Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 10.34

PassageSentenceGreekEnglishLemma FormsMissing
10.34.1 1 Ἐλάτεια δὲ τῶν ἐν Φωκεῦσι μεγίστη πόλεών ἐστι τῶν ἄλλων μετά γε τοὺς Δελφούς· Elateia is the largest of the Phocian cities after Delphi itself. Ἐλάτεια δέ ὁ ἐν Φωκεύς μέγιστος πόλις εἰμί ὁ ἄλλος μετά γε ὁ Δελφοί 0
10.34.1 2 κεῖται δὲ κατὰ Ἀμφίκλειαν, καὶ ἐς αὐτὴν ὀγδοήκοντα καὶ ἑκατὸν ὁδός ἐστιν ἐξ Ἀμφικλείας σταδίων, πεδιὰς ἡ πολλὴ καὶ αὖθις οὐκ ἐπὶ πολὺ ἀνάντης ἡ ἐγγυτάτω τοῦ Ἐλατέων ἄστεως. It lies near Amphicleia, and the road between them is one hundred and eighty stadia. κεῖμαι δέ κατά Ἀμφίκλεια καί εἰς αὐτός ὀγδοήκοντα καί ἑκατόν ὁδός εἰμί ἐκ Ἀμφικλεία στάδιον πεδός ὁ πολύς καί αὖθις οὐ ἐπί πολύς ἀνάντης ὁ ἐγγύτατα ὁ ἐλατός ἄστυ 0
10.34.1 3 ῥεῖ δὲ ἐν τῇ πεδιάδι ὁ Κηφισός· αἱ δὲ ὠτίδες καλούμεναι παρὰ τὸν Κηφισὸν νέμονται μάλιστα ὀρνίθων. Most of the way is flat terrain, and then again only slightly uphill as one approaches the city of Elateia. ῥέω δέ ἐν ὁ πεδιάς ὁ Κηφισός ὁ δέ ὠτίς καλέω παρά ὁ Κηφισός νέμω μάλιστα ὄρνις 0
10.34.2 1 Ἐλατεῦσι δὲ ἐξεγένετο μὲν Κάσσανδρον καὶ τὴν Μακεδόνων ἀπώσασθαι στρατιάν, ὑπῆρξε δὲ καὶ Ταξίλου Μιθριδάτῃ στρατηγοῦντος τὸν πόλεμόν σφισιν ἐκφυγεῖν· The people of Elateia managed both to drive out Cassander and his Macedonian army, and later, when Taxilus commanded Mithridates' war against them, they succeeded in escaping disaster. ἐλατεύς δέ ἐξγίγνομαι μέν Κάσσανδρος καί ὁ Μακεδών ἀπώθομαι στρατιά ὑπάρχω δέ καί Ταξῖλος Μιθριδάτης στρατηγοῦμαι ὁ πόλεμος σφεῖς ἐκφεύγω 0
10.34.2 2 ἀντὶ τούτου δὲ τοῦ ἔργου Ῥωμαῖοι δεδώκασιν αὐτοῖς ἐλευθέρους ὄντας ἀτελῆ νέμεσθαι τὴν χώραν. On account of these deeds, the Romans granted them autonomy and exemption from taxation, allowing them to inhabit their territory freely. ἀντί οὗτος δέ ὁ ἔργον Ῥωμαῖος δίδωμι αὐτός ἐλεύθερος εἰμί ἀτελής νέμομαι ὁ χώρα 0
10.34.2 3 ἀμφισβητοῦσι δὲ οὗτοι ξενικοῦ γένους, καὶ Ἀρκάδες φασὶν εἶναι τὸ ἀρχαῖον· The origins of the Elateans, however, are disputed, for they claim to be descended from foreign stock. ἀμφισβητέω δέ οὗτος ξενικός γένος καί Ἀρκάς φημί εἰμί ὁ ἀρχαῖος 0
