Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 10.35.1 | 1 | ἐς Ἄβας δὲ ἀφικέσθαι καὶ ἐς Ὑάμπολιν ἔστι μὲν καὶ ἐξ Ἐλατείας ὀρεινὴν ὁδὸν ἐν δεξιᾷ τοῦ Ἐλατέων ἄστεως, ἡ δὲ ἐπὶ Ὀποῦντα λεωφόρος ἡ ἐξ Ὀρχομενοῦ καὶ ἐς ταύτας φέρει τὰς πόλεις. | There is a mountainous road leading to Abae and to Hyampolis from Elateia, departing from the town of Elateia on the right, and the highway going to Opous from Orchomenus also provides access to these cities. | εἰς Ἄβας δέ ἀφικνέομαι καί εἰς Ὑάμπολις εἰμί μέν καί ἐκ Ἐλεατεία ὀρεινός ὁδός ἐν δεξιός ὁ ἐλατός ἄστυ ὁ δέ ἐπί Ὀποῦς λεωφόρος ὁ ἐκ ὀρχομενός καί εἰς οὗτος φέρω ὁ πόλις | 0 |
| 10.35.1 | 2 | ἰόντι οὖν ἐς Ὀποῦντα ἐξ Ὀρχομενοῦ καὶ ἐκτραπέντι οὐ πολὺ ἐπʼ ἀριστερὰν ὁδός ἐστιν ἡ ἐς Ἄβας. | Thus, on the way from Orchomenus to Opous, one need only turn off a short distance to the left to reach Abae. | εἶμι οὖν εἰς Ὀποῦς ἐκ ὀρχομενός καί ἐκτρέπω οὐ πολύς ἐπί ἀριστερός ὁδός εἰμί ὁ εἰς Ἄβας | 0 |
| 10.35.1 | 3 | οἱ δὲ ἐν ταῖς Ἄβαις ἐς γῆν τὴν Φωκίδα ἀφικέσθαι λέγουσιν ἐξ Ἄργους καὶ τὸ ὄνομα ἀπὸ Ἄβαντος τοῦ οἰκιστοῦ λαβεῖν τὴν πόλιν, τὸν δὲ Λυγκέως τε καὶ Ὑπερμήστρας τῆς Δαναοῦ παῖδα εἶναι. | The inhabitants of Abae say they came into the land of Phocis from Argos and that the city's name was taken from its founder, Abas, son of Lynceus and Hypermnestra, daughter of Danaus. | ὁ δέ ἐν ὁ ἄβας εἰς γῆ ὁ Φωκίς ἀφικνέομαι λέγω ἐκ Ἄργος καί ὁ ὄνομα ἀπό Ἄβας ὁ οἰκιστής λαμβάνω ὁ πόλις ὁ δέ Λυγκεύς τε καί Ὑπερμήστρα ὁ Δαναός παῖς εἰμί | 0 |
| 10.35.1 | 4 | Ἀπόλλωνος δὲ ἱερὰς νενομίκασιν εἶναι τὰς Ἄβας ἐκ παλαιοῦ, καὶ χρηστήριον καὶ αὐτόθι ἦν Ἀπόλλωνος. | From ancient times Abae has been considered sacred to Apollo, and there was once an oracle of Apollo in that place. | Ἀπόλλων δέ ἱερός νομίζω εἰμί ὁ Ἄβας ἐκ παλαιός καί χρηστήριον καί αὐτόθι εἰμί Ἀπόλλων | 0 |
| 10.35.2 | 1 | θεῷ δὲ τῷ ἐν Ἄβαις οὐχ ὁμοίως Ῥωμαῖοί τε ἀπένειμαν τὰ ἐς τιμὴν καὶ ὁ Πέρσης· ἀλλὰ Ῥωμαῖοι μὲν εὐσεβείᾳ τῇ ἐς τὸν Ἀπόλλωνα Ἀβαίοις δεδώκασιν αὐτονόμους σφᾶς εἶναι, στρατιὰ δὲ ἡ μετὰ Ξέρξου κατέπρησε καὶ τὸ ἐν Ἄβαις ἱερόν. | The Romans and the Persian did not pay honour to the god at Abae in the same way: the Romans, from reverence toward Apollo, granted the people of Abae autonomy; but the army of Xerxes burned down even the sanctuary at Abae. | θεός δέ ὁ ἐν ἄβας οὐ ὁμοίως Ῥωμαῖος τε ἀπονέμω ὁ εἰς τιμή καί ὁ Πέρσης ἀλλά Ῥωμαῖος μέν εὐσέβεια ὁ εἰς ὁ Ἀπόλλων Ἀβαῖ δίδωμι αὐτόνομος σφεῖς εἰμί στρατιά δέ ὁ μετά Ξέρξης καταπρήθω καί ὁ ἐν ἄβας ἱερόν | 0 |
