρθένοι. It is said that even now pure maidens of the female sex dive into the sea. καταδύω δέ εἰς θάλασσα γένος ὁ θήλεος ὁ καθαρῶς ἔτι παρθένος 0
10.19.3 1 τὸ ἀπὸ τούτου δὲ ἔρχομαι διηγησόμενος λόγον Λέσβιον. After this, I proceed to recount a narrative from Lesbos. ὁ ἀπό οὗτος δέ ἔρχομαι διηγέομαι λόγος Λέσβιος 0
10.19.3 2 ἁλιεῦσιν ἐν Μηθύμνῃ τὰ δίκτυα ἀνείλκυσεν ἐκ θαλάσσης πρόσωπον ἐλαίας ξύλου πεποιημένον· τοῦτο ἰδέαν παρείχετο φέρουσαν μὲν τοι ἐς τὸ θεῖον, ξένην δὲ καὶ ἐπὶ θεοῖς Ἑλληνικοῖς οὐ καθεστῶσαν. In Methymna fishermen drew up in their nets from the sea a face made from olive wood, having an appearance indeed of divine character, yet unfamiliar and not established among the Greek gods. ἁλιεύς ἐν Μήθυμνα ὁ δίκτυον ἀνέλκω ἐκ θάλασσα πρόσωπον ἐλαία ξύλον ποιέω οὗτος ἰδέα παρέχω φέρω μέν τοί εἰς ὁ θεῖος ξένη δέ καί ἐπί θεός Ἑλληνικός οὐ καθίστημι 0
10.19.3 3 εἴροντο οὖν οἱ Μηθυμναῖοι τὴν Πυθίαν ὅτου θεῶν ἢ καὶ ἡρώων ἐστὶν ἡ εἰκών· The Methymnaeans accordingly asked the Pythian oracle whose image it was, whether of gods or heroes. εἴρομαι οὖν ὁ Μηθυμναῖος ὁ Πυθία ὅστις θεός ἤ καί ἥρως εἰμί ὁ εἰκών 0
10.19.3 4 ἡ δὲ αὐτοὺς σέβεσθαι Διόνυσον Φαλλῆνα ἐκέλευσεν. She instructed them to honor Dionysus Phallen. ὁ δέ αὐτός σέβομαι Διόνυσος φαλλήνη κελεύω 0
10.19.3 5 ἐπὶ τούτῳ οἱ Μηθυμναῖοι ξόανον μὲν τὸ ἐκ τῆς θαλάσσης παρὰ σφίσιν ἔχοντες καὶ θυσίαις καὶ εὐχαῖς τιμῶσι, χαλκοῦν δὲ ἀποπέμπουσιν ἐς Δελφούς. Thus, the Methymnaeans retain the wooden image from the sea among themselves, revering it with sacrifices and prayers, but sent a bronze copy to Delphi. ἐπί οὗτος ὁ Μηθυμναῖος ξόανον μέν ὁ ἐκ ὁ θάλασσα παρά σφεῖς ἔχω καί θυσία καί εὐχή τιμάω χαλκοῦς δέ ἀποπέμπω εἰς Δελφοί 0
10.19.4 1 τὰ δὲ ἐν τοῖς ἀετοῖς, ἔστιν Ἄρτεμις καὶ Λητὼ καὶ Ἀπόλλων καὶ Μοῦσαι δύσις τε Ἡλίου καὶ Διόνυσός τε καὶ αἱ γυναῖκες αἱ Θυιάδες. In the pediments are Artemis, Leto, Apollo and the Muses, as well as the setting of the Sun; there is also Dionysus and the women called Thyiads. ὁ δέ ἐν ὁ ἀετός εἰμί Ἄρτεμις καί Λητώ καί Ἀπόλλων καί Μοῦσα δύσις τε ἥλιος καί Διόνυσος τε καί ὁ γυνή ὁ θυιάς 0
