Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 10.23.1 | 1 | Βρέννῳ δὲ καὶ τῇ στρατιᾷ τῶν τε Ἑλλήνων οἱ ἐς Δελφοὺς ἀθροισθέντες ἀντετάξαντο, καὶ τοῖς βαρβάροις ἀντεσήμαινε τὰ ἐκ τοῦ θεοῦ ταχύ τε καὶ ὧν ἴσμεν φανερώτατα. | Against Brennus and his army, the Greeks who had gathered at Delphi arranged themselves in opposition, and the divine signs opposing the foreigners manifested swiftly and most clearly, according to our knowledge. | Βρέννος δέ καί ὁ στρατιά ὁ τε Ἕλλην ὁ εἰς Δελφοί ἀθροίζω ἀντίτασσομαι καί ὁ βάρβαρος ἀντισήμαινω ὁ ἐκ ὁ θεός ταχύς τε καί ὅς οἶδα φανερός | 0 |
| 10.23.1 | 2 | ἥ τε γὰρ γῆ πᾶσα, ὅσην ἐπεῖχεν ἡ τῶν Γαλατῶν στρατιά, βιαίως καὶ ἐπὶ πλεῖστον ἐσείετο τῆς ἡμέρας, βρονταί τε καὶ κεραυνοὶ συνεχεῖς ἐγίνοντο· | For the whole earth occupied by the army of the Gauls shook violently and continuously for much of the day, while thunderbolts and lightning repeatedly struck. | ὅς τε γάρ γῆ πᾶς ὅσος ἐπέχω ὁ ὁ Γαλάτης στρατιά βιαίως καί ἐπί πλεῖστος σείω ὁ ἡμέρα βροντή τε καί κεραυνός συνεχής γίγνομαι | 0 |
| 10.23.2 | 1 | καὶ οἱ μὲν ἐξέπληττόν τε τοὺς Κελτοὺς καὶ δέχεσθαι τοῖς ὠσὶ τὰ παραγγελλόμενα ἐκώλυον, τὰ δὲ ἐκ τοῦ οὐρανοῦ οὐκ ἐς ὅντινα κατασκήψαι μόνον ἀλλὰ καὶ τοὺς πλησίον καὶ αὐτοὺς ὁμοίως καὶ τὰ ὅπλα ἐξῆπτε. | And they not only struck terror into the Celts and prevented them from hearing orders clearly, but also the lightning from heaven fell not just upon single individuals, but struck equally those nearby, and ignited both the men themselves and their armor. | καί ὁ μέν ἐκπλήσσω τε ὁ Κελτός καί δέχομαι ὁ οὖς ὁ παραγγέλλω κωλύω ὁ δέ ἐκ ὁ οὐρανός οὐ εἰς ὅστις κατασκήπτω μόνος ἀλλά καί ὁ πλησίον καί αὐτός ὁμοίως καί ὁ ὅπλον ἐξάπτω | 0 |
| 10.23.2 | 2 | τά τε τῶν ἡρώων τηνικαῦτά σφισιν ἐφάνη φάσματα, ὁ Ὑπέροχος καὶ ὁ Λαόδοκός τε καὶ Πύρρος· οἱ δὲ καὶ τέταρτον Φύλακον ἐπιχώριον Δελφοῖς ἀπαριθμοῦσιν ἥρωα. | At this very moment, appearances of heroes became visible to them: Hyperochus, Laodocus, and Pyrrhus; some add also a fourth hero, Phylacus, a local figure of Delphi. | ὁ τε ὁ ἥρως τηνικαῦτα σφεῖς φαίνω φάσμα ὁ ὑπέροχος καί ὁ λαόδοκος τε καί πύρρος ὁ δέ καί τέταρτος φύλακος ἐπιχώριος Δελφοί ἀπαριθμέω ἥρως | 0 |