10.34.2 4 Ἔλατον γὰρ τὸν Ἀρκάδος, ἡνίκα ἐπὶ τὸ ἱερὸν Φλεγύαι τὸ ἐν Δελφοῖς ἐστρατεύσαντο, ἀμῦναί τε τῷ θεῷ καὶ ἐν τῇ Φωκίδι ὁμοῦ τῷ στρατεύματι αὐτὸν καταμείναντα Ἐλατείας οἰκιστὴν γενέσθαι. The Arcadians assert that the Elateans originally came from Arcadia, stating that Elatus, the son of Arkas, when the Phlegyans marched upon the sanctuary at Delphi, remained behind in Phocis together with his army to defend the god, and thus became the founder of Elateia. ἔλατος γάρ ὁ Ἀρκάς ἡνίκα ἐπί ὁ ἱερός Φλεγύαι ὁ ἐν Δελφοί στρατεύω ἀμύνω τε ὁ θεός καί ἐν ὁ Φωκίς ὁμοῦ ὁ στράτευμα αὐτός καταμένω Ἐλεατεία οἰκιστής γίγνομαι 0
10.34.3 1 ἐν δὲ ταῖς Φωκέων πόλεσιν ἃς ὁ Μῆδος ἐνέπρησεν, ἀριθμῆσαι καὶ τὴν Ἐλάτειαν ἔστιν ἐν ταύταις. Among the cities of the Phokians burned by the Persian, Elateia is also to be reckoned. ἐν δέ ὁ Φωκεύς πόλις ὅς ὁ μῆδος ἐμπίπρημι ἀριθμέω καί ὁ ἐλάτεια εἰμί ἐν οὗτος 0
10.34.3 2 συμφοραὶ δὲ αἱ μὲν πρὸς Φωκέας τοὺς ἄλλους γεγόνασί σφισιν ἐν κοινῷ, τὰς δὲ καὶ ἰδίᾳ τοῖς Ἐλατεῦσιν ἐκ Μακεδόνων παρεσκεύασεν ὁ δαίμων. Some calamities befell the Elateans in common with the other Phokians, but the deity also brought upon them their own private misfortunes through the Macedonians. συμφορά δέ ὁ μέν πρός Φωκεύς ὁ ἄλλος γίγνομαι σφεῖς ἐν κοινός ὁ δέ καί ἰδίᾳ ὁ ἐλατή ἐκ Μακεδών παρασκευάζω ὁ δαίμων 0
10.34.3 3 καὶ ἐπὶ μὲν Κασσάνδρου πολεμήσαντος Ὀλυμπιόδωρος κατέστη μάλιστα αἴτιος ἄπρακτον τοῖς Μακεδόσι γενέσθαι πολιορκίαν· In the war under Cassander, Olympiodorus especially was responsible for rendering the Macedonians' siege unsuccessful. καί ἐπί μέν Κάσσανδρος πολεμέω Ὀλυμπιόδωρος καθίστημι μάλιστα αἴτιος ἄπρακτος ὁ Μακεδών γίγνομαι πολιορκία 0
10.34.3 4 Φίλιππος δὲ ὁ Δημητρίου τόν τε ἐν Ἐλατείᾳ δῆμον πρὸς τὸ ἔσχατον δέους ἤγαγε καὶ ὑπηγάγετο ἅμα τοὺς δυνατωτέρους δωρεᾷ. Later, Philip, the son of Demetrius, reduced the population of Elateia to the utmost terror, while at the same time he won over the more powerful citizens by means of bribery. Φίλιππος δέ ὁ Δημήτριος ὁ τε ἐν ἐλατεία δῆμος πρός ὁ ἔσχατος δέος ἄγω καί ὑπάγω ἅμα ὁ δυνατός δωρεά 0
10.34.4 1 Τίτος μὲν δὴ ὁ ἄρχων ὁ Ῥωμαίων---τὸ γὰρ δὴ Ἑλληνικὸν ἅπαν ἐλευθερώσων ἀπέσταλτο ἐκ Ῥώμης---πολιτείαν τε Ἐλατεῦσιν ἀποδώσειν τὴν ἀρχαίαν ἐπηγγέλλετο καὶ διʼ ἀγγέλων ἐπεκηρυκεύετό σφισιν ἀπὸ Μακεδόνων ἀφίστασθαι· Now Titus, the general of the Romans—sent out from Rome for the very purpose of freeing the whole of Greece—promised to restore to the Elateans their ancient constitution, and by envoys proclaimed to them that they should withdraw from their allegiance to the Macedonians. Τίτος μέν δή ὁ ἄρχων ὁ Ῥωμαῖος ὁ γάρ δή Ἑλληνικός ἅπας ἐλευθερόω ἀποστέλλω ἐκ ῥώμη πολιτεία τε ἐλατή ἀποδώσω ὁ ἀρχαῖος ἀγγέλλω καί διά ἄγγελος ἐπεκηρυκεύομαι σφεῖς ἀπό Μακεδών ἀφίστημι 0