10.19.4 2 τὰ μὲν δὴ πρῶτα αὐτῶν Ἀθηναῖος Πραξίας μαθητὴς Καλάμιδός ἐστιν ὁ ἐργασάμενος· χρόνου δὲ ὡς ὁ ναὸς ἐποιεῖτο ἐγγινομένου Πραξίαν μὲν ἔμελλεν ἀπάξειν τὸ χρεών, τὰ δὲ ὑπολειπόμενα τοῦ ἐν τοῖς ἀετοῖς κόσμου ἐποίησεν Ἀνδροσθένης , γένος μὲν καὶ οὗτος Ἀθηναῖος, μαθητὴς δὲ Εὐκάδμου. The first of these sculptures were created by Praxias, an Athenian and follower of Kalamis, but as he was carried off by fate while the temple was still under construction, the remaining decoration of the pediments was completed by Androsthenes, also Athenian by birth and a pupil of Eukadmos. ὁ μέν δή πρῶτος αὐτός Ἀθηναῖος πραξία μαθητής καλαμίς εἰμί ὁ ἐργάζομαι χρόνος δέ ὡς ὁ ναός ποιέω ἐγγίγνομαι πραξιά μέν μέλλω ἀπάγω ὁ χρεών ὁ δέ ὑπολείπω ὁ ἐν ὁ ἀετός κόσμος ποιέω Ἀνδροσθένης γένος μέν καί οὗτος Ἀθηναῖος μαθητής δέ Εὔκαδμος 0
10.19.4 3 ὅπλα δὲ ἐπὶ τῶν ἐπιστυλίων χρυσᾶ, Ἀθηναῖοι μὲν τὰς ἀσπίδας ἀπὸ τοῦ ἔργου τοῦ Μαραθῶνι ἀνέθεσαν, Αἰτωλοὶ δὲ τά τε ὄπισθεν καὶ τὰ ἐν ἀριστερᾷ Γαλατῶν δὴ ὅπλα· σχῆμα δὲ αὐτῶν ἐστιν ἐγγυτάτω τῶν Περσικῶν γέρρων. On the architraves are golden shields: the Athenians dedicated theirs from the battle at Marathon; those on the rear and left side are Gallic arms, dedicated by the Aetolians, whose shape closely resembles the Persian wicker shields. ὅπλον δέ ἐπί ὁ ἐπιστύλιον χρυσός Ἀθηναῖος μέν ὁ ἀσπίς ἀπό ὁ ἔργον ὁ Μαραθών ἀνατίθημι Αἰτωλός δέ ὁ τε ὄπισθεν καί ὁ ἐν ἀριστερός Γαλάτης δή ὅπλον σχῆμα δέ αὐτός εἰμί ἐγγύτατα ὁ Περσικός γέρρων 0
10.19.5 1 Γαλατῶν δὲ τῆς ἐς τὴν Ἑλλάδα ἐπιστρατείας ἔχει μέν τινα μνήμην καὶ ἡ ἐς τὸ βουλευτήριον ἡμῖν τὸ Ἀττικὸν συγγραφή· προάγειν δὲ ἐς τὸ σαφέστερον τὰ ἐς αὐτοὺς ἠθέλησα ἐν τῷ λόγῳ τῷ ἐς Δελφούς, ὅτι ἔργων τῶν ἐπὶ τοὺς βαρβάρους τὰ μέγιστα Ἕλλησιν ἐνταῦθα ἦν. Regarding the expedition of the Gauls against Greece, there is some mention even in the Attic record which is kept in our Council-house at Athens, but I have chosen to explain their history more clearly in my narrative concerning Delphi, because at that place occurred the greatest of the deeds done by the Greeks against these barbarians. Γαλάτης δέ ὁ εἰς ὁ Ἑλλάς ἐπιστρατεία ἔχω μέν τις μνήμη καί ὁ εἰς ὁ βουλευτήριον ἐγώ ὁ ἀττικός συγγραφή προάγω δέ εἰς ὁ σαφής ὁ εἰς αὐτός ἐθέλω ἐν ὁ λόγος ὁ εἰς Δελφοί ὅτι ἔργον ὁ ἐπί ὁ βάρβαρος ὁ μέγας Ἕλλην ἐνταῦθα εἰμί 0