| 10.23.3 | 1 | ἀπέθανον δὲ καὶ αὐτῶν παρὰ τὸ ἔργον τῶν Φωκέων ἄλλοι τε ἀριθμὸν πολλοὶ καὶ Ἀλεξίμαχος, ὃς ἐν τῇ μάχῃ ταύτῃ μάλιστα Ἑλλήνων ἡλικίας τε τῷ ἀκμάζοντι καὶ ἰσχύι σώματος καὶ τῷ ἐρρωμένῳ τοῦ θυμοῦ κατεχρήσατο ἐς τῶν βαρβάρων τὸν φόνον· | Among the Phokians themselves, many others died during this action, as well as Aleximachus, who, more than any of the Greeks in this battle, by virtue of his youthful prime, bodily strength, and great courage, wrought destruction upon the barbarians. | ἀποθνῄσκω δέ καί αὐτός παρά ὁ ἔργον ὁ Φωκεύς ἄλλος τε ἀριθμός πολύς καί ἀλεξίμαχος ὅς ἐν ὁ μάχη οὗτος μάλιστα Ἕλλην ἡλικία τε ὁ ἀκμάζω καί ἰσχύς σῶμα καί ὁ ἐρρωμένος ὁ θυμός καταχράομαι εἰς ὁ βάρβαρος ὁ φόνος | 0 |
| 10.23.3 | 2 | Φωκεῖς δὲ εἰκόνα τοῦ Ἀλεξιμάχου ποιησάμενοι ἀπέστειλαν τῷ Ἀπόλλωνι ἐς Δελφούς. | The Phokians made a statue of Aleximachus and dedicated it to Apollo at Delphi. | Φωκεύς δέ εἰκών ὁ ἀλεξίμαχος ποιέω ἀποστέλλω ὁ Ἀπόλλων εἰς Δελφοί | 0 |
| 10.23.4 | 1 | τοιούτοις μὲν οἱ βάρβαροι παρὰ πᾶσαν τὴν ἡμέραν παθήμασί τε καὶ ἐκπλήξει συνείχοντο· τὰ δὲ ἐν τῇ νυκτὶ πολλῷ σφᾶς ἔμελλεν ἀλγεινότερα ἐπιλήψεσθαι. | Throughout the entire day, the barbarians were thus overwhelmed by sufferings and terror, yet the sufferings coming upon them during the night were destined to be far more grievous. | τοιοῦτος μέν ὁ βάρβαρος παρά πᾶς ὁ ἡμέρα πάθημα τε καί ἐκπλήσσω συνέχω ὁ δέ ἐν ὁ νύξ πολύς σφεῖς μέλλω ἀλγεινός ἐπιλήψομαι | 0 |
| 10.23.4 | 2 | ῥῖγός τε γὰρ ἰσχυρὸν καὶ νιφετὸς ἦν ὁμοῦ τῷ ῥίγει, πέτραι τε ἀπολισθάνουσαι τοῦ Παρνασσοῦ μεγάλαι τε καὶ κρημνοὶ καταρρηγνύμενοι σκοπὸν τοὺς βαρβάρους εἶχον, καὶ αὐτοῖς οὐ κατὰ ἕνα ἢ δύο ἀλλὰ κατὰ τριάκοντα καὶ ἔτι πλείοσιν, ὡς ἕκαστοι ἐν τῷ αὐτῷ φρουροῦντες ἢ καὶ ἀναπαυόμενοι τύχοιεν, ἀθρόοις ἡ ἀπώλεια ἐγένετο ὑπὸ τῆς ἐμβολῆς τῶν κρημνῶν. | For there came a severe frost, accompanied by heavy snowfall, and there were great rocks slipping from Parnassus and precipices breaking away, all aimed, as it seemed, at the barbarians; and these, falling not individually or by twos, but upon groups of thirty or even more, as the men were stationed on guard or resting together, destroyed many at once through the impact of the falling cliffs. | ῥῖγος τε γάρ ἰσχυρός καί νιφετός εἰμί ὁμοῦ ὁ ῥίγος πέτρα τε ἀπολισθάνω ὁ Παρνασσός μέγας τε καί κρημνός καταρρήγνυμι σκοπός ὁ βάρβαρος ἔχω καί αὐτός οὐ κατά εἷς ἤ δύο ἀλλά κατά τριάκοντα καί ἔτι πλείων ὡς ἕκαστος ἐν ὁ αὐτός φρουρέω ἤ καί ἀναπαύω τύχω ἄθροος ὁ ἀπώλεια γίγνομαι ὑπό ὁ ἐμβολή ὁ κρημνός | 0 |