| 10.35.2 | 2 | Ἑλλήνων δὲ τοῖς ἀντιστᾶσι τῷ βαρβάρῳ τὰ κατακαυθέντα ἱερὰ μὴ ἀνιστάναι σφίσιν ἔδοξεν, ἀλλὰ ἐς τὸν πάντα ὑπολείπεσθαι χρόνον τοῦ ἔχθους ὑπομνήματα· | Now, when the Greeks resisted the barbarian, it was resolved not to restore the burned sanctuaries, but to leave them forever as memorials of hostility. | Ἕλλην δέ ὁ ἀνθίστημι ὁ βάρβαρος ὁ κατακαίω ἱερός μή ἀνίστημι σφεῖς δοκέω ἀλλά εἰς ὁ πᾶς ὑπολείπω χρόνος ὁ ἔχθος ὑπόμνημα | 0 |
| 10.35.2 | 3 | καὶ τοῦδε ἕνεκα οἵ τε ἐν τῇ Ἁλιαρτίᾳ ναοὶ καὶ Ἀθηναίοις τῆς Ἥρας ἐπὶ ὁδῷ τῇ Φαληρικῇ καὶ ὁ ἐπὶ Φαληρῷ τῆς Δήμητρος καὶ κατʼ ἐμὲ ἔτι ἡμίκαυτοι μένουσι. | It is for this reason that the temples in the region of Haliartus, as well as the shrines of Hera at Athens along the road to Phalerum, and of Demeter at Phalerum itself, still remained partly burnt even to my day. | καί ὅδε ἕνεκα ὁ τε ἐν ὁ Ἁλιαρτία ναός καί Ἀθηναῖος ὁ Ἥρα ἐπί ὁδός ὁ Φαληρικός καί ὁ ἐπί Φαληρεύς ὁ Δημήτηρ καί κατά ἐγώ ἔτι ἡμίκαυτος μένω | 0 |
| 10.35.3 | 1 | τοιαύτην θέαν καὶ τοῦ ἐν Ἄβαις ἱεροῦ τότε γε εἶναι δοκῶ, ἐς ὃ ἐν τῷ πολέμῳ τῷ Φωκικῷ βιασθέντας μάχῃ Φωκέων ἄνδρας καὶ ἐς Ἄβας ἐκπεφευγότας αὐτούς τε οἱ Θηβαῖοι τοὺς ἱκέτας καὶ τὸ ἱερόν, δεύτερον δὴ οὗτοι μετὰ Μήδους, ἔδοσαν πυρί· | I think that such was indeed the appearance of the sanctuary at Abae in earlier times, until the Phocian war, when the Boeotians, after defeating certain Phokians in battle and driving them into Abae, set on fire both the suppliants themselves and the sanctuary—the second incident of this kind after the Medes' burning. | τοιοῦτος θέα καί ὁ ἐν ἄβας ἱερόν τότε γε εἰμί δοκέω εἰς ὅς ἐν ὁ πόλεμος ὁ φωκικός βιάζω μάχη Φωκεύς ἀνήρ καί εἰς Ἄβας ἐκφεύγω αὐτός τε ὁ Θηβαῖος ὁ ἱκέτης καί ὁ ἱερόν δεύτερος δή οὗτος μετά Μῆδος δίδωμι πῦρ | 0 |