10.34.4 2 οἱ δὲ ὑπὸ ἀγνωμοσύνης ὁ δῆμος ἢ οἱ ἔχοντες τὰς ἀρχὰς Φιλίππῳ τε ἦσαν πιστοὶ καὶ ὑπὸ τοῦ Ῥωμαίου πολιορκίᾳ παρέστησαν. But due either to the stubbornness of the common people or of their magistrates, the Elateans remained loyal to Philip and consequently endured siege by the Roman. ὁ δέ ὑπό ἀγνωμοσύνη ὁ δῆμος ἤ ὁ ἔχω ὁ ἀρχή Φίλιππος τε εἰμί πιστός καί ὑπό ὁ Ῥωμαῖος πολιορκία παρίστημι 0
10.34.4 3 χρόνῳ δὲ οἱ Ἐλατεῖς ὕστερον Ταξίλου τε Μιθριδάτῃ στρατηγοῦντος καὶ τῶν ἐκ τοῦ Πόντου βαρβάρων ἀντέσχον τῇ πολιορκίᾳ· Yet later, when Taxilus commanded for Mithridates, they courageously resisted the siege by the barbarians from Pontus. χρόνος δέ ὁ ἐλατύς ὕστερον Ταξῖλος τε Μιθριδάτης στρατηγοῦμαι καί ὁ ἐκ ὁ πόντος βάρβαρος ἀντέχω ὁ πολιορκία 0
10.34.4 4 ἐπὶ τούτῳ δὲ ἐλευθέρους εἶναι τῷ ἔργῳ δέδοταί σφισιν ὑπὸ Ῥωμαίων. Because of this deed, the Romans at length granted them actual freedom. ἐπί οὗτος δέ ἐλεύθερος εἰμί ὁ ἔργον δίδομαι σφεῖς ὑπό Ῥωμαῖος 0
10.34.5 1 τὸ δὲ Κοστοβώκων τε τῶν λῃστικῶν τὸ κατʼ ἐμὲ τὴν Ἑλλάδα ἐπιδραμὸν ἀφίκετο καὶ ἐπὶ τὴν Ἐλάτειαν· In my own time, the marauding tribe of the Costoboci made a raid into Greece, reaching as far as Elateia. ὁ δέ κοστοβώκων τε ὁ ληστικός ὁ κατά ἐγώ ὁ Ἑλλάς ἐπιδραμέω ἀφικνέομαι καί ἐπί ὁ ἐλάτεια 0
10.34.5 2 ἔνθα δὴ ἀνὴρ Μνησίβουλος λόχον τε περὶ αὑτὸν ἀνδρῶν συνέστησε καὶ καταφονεύσας πολλοὺς τῶν βαρβάρων ἔπεσεν ἐν τῇ μάχῃ. Here, a man named Mnesiboulos gathered about himself a company of men, slew many of the barbarians, and fell himself during the battle. ἔνθα δή ἀνήρ μνησίβουλος λόχος τε περί ἑαυτοῦ ἀνήρ συνίστημι καί καταφονεύω πολύς ὁ βάρβαρος πίπτω ἐν ὁ μάχη 0
10.34.5 3 οὗτος ὁ Μνησίβουλος δρόμου νίκας καὶ ἄλλας ἀνείλετο καὶ Ὀλυμπιάδι πέμπτῃ πρὸς ταῖς τριάκοντά τε καὶ διακοσίαις σταδίου καὶ τοῦ σὺν τῇ ἀσπίδι διαύλου· This Mnesiboulos had previously won victories in running and other contests, winning in the two-hundred-and-thirty-fifth Olympiad both the stadium and the race in armour. οὗτος ὁ μνησίβουλος δρόμος νίκη καί ἄλλος ἀναιρέω καί Ὀλυμπιάς πέμπτος πρός ὁ τριάκοντα τε καί διακόσιοι στάδιον καί ὁ σύν ὁ ἀσπίς διάυλος 0