| 10.23.5 | 1 | ἅμα δὲ τῷ ἡλίῳ ἀνίσχοντι οἱ Ἕλληνες ἐπῄεσάν σφισιν ἐκ τῶν Δελφῶν, οἱ μὲν ἄλλοι τὴν ἐπὶ τὸ στράτευμα εὐθεῖαν, οἱ Φωκεῖς δὲ ἅτε καὶ μᾶλλον ἔχοντες τῶν χωρίων ἐμπείρως κατέβησάν τε διὰ τῆς χιόνος κατὰ τὰ ἀπότομα τοῦ Παρνασσοῦ καὶ ἔλαθον κατὰ νώτου γενόμενοι τοῖς Κελτοῖς, ἠκόντιζόν τε ἐς αὐτοὺς καὶ ἐτόξευον σὺν οὐδενὶ ἀπὸ τῶν βαρβάρων δείματι. | As soon as the sun rose, the Greeks advanced against them from Delphi; the rest went straight against the enemy army, but the Phokians, being more familiar with the terrain, descended through the snow down the steep slopes of Parnassus, and unnoticed, came around to the rear of the Celts, casting javelins and arrows upon them, showing not the slightest fear of the Barbarians. | ἅμα δέ ὁ ἥλιος ἀνίσχω ὁ Ἕλλην ἔπειμι σφεῖς ἐκ ὁ Δελφοί ὁ μέν ἄλλος ὁ ἐπί ὁ στράτευμα εὐθεῖα ὁ Φωκεύς δέ ἅτε καί μᾶλλον ἔχω ὁ χωρίον ἐμπείρως καταβαίνω τε διά ὁ χιών κατά ὁ ἀπότομος ὁ Παρνασσός καί λανθάνω κατά νῶτον γίγνομαι ὁ Κελτός ἀκοντίζω τε εἰς αὐτός καί τοξεύω σύν οὐδείς ἀπό ὁ βάρβαρος δείμα | 0 |
| 10.23.6 | 1 | οἱ δὲ ἀρχομένης μὲν τῆς μάχης, καὶ μάλιστα οἱ περὶ τὸν Βρέννον ---οὗτοι δὲ μήκιστοί τε ἦσαν καὶ ἀλκιμώτατοι τῶν Γαλατῶν---τότε μὲν ὑπὸ προθυμίας ἔτι ἀντεῖχον βαλλόμενοί τε πανταχόθεν καὶ οὐχ ἧσσον ὑπὸ τοῦ ῥίγους, μάλιστα οἱ τραυματίαι, ταλαιπωροῦντες· | At the beginning of the battle, the Gauls—especially those around Brennus, who were the tallest and bravest among them—still resisted with great zeal, although they were being assailed on every side and were suffering severely from the cold, most of all the wounded. | ὁ δέ ἄρχομαι μέν ὁ μάχη καί μάλιστα ὁ περί ὁ Βρεννος οὗτος δέ μήκιστος τε εἰμί καί ἀλκιμώτατος ὁ Γαλάτης τότε μέν ὑπό προθυμία ἔτι ἀντέχω βάλλω τε πανταχόθεν καί οὐ ἧσσων ὑπό ὁ ῥίγος μάλιστα ὁ τραυματίας ταλαιπωρέω | 0 |
| 10.23.6 | 2 | ὡς δὲ καὶ ὁ Βρέννος ἔλαβε τραύματα, ἐκεῖνον μὲν λιποψυχήσαντα ἐκκομίζουσιν ἐκ τῆς μάχης, οἱ δὲ βάρβαροι πανταχόθεν σφίσιν ἐγκειμένων τῶν Ἑλλήνων ὑπέφευγόν τε ἄκοντες καὶ ἑαυτῶν τοὺς ἀδυνάτους διὰ τραύματα ἕπεσθαι καὶ ἀρρωστίαν φονεύουσιν. | But when Brennus himself was wounded and, faint of heart, was carried off the field, then the barbarians, pressed in everywhere by the Greeks, fled unwillingly and killed those among their number who were too weakened by wounds and sickness to keep pace. | ὡς δέ καί ὁ Βρέννος λαμβάνω τραῦμα ἐκεῖνος μέν λιποψυχεῖν ἐκκομίζω ἐκ ὁ μάχη ὁ δέ βάρβαρος πανταχόθεν σφεῖς ἔγκειμαι ὁ Ἕλλην ὑποφεύγω τε ἄκων καί ἑαυτοῦ ὁ ἀδύνατος διά τραῦμα ἕπομαι καί ἀρρωστία φονεύω | 0 |