| 10.35.3 | 2 | εἱστήκει δʼ οὖν καὶ ἐς ἐμὲ ἔτι οἰκοδομημάτων ἀσθενέστατον ὁπόσα δὴ ἡ φλὸξ ἐλυμήνατο, ἅτε ἐπὶ τῷ Μηδικῷ προλωβησαμένῳ πυρὶ αὖθις ὑπὸ τοῦ Βοιωτίου πυρὸς κατειργασμένον. | Down to my own time, therefore, the temple remained standing, though weakest of all the buildings damaged by fire, as it had suffered first at the hands of Persian flames and again from the Boeotian conflagration. | ἵστημι δέ οὖν καί εἰς ἐγώ ἔτι οἰκοδόμημα ἀσθενέστατος ὁπόσος δή ὁ φλόξ λυμαίνομαι ἅτε ἐπί ὁ Μηδικός προλωβέομαι πῦρ αὖθις ὑπό ὁ βοιώτιος πῦρ κατεργάζομαι | 0 |
| 10.35.4 | 1 | παρὰ δὲ τὸν ναὸν τὸν μέγαν ἐστὶν ἄλλος ναός, ἀποδέων ἐκείνου μέγεθος· βασιλεὺς δὲ Ἀδριανὸς ἐποίησε τῷ Ἀπόλλωνι· | Beside the large temple there is another sanctuary, inferior in size; it was built by the Emperor Hadrian for Apollo. | παρά δέ ὁ ναός ὁ μέγας εἰμί ἄλλος ναός ἀποδέω ἐκεῖνος μέγεθος βασιλεύς δέ Ἁδριανός ποιέω ὁ Ἀπόλλων | 0 |
| 10.35.4 | 2 | τὰ δὲ ἀγάλματα ἀρχαιότερα καὶ αὐτῶν ἐστιν Ἀβαίων ἀνάθημα, χαλκοῦ δὲ εἴργασται καὶ ὁμοίως ἐστὶν ὀρθά, Ἀπόλλων καὶ Λητώ τε καὶ Ἄρτεμις. | The statues inside are older still, dedicated by the people of Abae, made of bronze and likewise upright; they represent Apollo, Leto, and Artemis. | ὁ δέ ἄγαλμα ἀρχαῖος καί αὐτός εἰμί Ἀβαῖ ἀνάθημα χαλκός δέ ἔργάζομαι καί ὁμοίως εἰμί ὀρθός Ἀπόλλων καί Λητώ τε καί Ἄρτεμις | 0 |
| 10.35.4 | 3 | Ἀβαίοις δὲ ἔστι μὲν θέατρον, ἔστι δὲ καὶ ἀγορά σφισι, κατασκευῆς ἀμφότερα ἀρχαίας. | The Abaians also possess a theater and a marketplace, both of ancient construction. | Ἀβαῖ δέ εἰμί μέν θέατρον εἰμί δέ καί ἀγορά σφεῖς κατασκευή ἀμφότερος ἀρχαῖος | 0 |
| 10.35.5 | 1 | ἐπανελθόντα δὲ ἐς τὴν ὁδὸν τὴν ἐς Ὀποῦντα εὐθεῖαν Ὑάμπολις τὸ ἀπὸ τούτου σε ἐκδέξεται. | Returning again to the direct road leading to Opous, you next reach Hyampolis. | ἐπανέρχομαι δέ εἰς ὁ ὁδός ὁ εἰς Ὀποῦς εὐθεῖα Ὑάμπολις ὁ ἀπό οὗτος σύ ἐκδέχομαι | 0 |
| 10.35.5 | 2 | τῶν δὲ ἐνταῦθα ἀνθρώπων καὶ αὐτὸ κατηγορεῖ τὸ ὄνομα οἵτινες ἦσαν ἐξ ἀρχῆς καὶ ὁπόθεν ἐξαναστάντες ἀφίκοντο ἐς ταύτην τὴν χώραν· | The name itself indicates clearly who its first inhabitants were and from where they migrated to this land; | ὁ δέ ἐνταῦθα ἀνήρ καί αὐτός κατηγορέω ὁ ὄνομα ὅστις εἰμί ἐκ ἀρχή καί ὅθεν ἐξανίστημι ἀφικνέομαι εἰς οὗτος ὁ χώρα | 0 |
| 10.35.5 | 3 | Ὕαντες γὰρ οἱ ἐκ Θηβῶν Κάδμον καὶ τὸν σὺν ἐκείνῳ φυγόντες στρατὸν ἀφίκοντο ἐνταῦθα. | for Hyantes from Thebes, those who fled with Cadmus and his army, came hither. | ὕειν γάρ ὁ ἐκ Θῆβαι Κάδμος καί ὁ σύν ἐκεῖνος φεύγω στρατός ἀφικνέομαι ἐνταῦθα | 0 |