10.19.5 2 ὑπερόριον μὲν οἱ Κελτοὶ στρατείαν πρώτην ὑπὸ ἡγεμόνι ἐποιήσαντο Καμβαύλῃ· προελθόντες δὲ ἄχρι τῆς Θρᾴκης τὸ πρόσω τῆς πορείας οὐκ ἀπεθάρσησαν, καταγνόντες αὑτῶν ὅτι ὀλίγοι τε ἦσαν καὶ οὐκ ἀξιόμαχοι κατʼ ἀριθμὸν Ἕλλησιν. The Celts undertook their first foreign campaign under the leader named Kambaules; however, after advancing as far as Thrace, they did not dare to proceed further, realizing they were few in number and insufficient as a force capable of matching the Greeks. ὑπερόριος μέν ὁ Κελτός στρατεία πρῶτος ὑπό ἡγεμών ποιέω Καμβαύλη προέρχομαι δέ ἄχρι ὁ Θρᾴκη ὁ πρόσω ὁ πορεία οὐ ἀθαρσέω καταγιγνώσκω ἑαυτοῦ ὅτι ὀλίγος τε εἰμί καί οὐ ἀξιόμαχος κατά ἀριθμός Ἕλλην 0
10.19.6 1 ἐπεὶ δὲ καὶ δεύτερον ἐπιφέρειν ἐδόκει ὅπλα ἐπὶ τὴν ἄλλων--- ἐνῆγον δὲ μάλιστα οἱ ὁμοῦ Καμβαύλῃ ἐκστρατεύσαντες ἅτε λῃστειῶν τε ἤδη γεγευμένοι καὶ ἁρπαγῆς καὶ κερδῶν ἐς ἔρωτα ἥκοντες---, πολὺς μὲν δὴ πεζός, οὐκ ἐλάχιστοι δὲ ἠθροίσθησαν καὶ ἐς τὸ ἱππικόν· But when he seemed to intend for a second time to launch arms against the country of others—chiefly urged on by those who had campaigned together with Kambaules, men who had already tasted of piracy and plunder and had come to cherish the love of gain—a great number of infantry was assembled, along with no small contingent of cavalry. ἐπεί δέ καί δεύτερος ἐπιφέρω δοκέω ὅπλον ἐπί ὁ ἄλλος ἄγω δέ μάλιστα ὁ ὁμοῦ Καμβαύλη ἐκστρατεύω ἅτε λῃστεία τε ἤδη γεύομαι καί ἁρπαγή καί κέρδος εἰς ἔρως ἥκω πολύς μέν δή πεζός οὐ ἐλάχιστος δέ ἀθροίζω καί εἰς ὁ ἱππικός 0
10.19.6 2 ἐς μοίρας οὖν τρεῖς ἔνεμον οἱ ἡγεμόνες τὸν στρατόν, καὶ ἄλλος ἐξ αὐτῶν ἐπὶ ἄλλην ἐτέτακτο ἰέναι χώραν. Accordingly, the leaders divided the army into three divisions, each commander appointed to march against a different territory. εἰς μοῖρα οὖν τρεῖς νέμω ὁ ἡγεμών ὁ στρατός καί ἄλλος ἐκ αὐτός ἐπί ἄλλος τάσσω εἶμι χώρα 0