| 10.23.7 | 1 | καὶ οἱ μὲν ἐστρατοπεδεύσαντο ἔνθα νὺξ κατελάμβανεν ἀναχωροῦντας, ἐν δὲ τῇ νυκτὶ φόβος σφίσιν ἐμπίπτει Πανικός· | And so they encamped wherever night overtook them during their retreat, but during the night, a panic terror seized upon them. | καί ὁ μέν στρατοπεδεύω ἔνθα νύξ καταλαμβάνω ἀναχωρέω ἐν δέ ὁ νύξ φόβος σφεῖς ἐμπίπτω πανικός | 0 |
| 10.23.7 | 2 | τὰ γὰρ ἀπὸ αἰτίας οὐδεμιᾶς δείματα ἐκ τούτου φασὶ γίνεσθαι. | For fears that occur without any rational cause are said to be due to Pan. | ὁ γάρ ἀπό αἰτία οὐδείς δεῖμα ἐκ οὗτος φημί γίγνομαι | 0 |
| 10.23.7 | 3 | ἐνέπεσε μὲν ἐς τὸ στράτευμα ἡ ταραχὴ περὶ βαθεῖαν τὴν ἑσπέραν, καὶ ὀλίγοι τὸ κατʼ ἀρχὰς ἐγένοντο οἱ παραχθέντες ἐκ τοῦ νοῦ, ἐδόξαζόν τε οὗτοι κτύπου τε ἐπελαυνομένων ἵππων καὶ ἐφόδου πολεμίων αἰσθάνεσθαι · | Disorder struck the army around late evening; at first only a few men lost their senses, imagining that they heard the sounds of galloping horses and perceived the approach of enemies. | ἐμπίπτω μέν εἰς ὁ στράτευμα ὁ ταραχή περί βαθύς ὁ ἑσπέρα καί ὀλίγος ὁ κατά ἀρχή γίγνομαι ὁ παραχέω ἐκ ὁ νοῦς δοξάζω τε οὗτος κτύπος τε ἐπελαύνω ἵππος καί ἔφοδος πολέμιος αἰσθάνομαι | 0 |
| 10.23.7 | 4 | μετὰ δὲ οὐ πολὺ καὶ ἐς ἅπαντας διέδρα ἡ ἄγνοια. | Soon enough, however, the confusion spread among the entire army. | μετά δέ οὐ πολύς καί εἰς ἅπας διαδραμέω ὁ ἄγνοια | 0 |
| 10.23.8 | 1 | ἀναλαβόντες οὖν τὰ ὅπλα καὶ διαστάντες ἔκτεινόν τε ἀλλήλους καὶ ἀνὰ μέρος ἐκτείνοντο, οὔτε γλώσσης τῆς ἐπιχωρίου συνιέντες οὔτε τὰς ἀλλήλων μορφὰς οὔτε τῶν θυρεῶν καθορῶντες τὰ σχήματα· | Then taking up their weapons and standing apart, they began slaying one another and being slain in turn, neither understanding the native tongue nor discerning each other's features nor recognizing the shapes of their shields. | ἀναλαμβάνω οὖν ὁ ὅπλον καί δίστημι κτείνω τε ἀλλήλων καί ἀνά μέρος τείνω οὔτε γλῶσσα ὁ ἐπιχώριος συνίημι οὔτε ὁ ἀλλήλων μορφή οὔτε ὁ θυρεός καθοράω ὁ σχῆμα | 0 |