| 10.35.5 | 4 | τὰ μὲν δὴ ἀρχαιότερα ὑπὸ τῶν προσχώρων ἐκαλοῦντο Ὑάντων πόλις, χρόνῳ μέντοι ὕστερον Ὑάμπολιν ἐξενίκησεν ὀνομασθῆναι. | In more ancient times the neighboring peoples called it the city of the Hyantes, but later, with the passing of time, the name Hyampolis prevailed. | ὁ μέν δή ἀρχαῖος ὑπό ὁ προσχωρέω καλέω ὕαντα πόλις χρόνος μέντοι ὕστερον Ὑάμπολις νικάω ὀνομάζω | 0 |
| 10.35.6 | 1 | ἅτε δὲ καὶ βασιλέως Ξέρξου καταπρήσαντος τὴν πόλιν καὶ αὖθις Φιλίππου κατασκάψαντος, ὅμως τὰ ὑπολειπόμενα ἦν ἀγορᾶς τε ἀρχαίας κατασκευὴ καὶ βουλευτήριον, οἴκημα οὐ μέγα, καὶ θέατρον οὐ πόρρω τῶν πυλῶν. | Although King Xerxes had burned the city and Philip later destroyed it again, there still remained parts of the ancient marketplace, a council chamber—a small building—and a theatre not far from the gates. | ἅτε δέ καί βασιλεύς Ξέρξης καταπρήθω ὁ πόλις καί αὖθις Φίλιππος κατασκάπτω ὅμως ὁ ὑπολείπω εἰμί ἀγορά τε ἀρχαῖος κατασκευή καί βουλευτήριον οἴκημα οὐ μέγας καί θέατρον οὐ πόρρω ὁ πύλη | 0 |
| 10.35.6 | 2 | Ἀδριανὸς δὲ βασιλεὺς στοὰν ᾠκοδομήσατο, καὶ ἐπώνυμος ἡ στοὰ τοῦ ἀναθέντος βασιλέως ἐστί. | The emperor Hadrian constructed a stoa, and this stoa bears the name of the emperor who dedicated it. | Ἁδριανός δέ βασιλεύς στοά οἰκοδομέω καί ἐπώνυμος ὁ στοά ὁ ἀνατίθημι βασιλεύς εἰμί | 0 |
| 10.35.6 | 3 | φρέαρ δέ σφισίν ἐστιν ἕν· ἀπὸ τούτου μόνου καὶ πίνουσι καὶ λούονται, ἀπʼ ἄλλου δὲ ἔχουσιν οὐδενὸς πλήν γε δὴ ὥρᾳ χειμῶνος τὸ ἐκ τοῦ θεοῦ. | They have only one well, and from this alone they both drink and bathe, having no other water source, except during winter when the god provides it. | φρέαρ δέ σφεῖς εἰμί εἷς ἀπό οὗτος μόνος καί πίνω καί λούω ἀπό ἄλλος δέ ἔχω οὐδείς πλήν γε δή ὥρα χείμων ὁ ἐκ ὁ θεός | 0 |
| 10.35.7 | 1 | σέβονται δὲ μάλιστα Ἄρτεμιν, καὶ ναὸς Ἀρτέμιδός ἐστιν αὐτοῖς· | They especially revere Artemis, and they have a temple dedicated to Artemis among them. | σέβομαι δέ μάλιστα Ἄρτεμις καί ναός Ἄρτεμις εἰμί αὐτός | 0 |
| 10.35.7 | 2 | τὸ δὲ ἄγαλμα ὁποῖόν τί ἐστιν οὐκ ἐδήλωσα· | I cannot explain of what sort the image is. | ὁ δέ ἄγαλμα οἷος τίς εἰμί οὐ δηλόω | 0 |