10.19.7 1 ἐπὶ μὲν οὖν Θρᾷκας καὶ τὸ ἔθνος τὸ Τριβαλλῶν ἔμελλε Κερέθριος ἡγήσεσθαι· τοῖς δὲ ἐς Παιονίαν ἰοῦσι Βρέννος ἦσαν καὶ Ἀκιχώριος ἄρχοντες· Βόλγιος δὲ ἐπὶ Μακεδόνας τε καὶ Ἰλλυριοὺς ἤλασε, καὶ ἐς ἀγῶνα πρὸς Πτολεμαῖον κατέστη τότε ἔχοντα τὴν Μακεδόνων βασιλείαν. Now Cerethrius intended to lead an invasion against the Thracians and the tribe of the Triballi; the forces marching towards Paeonia were led by commanders Brennus and Acichorius; and Bolgius attacked the Macedonians and the Illyrians, engaging in battle with Ptolemy, who at that time held the kingship of Macedon. ἐπί μέν οὖν Θρᾷξ καί ὁ ἔθνος ὁ Τριβαλλοί μέλλω κερέθριος ἡγέομαι ὁ δέ εἰς παιονία εἶμι Βρέννος εἰμί καί Ἀκιχώριος ἄρχων Βόλγιος δέ ἐπί Μακεδών τε καί Ἰλλυριός ἐλαύνω καί εἰς ἀγών πρός Πτολεμαῖος καθίστημι τότε ἔχω ὁ Μακεδών βασιλεία 0
10.19.7 2 Πτολεμαῖος δὲ ἦν οὗτος ὃς Σέλευκόν τε ἐδολοφόνησε τὸν Ἀντιόχου, καταπεφευγὼς ὅμως ἱκέτης ὡς αὐτόν, καὶ εἶχεν ἐπίκλησιν Κεραυνὸς διὰ τὸ ἄγαν τολμηρόν. This was the same Ptolemy who had assassinated Seleucus, the son of Antiochus, despite Seleucus having fled to him as a suppliant; this Ptolemy bore the surname Ceraunus ("Thunderbolt") because of his excessive boldness. Πτολεμαῖος δέ εἰμί οὗτος ὅς Σέλευκος τε δολοφονέω ὁ Ἀντίοχος καταφεύγω ὅμως ἱκέτης ὡς αὐτός καί ἔχω ἐπίκλησις κεραυνός διά ὁ ἄγαν τολμηρός 0
10.19.7 3 καὶ ὁ μὲν αὐτός τε ὁ Πτολεμαῖος ἀπέθανεν ἐν τῇ μάχῃ καὶ τῶν Μακεδόνων ἐγένετο οὐκ ἐλαχίστη φθορά· προελθεῖν δὲ ὡς ἐπὶ τὴν Ἑλλάδα οὐδὲ τότε ἐθάρσησαν οἱ Κελτοί, καὶ ὁ δεύτερος οὕτω στόλος ἐπανῆλθεν ἐς τὴν οἰκείαν. Now Ptolemy himself died in the combat, and the Macedonians suffered no small disaster. καί ὁ μέν αὐτός τε ὁ Πτολεμαῖος ἀποθνῄσκω ἐν ὁ μάχη καί ὁ Μακεδών γίγνομαι οὐ ἐλάχιστος φθορά προέρχομαι δέ ὡς ἐπί ὁ Ἑλλάς οὐδέ τότε θαρσέω ὁ Κελτός καί ὁ δεύτερος οὕτως στόλος ἐπανέρχομαι εἰς ὁ οἰκεῖος 0
10.19.8 1 ἔνθα δὴ ὁ Βρέννος πολὺς μὲν ἐν συλλόγοις τοῖς κοινοῖς, πολὺς δὲ καθʼ ἕκαστον ἦν τῶν ἐν τέλει Γαλατῶν ἐπὶ τὴν Ἑλλάδα ἐπαίρων στρατεύεσθαι, ἀσθένειάν τε Ἑλλήνων τὴν ἐν τῷ παρόντι διηγούμενος καὶ ὡς χρήματα πολλὰ μὲν ἐν τῷ κοινῷ, πλείονα δὲ ἐν ἱεροῖς τά τε ἀναθήματα καὶ ἄργυρος καὶ χρυσός ἐστιν ἐπίσημος· Then indeed Brennus, both in the general assemblies and in private conversations with each of the Galatian chiefs, strongly urged a military expedition against Greece. ἔνθα δή ὁ Βρέννος πολύς μέν ἐν σύλλογος ὁ κοινός πολύς δέ κατά ἕκαστος εἰμί ὁ ἐν τέλος Γαλάτης ἐπί ὁ Ἑλλάς ἐπαίρω στρατεύομαι ἀσθένεια τε Ἕλλην ὁ ἐν ὁ παρών διηγέομαι καί ὡς χρῆμα πολύς μέν ἐν ὁ κοινός πλείων δέ ἐν ἱερός ὁ τε ἀνάθημα καί ἄργυρος καί χρυσός εἰμί ἐπίσημος 0