| 10.23.8 | 2 | ἀλλὰ ἀμφοτέραις ταῖς τάξεσιν ὁμοίως ὑπὸ τῆς ἐν τῷ παρόντι ἀγνοίας οἵ τε ἄνδρες οἱ ἀνθεστηκότες εἶναί σφισιν Ἕλληνες καὶ αὐτοὶ καὶ τὰ ὅπλα ἐφαίνοντο καὶ Ἑλλάδα ἀφιέναι τὴν φωνήν, ἥ τε ἐκ τοῦ θεοῦ μανία πλεῖστον ἐξειργάσατο ὑπʼ ἀλλήλων τοῖς Γαλάταις τὸν φόνον. | In both battle lines, due to their confusion at that moment, the warriors confronting them appeared similarly Greek, their arms appeared Greek, and their speech seemed to be Greek. | ἀλλά ἀμφότεροι ὁ τάξις ὁμοίως ὑπό ὁ ἐν ὁ παρών ἀγνοία ὁ τε ἀνήρ ὁ ἀνθεστηκώς εἰμί σφεῖς Ἕλλην καί αὐτός καί ὁ ὅπλον φαίνομαι καί Ἑλλάς ἀφίημι ὁ φωνή ὅς τε ἐκ ὁ θεός μανία πλεῖστος ἐξεργάζομαι ὑπό ἀλλήλων ὁ Γαλάτης ὁ φόνος | 0 |
| 10.23.9 | 1 | τῶν δὲ Φωκέων ὅσοι κατελίποντο κατὰ τοὺς ἀγροὺς φυλακῆς βοσκημάτων ἕνεκα, πρῶτοί τε ᾔσθοντο καὶ ἀπαγγέλλουσι τοῖς Ἕλλησι τὰ ἐν τῇ νυκτὶ κατασχόντα τοὺς βαρβάρους. | Those of the Phokians who had remained scattered through the countryside to guard their livestock were the first to perceive and report to the Greeks the events that had happened with the barbarians during the night. | ὁ δέ Φωκεύς ὅσος καταλείπω κατά ὁ ἀγρός φυλακή βόσκημα ἕνεκα πρῶτος τε αἰσθάνομαι καί ἀπαγγέλλω ὁ Ἕλλην ὁ ἐν ὁ νύξ κατέχω ὁ βάρβαρος | 0 |
| 10.23.9 | 2 | ἀναθαρσήσαντες δὲ οἱ Φωκεῖς προθυμότερον ἔτι ἐνέκειντο τοῖς Κελτοῖς· | Encouraged by this, the Phokians pressed more eagerly against the Celts. | ἀναθαρσέω δέ ὁ Φωκεύς προθύμως ἔτι ἐνέκειμαι ὁ Κελτός | 0 |
| 10.23.9 | 3 | διὰ φυλακῆς τε πλείονος τὰς ἐπαύλεις ἐποιοῦντο καὶ τὰ ἐς βίου χρείαν οὐ περιεώρων σφᾶς ἐκ τῆς χώρας ἀμαχεὶ λαμβάνοντας, ἐγεγόνει τε αὐτίκα τοῖς Γαλάταις διὰ παντὸς τοῦ στρατοῦ καὶ σίτου καὶ ὅσα ἐς τροφὴν ἄλλα ἔνδεια ἰσχυρά. | They defended their farmsteads with increased vigilance and did not passively watch the enemy seize from their land without a fight goods essential for their livelihood. | διά φυλακή τε πλείων ὁ ἐπαυλίς ποιέω καί ὁ εἰς βίος χρεία οὐ περιοράω σφεῖς ἐκ ὁ χώρα ἀμαχί λαμβάνω γίγνομαι τε αὐτίκα ὁ Γαλάτης διά πᾶς ὁ στρατός καί σῖτος καί ὅσος εἰς τροφή ἄλλος ἔνδεια ἰσχυρός | 0 |