10.34.5 4 ἐν Ἐλατείᾳ δὲ κατὰ τὴν ὁδὸν τοῦ δρομέως Μνησιβούλου χαλκοῦς ἕστηκεν ἀνδριάς. At Elateia, there stands by the road a bronze statue of the runner Mnesiboulos. ἐν ἐλατεία δέ κατά ὁ ὁδός ὁ δρομεύς Μνησίβουλος χαλκοῦς ἵστημι ἀνδριάς 0
10.34.6 1 ἡ δὲ ἀγορὰ αὐτή τέ ἐστι θέας ἀξία καὶ ὁ Ἔλατος ἐπειργασμένος στήλῃ· The marketplace itself is worth seeing, as is the carving of Elatus on a stela. ὁ δέ ἀγορά αὐτός τε εἰμί θέα ἀξία καί ὁ ἔλατος ἐπειργασμένος στήλη 0
10.34.6 2 σαφῶς δὲ οὐκ οἶδα εἴτε τιμῶντες οἷα οἰκιστὴν εἴτε καὶ μνήματος ἐπίθημα ἐποιήσαντο τὴν στήλην. However, I do not know clearly whether they set up this stela to honor him as their founder or as a gravestone. σαφῶς δέ οὐ οἶδα εἴτε τιμάω οἷος οἰκιστής εἴτε καί μνῆμα ἐπίθημα ποιέω ὁ στήλη 0
10.34.6 3 τῷ δὲ Ἀσκληπιῷ ναὸς ᾠκοδόμηται καὶ ἄγαλμα γένεια ἔχον ἐστί· There is also a temple built to Asclepius and a statue of him bearded. ὁ δέ Ἀσκληπιός ναός οἰκοδομέω καί ἄγαλμα γένειον ἔχω εἰμί 0
10.34.6 4 τοῖς ἐργασαμένοις τὸ ἄγαλμα ὀνόματα μὲν Τιμοκλῆς καὶ Τιμαρχίδης , γένους δέ εἰσι τοῦ Ἀττικοῦ. The artists who crafted this statue are named Timocles and Timarchides, both of Attic descent. ὁ ἐργάζομαι ὁ ἄγαλμα ὄνομα μέν Τιμοκλῆς καί Τιμαρχίδης γένος δέ εἰμί ὁ Ἀττικός 0
10.34.6 5 ἐπὶ τῷ πέρατι δὲ τῷ ἐν δεξιᾷ τῆς πόλεως θέατρόν τέ ἐστι καὶ χαλκοῦν Ἀθηνᾶς ἄγαλμα ἀρχαῖον· At the right-hand boundary of the city is a theater and an ancient bronze statue of Athena. ἐπί ὁ πέρας δέ ὁ ἐν δεξιός ὁ πόλις θέατρον τε εἰμί καί χαλκοῦς Ἀθηνᾶ ἄγαλμα ἀρχαῖος 0
10.34.6 6 ταύτην τὴν θεὸν λέγουσιν ἀμῦναί σφισιν ἐπὶ τοὺς ὁμοῦ Ταξίλῳ βαρβάρους. They say that this goddess defended them against the barbarians who accompanied Taxilus. οὗτος ὁ θεός λέγω ἀμύνω σφεῖς ἐπί ὁ ὁμοῦ Ταξῖλος βάρβαρος 0
10.34.7 1 Ἐλατείας δὲ ὅσον σταδίους εἴκοσιν ἀφέστηκεν Ἀθηνᾶς ἐπίκλησιν Κραναίας ἱερόν· About twenty stades distant from Elateia stands a sanctuary of Athena, surnamed Kranaia. Ἐλεατεία δέ ὅσος στάδιον εἴκοσι ἀφεστήκω Ἀθηνᾶ ἐπίκλησις κραναία ἱερόν 0
10.34.7 2 ἡ δὲ ὁδὸς ἐπὶ τοσοῦτον ἀναντεστέρα ὡς ἀνιᾶν τὸ μηδὲν καὶ λεληθέναι μᾶλλον αὐτῆς τὸ ἄναντες. The road leading there has such a gentle slope upward that one hardly notices, the incline being practically imperceptible. ὁ δέ ὁδός ἐπί τοσοῦτος ἀναντεστέρα ὡς ἀνιάω ὁ μηδείς καί λανθάνω μᾶλλον αὐτός ὁ ἄναντες 0