10.19.8 2 ἀνέπεισέ τε δὴ τοὺς Γαλάτας ἐλαύνειν ἐπὶ τὴν Ἑλλάδα, καὶ αὑτῷ συνάρχοντας ἄλλους τε προσείλετο τῶν ἐν τέλει καὶ τὸν Ἀκιχώριον. He depicted the present weakness of the Greeks, and described the immense wealth belonging both to the community and even more stored up in sanctuaries, consisting of notable dedications as well as silver and gold. ἀνείθω τε δή ὁ Γαλάτης ἐλαύνω ἐπί ὁ Ἑλλάς καί ἑαυτοῦ συνάρχω ἄλλος τε προσαιρεῖμαι ὁ ἐν τέλος καί ὁ ἀκιχώριον 0
10.19.9 1 ὁ δὲ ἀθροισθεὶς στρατὸς πεζοὶ μὲν μυριάδες ἐγένοντο πεντεκαίδεκα προσόντων σφίσι δισχιλίων, οἱ δὲ ἱππεύοντες τετρακόσιοι καὶ δισμύριοι. The army, when assembled, consisted of fifteen myriads of infantry, with an additional two thousand men, and twenty thousand four hundred cavalry. ὁ δέ ἀθροίζω στρατός πεζός μέν μυριάς γίγνομαι πεντεκαίδεκα πρόσειμι σφεῖς δισχίλιοι ὁ δέ ἱππεύω τετρακόσιοι καί δισμύριοι 0
10.19.9 2 τοσοῦτοι μὲν ἦσαν τῶν ἱππέων τὸ ἀεὶ ἐνεργόν, ἀριθμὸς δὲ αὐτῶν ὁ ἀληθὴς διακόσιοί τε καὶ χίλιοι καὶ ἓξ μυριάδες· Such was the number of horsemen always actively engaged; but their true total amounted to sixty-one thousand two hundred. τοσοῦτος μέν εἰμί ὁ ἱππεύς ὁ ἀεί ἐνεργός ἀριθμός δέ αὐτός ὁ ἀληθής διακόσιοι τε καί χίλιοι καί ἕξ μυριάς 0
10.19.9 3 δύο γὰρ οἰκέται περὶ ἕκαστον τῶν ἱππευόντων ἦσαν, ἀγαθοὶ καὶ αὐτοὶ τὰ ἱππικὰ καὶ ἵππους ὁμοίως ἔχοντες. For each cavalryman had two attendants, themselves skilled horsemen and likewise provided with horses. δύο γάρ οἰκέτης περί ἕκαστος ὁ ἱππεύω εἰμί ἀγαθός καί αὐτός ὁ ἱππικός καί ἵππος ὁμοίως ἔχω 0
10.19.10 1 Γαλατῶν δὲ τοῖς ἱππεύουσιν ἀγῶνος συνεστηκότος ὑπομένοντες τῆς τάξεως ὄπισθεν οἱ οἰκέται τοσάδε σφίσιν ἐγίνοντο χρήσιμοι· When the cavalry battle had been engaged by the Galatians, their servants, standing behind their ranks, rendered the following useful services to them: Γαλάτης δέ ὁ ἱππεύω ἀγών συνίστημι ὑπομένω ὁ τάξις ὄπισθεν ὁ οἰκέτης τόσδε σφεῖς γίγνομαι χρήσιμος 0