| 10.23.10 | 1 | πλῆθος δὲ τὸ ἐν τῇ Φωκίδι αὐτῶν ἀναλωθέν, ὀλίγῳ μὲν ἑξακισχιλίων ἐλάσσονες οἱ ἐν ταῖς μάχαις, οἱ δʼ ἐν τῇ χειμερίῳ διαφθαρέντες νυκτὶ καὶ ὕστερον οἱ ἐν τῷ Πανικῷ δείματι ἐγένοντο ὑπὲρ τοὺς μυρίους, τοσοῦτοι δὲ ἄλλοι καὶ ὑπὸ τοῦ λιμοῦ. | The total number of them destroyed in Phocis was slightly fewer than six thousand in the battles themselves, but those who perished during the wintry night and afterwards in the panic exceeded ten thousand, and as many again died by starvation. | πλῆθος δέ ὁ ἐν ὁ Φωκίς αὐτός ἀναλόω ὀλίγος μέν ἑξακισχίλιοι ἐλάσσων ὁ ἐν ὁ μάχη ὁ δέ ἐν ὁ χειμέριος διαφθείρω νύξ καί ὕστερον ὁ ἐν ὁ πανικός δείμα γίγνομαι ὑπέρ ὁ μύριοι τοσοῦτος δέ ἄλλος καί ὑπό ὁ λιμός | 0 |
| 10.23.11 | 1 | Ἀθηναίων δὲ ἄνδρες ἐπισκεψόμενοι μὲν ἀφίκοντο ἐν Δελφοῖς· τότε δὲ ἐπανήκοντες τά τε ἄλλα ἤγγελλον ὁποῖα συμβεβήκει τοῖς βαρβάροις καὶ τὰ ἐκ τοῦ θεοῦ κατειληφότα. | Some men of the Athenians had gone to Delphi to make inquiry, and upon their return they reported both what had happened to the barbarians, and the oracle they had received from the god. | Ἀθηναῖος δέ ἀνήρ ἐπισκέπτομαι μέν ἀφικνέομαι ἐν Δελφοί τότε δέ ἐπανήκω ὁ τε ἄλλος ἀγγέλλω οἷος συμβαίνω ὁ βάρβαρος καί ὁ ἐκ ὁ θεός καταλαμβάνω | 0 |
| 10.23.11 | 2 | οἱ δὲ αὐτοί τε ἐξεστρατεύοντο καὶ ὡς τὴν Βοιωτίαν διώδευον οἱ Βοιωτοί σφισιν ἀνεμίχθησαν· | The Athenians themselves then marched out, and as they were passing through Boeotia, the Boeotians joined forces with them. | ὁ δέ αὐτός τε ἐξεστρατεύομαι καί ὡς ὁ Βοιωτία διοδεύω ὁ βοιωτός σφεῖς ἀναμίγνυμι | 0 |
| 10.23.11 | 3 | οὕτω δὴ ἀμφότεροι τοῖς βαρβάροις ἐπακολουθοῦντες ἐλόχων τε καὶ ἔκτεινον τοὺς ἀεὶ ἐσχάτους. | Thus united, both groups followed after the barbarians, ambushed them, and repeatedly slew those who were falling behind. | οὕτως δή ἀμφότερος ὁ βάρβαρος ἐπακολουθέω ἐλόω τε καί κτείνω ὁ ἀεί ἔσχατος | 0 |
| 10.23.12 | 1 | τοῖς δὲ φεύγουσιν ὁμοῦ τῷ Βρέννῳ καὶ οἱ περὶ τὸν Ἀκιχώριον ἐν τῇ προτέρᾳ νυκτὶ ἀνεμίχθησαν· βραδεῖαν γὰρ τὴν πορείαν ἐποίησάν σφισιν οἱ Αἰτωλοὶ τοῖς τε ἀκοντίοις ἐς αὐτοὺς ἀφειδέστερον καὶ ὅτῳ τύχοιεν καὶ ἄλλῳ χρώμενοι, ὥστε ἐς τὸ στρατόπεδον τὸ πρὸς τῇ Ἡρακλείᾳ μοῖρα οὐ πολλὴ διέφυγεν ἐξ αὐτῶν. | Those who fled along with Brennus joined with the men around Akichorius during the previous night. | ὁ δέ φεύγω ὁμοῦ ὁ Βρέννος καί ὁ περί ὁ ἀκιχώριον ἐν ὁ πρότερος νύξ ἀναμίγνυμι βραδύς γάρ ὁ πορεία ποιέω σφεῖς ὁ Αἰτωλός ὁ τε ἀκόντιον εἰς αὐτός ἀφειδής καί ὅστις τύχω καί ἄλλος χράομαι ὥστε εἰς ὁ στρατόπεδον ὁ πρός ὁ Ἡρακλείη μοῖρα οὐ πολύς διαφεύγω ἐκ αὐτός | 0 |