| 10.35.7 | 3 | δὶς γὰρ καὶ οὐ πλέον ἑκάστου ἐνιαυτοῦ τὸ ἱερὸν ἀνοιγνύναι νομίζουσιν. | Because they have the custom of opening the sanctuary only twice each year, and no more. | δίς γάρ καί οὐ πλέον ἕκαστος ἐνιαυτός ὁ ἱερός ἀνοίγνυμι νομίζω | 0 |
| 10.35.7 | 4 | ὁπόσα δʼ ἂν τῶν βοσκημάτων ἱερὰ ἐπονομάσωσιν εἶναι τῇ Ἀρτέμιδι, ἄνευ νόσου ταῦτα καὶ πιότερα τῶν ἄλλων ἐκτρέφεσθαι λέγουσιν. | They say that whenever they declare any cattle as sacred to Artemis, these animals are raised healthier and plumper than the rest, free from disease. | ὁπόσος δέ ἄν ὁ βόσκημα ἱερός ἐπονομάζω εἰμί ὁ Ἄρτεμις ἄνευ νόσος οὗτος καί πιότερος ὁ ἄλλος ἐκτρέφω λέγω | 0 |
| 10.35.8 | 1 | ἐσβολὴ δὲ ἐκ Χαιρωνείας ἐς γῆν τὴν Φωκίδα οὐ μόνον ἡ εὐθεῖά ἐστιν ἐς Δελφοὺς ἡ διά τε Πανοπέως καὶ παρὰ τὴν Δαυλίδα καὶ ὁδὸν τὴν Σχιστήν· φέρει δὲ ἐκ Χαιρωνείας καὶ ἑτέρα τραχεῖά τε ὁδὸς καὶ ὀρεινὴ τὰ πλέονα ἐς πόλιν Φωκέων Στῖριν· | From Chaeronea into the Phocian territory, there is not only the direct route to Delphi, passing through Panopeus, Daulis, and the Schiste road, but there is also another road from Chaeronea, rough and mountainous for most of its length, leading to the Phocian city of Stiris. | ἐσβολή δέ ἐκ Χαιρωνεία εἰς γῆ ὁ Φωκίς οὐ μόνος ὁ εὐθεῖα εἰμί εἰς Δελφοί ὁ διά τε Πανοπεύς καί παρά ὁ δαυλίς καί ὁδός ὁ σχιστός φέρω δέ ἐκ Χαιρωνεία καί ἕτερος τραχύς τε ὁδός καί ὀρεινός ὁ πλείων εἰς πόλις Φωκεύς στῖρις | 0 |
| 10.35.8 | 2 | μῆκος δὲ εἴκοσι στάδιοι τῆς ὁδοῦ καὶ ἑκατόν. | This road is one hundred and twenty stades long. | μῆκος δέ εἴκοσι στάδιος ὁ ὁδός καί ἑκατόν | 0 |
| 10.35.8 | 3 | οἱ δὲ ἐνταῦθά φασιν οὐ Φωκεῖς, Ἀθηναῖοι δὲ εἶναι τὰ ἄνωθεν, καὶ ἐκ τῆς Ἀττικῆς ὁμοῦ Πετεῷ τῷ Ὀρνέως ἀφικέσθαι διωχθέντι ὑπὸ Αἰγέως ἐξ Ἀθηνῶν· | The inhabitants of Stiris say that they are not originally Phokians but Athenians by descent, and that they arrived from Attica together with Peteos, the son of Orneus, who was driven out of Athens by Aegeus. | ὁ δέ ἐνταῦθα φημί οὐ Φωκεύς Ἀθηναῖος δέ εἰμί ὁ ἄνωθεν καί ἐκ ὁ Ἀττικός ὁμοῦ πέτεον ὁ ὄρνεος ἀφικνέομαι διώκω ὑπό Αἰγεύς ἐκ Ἀθηνᾶ | 0 |
| 10.35.8 | 4 | ὅτι δὲ τῷ Πετεῷ τὸ πολὺ ἐκ τοῦ δήμου τοῦ Στιρέων ἠκολούθησεν, ἐπὶ τούτῳ κληθῆναι τὴν πόλιν Στῖριν. | Because the majority of those who followed Peteos belonged to the deme of Stiria, the city was thus named Stiris. | ὅτι δέ ὁ πέτεον ὁ πολύς ἐκ ὁ δῆμος ὁ Στιρεύς ἀκολουθέω ἐπί οὗτος καλέω ὁ πόλις στῖρις | 0 |