10.19.10 2 τῷ γὰρ ἱππεῖ συμβὰν ἢ τῷ ἵππῳ πεσεῖν, τὸν μὲν ἵππον παρεῖχεν ἀναβῆναι τῷ ἀνδρί, τελευτήσαντος δὲ τοῦ ἀνδρὸς ὁ δοῦλος ἀντὶ τοῦ δεσπότου τὸν ἵππον ἀνέβαινεν· If a horseman or his horse fell, the servant provided his horse for the fallen rider to remount; if the man had been killed, the slave himself mounted the horse in place of his master. ὁ γάρ ἱππεύς συμβαίνω ἤ ὁ ἵππος πίπτω ὁ μέν ἵππος παρέχω ἀναβαίνω ὁ ἀνήρ τελευτάω δέ ὁ ἀνήρ ὁ δοῦλος ἀντί ὁ δεσπότης ὁ ἵππος ἀναβαίνω 0
10.19.10 3 εἰ δὲ ἀμφοτέρους ἐπιλάβοι τὸ χρεών, ἐνταῦθα ἕτοιμος ἦν ἱππεύς. If fate overtook both, another horseman was ready to join the conflict. εἰ δέ ἀμφότερος ἐπιλαμβάνω ὁ χρεών ἐνταῦθα ἕτοιμος εἰμί ἱππεύς 0
10.19.10 4 λαμβανόντων δὲ τραύματα αὐτῶν, ὁ μὲν ὑπεξῆγε τῶν δούλων ἐς τὸ στρατόπεδον τὸν τραυματίαν, ὁ δὲ καθίστατο ἐς τὴν τάξιν ἀντὶ τοῦ ἀπελθόντος. If they received wounds, one of the servants carried the wounded back to the camp, while another immediately took his place in the line of battle. λαμβάνω δέ τραῦμα αὐτός ὁ μέν ὑπεξάγω ὁ δοῦλος εἰς ὁ στρατόπεδον ὁ τραυματίας ὁ δέ καθίστημι εἰς ὁ τάξις ἀντί ὁ ἀπέρχομαι 0
10.19.11 1 ταῦτα ἐμοὶ δοκεῖν ἐνομίσθη τοῖς Γαλάταις ἐς μίμησιν τοῦ ἐν Πέρσαις ἀριθμοῦ τῶν μυρίων, οἳ ἐκαλοῦντο Ἀθάνατοι. It seems to me the Gauls established these practices in imitation of the Persian contingent of the Ten Thousand, who were called the Immortals. οὗτος ἐγώ δοκέω νομίζω ὁ Γαλάτης εἰς μίμησις ὁ ἐν Πέρσης ἀριθμός ὁ μυρίος ὅς καλέω ἀθάνατος 0
10.19.11 2 διάφορα δὲ ἦν, ὅτι κατελέγοντο ἀντὶ τῶν ἀποθνησκόντων ὑπὸ μὲν Περσῶν τῆς μάχης ὕστερον, Γαλάταις δὲ ὑπʼ αὐτὴν τοῦ ἔργου τὴν ἀκμὴν ὁ ἀριθμὸς ἀπεπληροῦτο τῶν ἱππέων. There was, however, a difference: among the Persians, vacancies caused by casualties in battle were filled afterwards, while among the Gauls the troop of cavalry was restored to its full number immediately, in the very heat of combat. διάφορος δέ εἰμί ὅτι καταλέγω ἀντί ὁ ἀποθνῄσκω ὑπό μέν Πέρσης ὁ μάχη ὕστερον Γαλάτης δέ ὑπό αὐτός ὁ ἔργον ὁ ἀκμήν ὁ ἀριθμός ἀποπληρόω ὁ ἱππεύς 0
10.19.11 3 τοῦτο ὠνόμαζον τὸ σύνταγμα τριμαρκισίαν τῇ ἐπιχωρίῳ φωνῇ· καὶ ἵππῳ τὸ ὄνομα ἴστω τις μάρκαν ὂν τὰ ὑπὸ τῶν Κελτῶν. They called this unit "Trimarkisia" in their native tongue; and one should understand that a horse is called "marka" among the Celts. οὗτος ὀνομάζω ὁ σύνταγμα τριμαρκισία ὁ ἐπιχώριος φωνή καί ἵππος ὁ ὄνομα ἵστημι τις Μάρκος εἰμί ὁ ὑπό ὁ Κελτός 0