10.34.7 3 λόφος δὲ ἐπὶ τῆς ὁδοῦ τῷ πέρατι τὰ πλείω μὲν ἀπότομος, οὐ μέντοι ἄγαν ἢ μεγέθους ἔχων ἐστὶν ἢ ὕψους· At the end of the road lies a hill, steep for the most part, yet neither very imposing in size nor particularly high. λόφος δέ ἐπί ὁ ὁδός ὁ πέρας ὁ πλείων μέν ἀπότομος οὐ μέντοι ἄγαν ἤ μέγεθος ἔχω εἰμί ἤ ὕψος 0
10.34.7 4 ἐπὶ τούτῳ τῷ λόφῳ τὸ ἱερὸν πεποίηται, καὶ στοαί τέ εἰσι καὶ οἰκήσεις διὰ τῶν στοῶν, ἔνθα οἰκοῦσιν οἷς τὴν θεὸν θεραπεύειν καθέστηκε, καὶ ἄλλοις καὶ μάλιστα τῷ ἱερωμένῳ. The sanctuary has been built on this hill; it includes porches and rooms behind these colonnades, in which dwell those appointed to serve the goddess, especially the priest and the other attendants. ἐπί οὗτος ὁ λόφος ὁ ἱερός ποιέω καί στοά τε εἰμί καί οἴκησις διά ὁ στοά ἔνθα οἰκέω ὅς ὁ θεός θεραπεύω καθίστημι καί ἄλλος καί μάλιστα ὁ ἱερόομαι 0
10.34.8 1 τὸν δὲ ἱερέα ἐκ παίδων αἱροῦνται τῶν ἀνήβων, πρόνοιαν ποιούμενοι πρότερον τῆς ἱερωσύνης ἐξήκειν οἱ τὸν χρόνον πρὶν ἢ ἡβῆσαι· They choose the priest from among the boys who have not yet reached puberty, taking care beforehand that the period of priesthood shall expire before he attains maturity. ὁ δέ ἱερεύς ἐκ παῖς αἱρέω ὁ ἀνάβω πρόνοια ποιέω πρότερον ὁ ἱερωσύνη ἐξικνέομαι ὁ ὁ χρόνος πρίν ἤ ἥβη 0
10.34.8 2 ἱερᾶται δὲ ἔτη συνεχῆ πέντε, ἐν οἷς τήν τε ἄλλην δίαιταν ἔχει παρὰ τῇ θεῷ καὶ λουτρὰ αἱ ἀσάμινθοι κατὰ τρόπον εἰσὶν αὐτῷ τὸν ἀρχαῖον. He serves continuously as priest for five years, during which time he lives by the goddess according to a certain established way of life, and the bathing basins are provided for him in the ancient customary manner. ἱεράομαι δέ ἔτος συνεχής πέντε ἐν ὅς ὁ τε ἄλλος δίαιτα ἔχω παρά ὁ θεός καί λουτρόν ὁ ἀσάμινθος κατά τρόπος εἰμί αὐτός ὁ ἀρχαῖος 0
10.34.8 3 τὸ δὲ ἄγαλμα ἐποίησαν μὲν καὶ τοῦτο οἱ Πολυκλέους παῖδες , ἔστι δὲ ἐσκευασμένον ὡς ἐς μάχην· This statue too was made by the sons of Polycleitus, and it is armored as though ready for battle. ὁ δέ ἄγαλμα ποιέω μέν καί οὗτος ὁ Πολυκλέης παῖς εἰμί δέ σκευάζω ὡς εἰς μάχη 0
10.34.8 4 καὶ ἐπείργασται τῇ ἀσπίδι τῶν Ἀθήνῃσι μίμημα ἐπὶ τῇ ἀσπίδι τῆς καλουμένης ὑπὸ Ἀθηναίων Παρθένου. Furthermore, upon the shield has been crafted a relief imitating the design upon the shield of the image which the Athenians call the Parthenos. καί ἐπεργάζομαι ὁ ἀσπίς ὁ Ἀθήνη μίμημα ἐπί ὁ ἀσπίς ὁ καλέω ὑπό Ἀθηναῖος παρθένος 0