| 10.35.9 | 1 | Στιρίταις δέ ἐστιν ἐπὶ ὑψηλοῦ καὶ πετρώδους ἡ οἴκησις· | The inhabitants of Stiris dwell on high, rocky ground. | Στιρίτης δέ εἰμί ἐπί ὑψηλός καί πετρώδης ὁ οἴκησις | 0 |
| 10.35.9 | 2 | σπανίζουσιν οὖν κατὰ τοῦτο ὕδατος θέρους ὥρᾳ· | Consequently, they suffer a shortage of water during summertime. | σπανίζω οὖν κατά οὗτος ὕδωρ θέρος ὥρα | 0 |
| 10.35.9 | 3 | φρέατα γὰρ αὐτόθι οὔτε πολλὰ οὔτε ὕδωρ παρεχόμενά ἐστιν ἐπιτήδειον. | For wells here are neither numerous nor do they provide suitable water. | φρέαρ γάρ αὐτόθι οὔτε πολύς οὔτε ὕδωρ παρέχομαι εἰμί ἐπιτήδειος | 0 |
| 10.35.9 | 4 | ταῦτα μὲν δὴ λουτρά σφισι καὶ ὑποζυγίοις ποτὸν γίνεται, τὸ δὲ ὕδωρ οἱ ἄνθρωποι τὸ πότιμον ὅσον στάδια τέσσαρα ὑποκαταβαίνοντες λαμβάνουσιν ἐκ πηγῆς· | Such wells as they have serve only for bathing purposes and as drinking-water for their beasts of burden, while the people themselves must descend approximately four stadia to fetch water for drinking from a spring. | οὗτος μέν δή λουτρόν σφεῖς καί ὑποζύγιον ποτός γίγνομαι ὁ δέ ὕδωρ ὁ ἄνθρωπος ὁ πότιμος ὅσος στάδιον τέσσαρες ὑποκαταβαίνω λαμβάνω ἐκ πηγή | 0 |
| 10.35.9 | 5 | ἡ δὲ ἐν πέτραις ἐστὶν ὀρωρυγμένη, καὶ ἀρύονται κατιόντες ἐς τὴν πηγήν. | The spring is hewn out among the rocks, and thus they go down to it and draw directly from the spring. | ὁ δέ ἐν πέτρα εἰμί ὀρωρύγμαι καί ἀρύω κάτειμι εἰς ὁ πηγή | 0 |
| 10.35.10 | 1 | Δήμητρος δὲ ἐπίκλησιν Στιρίτιδος ἱερόν ἐστιν ἐν Στῖρι· | In Stiris there is a sanctuary of Demeter surnamed Stiritis. | Δημήτηρ δέ ἐπίκλησις Στιρίτις ἱερόν εἰμί ἐν στῖρις | 0 |
| 10.35.10 | 2 | πλίνθου μὲν τῆς ὠμῆς τὸ ἱερόν, λίθου δὲ τοῦ Πεντελῆσι τὸ ἄγαλμα, δᾷδας ἡ θεὸς ἔχουσα. | The sanctuary itself is made of unbaked bricks, but the statue, depicting the goddess holding torches, is carved from Pentelic marble. | πλίνθος μέν ὁ ὠμός ὁ ἱερόν λίθος δέ ὁ Πεντελή ὁ ἄγαλμα δᾷς ὁ θεός ἔχω | 0 |
| 10.35.10 | 3 | παρὰ δὲ αὐτῇ κατειλημμένον ταινίαις ἄγαλμα ἀρχαῖόν ἐστιν ἄλλο ὁπόσα Δήμητρος ἐς τιμήν. | Near her stands another ancient statue, bound with ribbons, also dedicated in honor of Demeter. | παρά δέ αὐτός καταλαμβάνω ταινία ἄγαλμα ἀρχαῖος εἰμί ἄλλος ὁπόσος Δημήτηρ εἰς τιμή | 0 |