10.19.12 1 παρασκευῇ μὲν τοσαύτῃ καὶ μετὰ διανοίας τοιαύτης ἐπὶ τὴν Ἑλλάδα ὁ Βρέννος ἤλαυνε· With such preparations and in such a frame of mind, Brennus advanced against Greece. παρασκευή μέν τοσοῦτος καί μετά διάνοια τοιοῦτος ἐπί ὁ Ἑλλάς ὁ Βρέννος ἐλαύνω 0
10.19.12 2 τοῖς δέ γε Ἕλλησι κατεπεπτώκει μὲν ἐς ἅπαν τὰ φρονήματα, τὸ δὲ ἰσχυρὸν τοῦ δείματος προῆγεν ἐς ἀνάγκην τῇ Ἑλλάδι ἀμύνειν. As for the Greeks, their spirits were altogether disheartened, but the extremity of their fear compelled them by necessity to defend Greece. ὁ δέ γε Ἕλλην καταπίπτω μέν εἰς ἅπας ὁ φρόνημα ὁ δέ ἰσχυρός ὁ δέος προάγω εἰς ἀνάγκη ὁ Ἑλλάς ἀμύνω 0
10.19.12 3 ἑώρων δὲ τὸν ἐν τῷ παρόντι ἀγῶνα οὐχ ὑπὲρ ἐλευθερίας γενησόμενον, καθὰ ἐπὶ τοῦ Μήδου ποτέ, οὐδὲ δοῦσιν ὕδωρ καὶ γῆν τὰ ἀπὸ τούτου σφίσιν ἄδειαν φέροντα· They understood that the impending struggle would no longer be for freedom, as it had been formerly against the Persian, nor could offering earth and water now bring about their safety as before. ὁράω δέ ὁ ἐν ὁ παρών ἀγών οὐ ὑπέρ ἐλευθερία γενήσομαι καθά ἐπί ὁ Μήδος ποτέ οὐδέ δίδωμι ὕδωρ καί γῆ ὁ ἀπό οὗτος σφεῖς ἀδεία φέρω 0
10.19.12 4 ἀλλὰ τά τε ἐς Μακεδόνας καὶ Θρᾷκας καὶ Παίονας τὰ ἐπὶ τῆς προτέρας καταδρομῆς τῶν Γαλατῶν ἔτι σφίσιν ἔκειτο ἐν μνήμῃ, καὶ τὰ ἐν τῷ παρόντι τὰ ἐς Θεσσαλοὺς παρανομήματα ἀπηγγέλλετο. Instead, memories remained vivid within them of the former Gallic incursions against the Macedonians, Thracians, and Paeonians, and now fresh news reached them about current outrages committed upon the Thessalians. ἀλλά ὁ τε εἰς Μακεδών καί Θρᾷξ καί Παίων ὁ ἐπί ὁ πρότερος καταδρομή ὁ Γαλάτης ἔτι σφεῖς κεῖμαι ἐν μνήμη καί ὁ ἐν ὁ παρών ὁ εἰς Θεσσαλός παράνομημα ἀπαγγέλλω 0
10.19.12 5 ὡς οὖν ἀπολωλέναι δέον ἢ δʼ οὖν ἐπικρατεστέρους εἶναι, κατʼ ἄνδρα τε ἰδίᾳ καὶ αἱ πόλεις διέκειντο ἐν κοινῷ. Thus, perceiving clearly that they must either perish or prevail by force, each man individually, and all their cities together, resolved firmly to make a common stand. ὡς οὖν ἀπόλλυμι δέον ἤ δέ οὖν ἐπικρατής εἰμί κατά ἀνήρ τε ἰδίᾳ καί ὁ πόλις διάκειμαι ἐν κοινός 0