| 10.23.12 | 2 | τῷ δὲ Βρέννῳ κατὰ μὲν τὰ τραύματα ἐλείπετο ἔτι σωτηρίας ἐλπίς· τῶν δὲ πολιτῶν φόβῳ φασὶν αὐτὸν καὶ τῇ αἰδοῖ πλέον, ἅτε τῶν ἐν τῇ Ἑλλάδι κακῶν αἴτιον, ἑκουσίως ἀφεῖναι τὴν ψυχὴν ἀκράτου πίνοντα τοῦ οἴνου. | The Aetolians had made their march slow, attacking them unsparingly with javelins and whatever other weapons were available, so that only a small portion of them escaped to the camp near Herakleia. | ὁ δέ Βρέννος κατά μέν ὁ τραῦμα λείπω ἔτι σωτηρία ἐλπίς ὁ δέ πολίτης φόβος φημί αὐτός καί ὁ αἰδώς πλέον ἅτε ὁ ἐν ὁ Ἑλλάς κακός αἴτιος ἑκουσίως ἀφίημι ὁ ψυχή ἀκρατής πίνω ὁ οἶνος | 0 |
| 10.23.13 | 1 | καὶ τὸ ἀπὸ τούτου δὲ οἱ βάρβαροι μέχρι μὲν τοῦ Σπερχειοῦ χαλεπῶς ἐκομίσθησαν, τῶν Αἰτωλῶν βιαίως σφίσιν ἐγκειμένων· | From this point onward the barbarians made their retreat to the Spercheius only with great difficulty, harassed violently by the Aetolians. | καί ὁ ἀπό οὗτος δέ ὁ βάρβαρος μέχρι μέν ὁ Σπερχειός χαλεπῶς ἐκκομίζω ὁ Αἰτωλός βιαίως σφεῖς ἔγκειμαι | 0 |
| 10.23.13 | 2 | ὡς δὲ ἀφίκοντο ἐπὶ τὸν Σπερχειόν, οἱ ἐντεῦθεν ὑποκαθήμενοι Θεσσαλοὶ καὶ οἱ Μαλιεῖς ἐνεφορήθησαν οὕτω σφῶν ὡς μηδένα οἴκαδε ἀποσωθῆναι. | And when they arrived at the Spercheius, the Thessalians and Malians, who lay hidden in ambush there, fell upon them and destroyed them so utterly that none returned home alive. | ὡς δέ ἀφικνέομαι ἐπί ὁ Σπερχειός ὁ ἐντεῦθεν ὑποκάθημαι Θεσσαλός καί ὁ Μαλιεύς ἐμφορέω οὕτως σφεῖς ὡς μηδείς οἴκαδε ἀποσῴζω | 0 |
| 10.23.14 | 1 | ἐγένετο δὲ τῶν Κελτῶν στρατεία τε ἐπὶ τὴν Ἑλλάδα καὶ ἡ ἀπώλεια Ἀναξικράτους Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς πέμπτης Ὀλυμπιάδος ἐπὶ εἴκοσι καὶ ἑκατόν, ἣν Λάδας Αἰγιεὺς ἐνίκα στάδιον· | The Celtic invasion of Greece and their defeat occurred during the archonship of Anaxicrates at Athens, in the second year of the hundred and twenty-fifth Olympiad, in which Ladas of Aigion won the stadion. | γίγνομαι δέ ὁ Κελτός στρατεία τε ἐπί ὁ Ἑλλάς καί ὁ ἀπώλεια Ἀναξικράτης Ἀθήνησι ἄρχων δεύτερος δέ ἔτος ὁ πέμπτος Ὀλυμπιάς ἐπί εἴκοσι καί ἑκατόν ὅς Λᾶας Αἰγιεύς νικάω στάδιον | 0 |
| 10.23.14 | 2 | τῷ δὲ ἔτει τῷ ἐφεξῆς Δημοκλέους Ἀθήνῃσιν ἄρχοντος, οἱ δὲ αὖθις ἐς τὴν Ἀσίαν διαβαίνουσιν οἱ Κελτοί. | In the following year, during the archonship of Democles at Athens, the Celts crossed once more into Asia. | ὁ δέ ἔτος ὁ ἐφεξῆς Δημοκλέης Ἀθήνησι ἄρχων ὁ δέ αὖθις εἰς ὁ Ἀσία διαβαίνω ὁ Κελτός | 0 |