Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 10.7.1 | 1 | ἔοικε δὲ ἐξ ἀρχῆς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς ὑπὸ ἀνθρώπων ἐπιβεβουλεῦσθαι πλείστων ἤδη. | From the very beginning, it seems, the sanctuary at Delphi has been the target of numerous human attacks. | ἔοικα δέ ἐκ ἀρχή ὁ ἱερός ὁ ἐν Δελφοί ὑπό ἀνήρ ἐπιβουλεύω πλεῖστος ἤδη | 0 |
| 10.7.1 | 2 | οὗτός τε ὁ Εὐβοεὺς λῃστὴς καὶ ἔτεσιν ὕστερον τὸ ἔθνος τὸ Φλεγυῶν, ἔτι δὲ Πύρρος ὁ Ἀχιλλέως ἐπεχείρησεν αὐτῷ, καὶ δυνάμεως μοῖρα τῆς Ξέρξου, καὶ οἱ χρόνον τε ἐπὶ πλεῖστον καὶ μάλιστα τοῦ θεοῦ τοῖς χρήμασιν ἐπελθόντες οἱ ἐν Φωκεῦσι δυνάσται, καὶ ἡ Γαλατῶν στρατιά. | This Euboean pirate was among them; afterward the tribe of the Phlegyae, and later Pyrrhus, son of Achilles, attempted it as well, along with a portion of Xerxes’ force, the Phocian leaders—who for the longest time and to the greatest degree assailed the god’s property—and the Galatian army. | οὗτος τε ὁ Εὐβοεύς λῃστής καί ἔτος ὕστερον ὁ ἔθνος ὁ Φλεγύας ἔτι δέ πύρρος ὁ Ἀχιλλεύς ἐπιχειρέω αὐτός καί δύναμις μοῖρα ὁ Ξέρξης καί ὁ χρόνος τε ἐπί πλεῖστος καί μάλιστα ὁ θεός ὁ χρῆμα ἐπέρχομαι ὁ ἐν Φωκεύς δυνάστης καί ὁ Γαλάτης στρατιά | 0 |
| 10.7.1 | 3 | ἔμελλε δὲ ἄρα οὐδὲ τῆς Νέρωνος ἐς πάντα ὀλιγωρίας ἀπειράτως ἕξειν, ὃς τὸν Ἀπόλλωνα πεντακοσίας θεῶν τε ἀναμὶξ ἀφείλετο καὶ ἀνθρώπων εἰκόνας χαλκᾶς. | Nor, it seems, was even Nero, who was contemptuous of all things, going to remain ignorant of this impulse; he carried away from Apollo five hundred bronze statues of gods and mortals alike. | μέλλω δέ ἄρα οὐδέ ὁ Νέρων εἰς πᾶς ὀλιγωρία ἀπειράτως ἔξειμι ὅς ὁ Ἀπόλλων πεντακόσιοι θεός τε ἀναμίξ ἀφαιρέω καί ἀνήρ εἰκών χαλκᾶς | 0 |
| 10.7.2 | 1 | ἀρχαιότατον δὲ ἀγώνισμα γενέσθαι μνημονεύουσι καὶ ἐφʼ ᾧ πρῶτον ἆθλα ἔθεσαν, ᾆσαι ὕμνον ἐς τὸν θεόν· | They record that the most ancient contest held, and that upon which prizes were first bestowed, was the singing of a hymn to the god. | ἀρχαῖος δέ ἀγώνισμα γίγνομαι μνημονεύω καί ἐπί ὅς πρῶτος ἆθλον τίθημι ᾄδω ὕμνος εἰς ὁ θεός | 0 |
| 10.7.2 | 2 | καὶ ᾖσε καὶ ἐνίκησεν ᾄδων Χρυσόθεμις ἐκ Κρήτης, οὗ δὴ ὁ πατὴρ λέγεται Καρμάνωρ καθῆραι Ἀπόλλωνα. | The first victor who sang and prevailed was Chrysothemis from Crete, whose father, Carmanor, is said to have purified Apollo. | καί ᾄδω καί νικάω ᾄδω Χρυσόθεμις ἐκ Κρήτη ὅς δή ὁ πατήρ λέγω Καρμάνωρ καθαίρω Ἀπόλλων | 0 |
| 10.7.2 | 3 | Χρυσοθέμιδος δὲ ὕστερον Φιλάμμωνά τε ᾠδῇ μνημονεύουσι νικῆσαι καὶ ἐπʼ ἐκείνῳ Θάμυριν τὸν Φιλάμμωνος. | After Chrysothemis, Philammon is mentioned as victorious in song, and following him Thamyris, son of Philammon. | χρυσοθέμις δέ ὕστερον φιλάμμων τε ᾠδή μνημονεύω νικάω καί ἐπί ἐκεῖνος Θάμυρις ὁ Φιλάμμων | 0 |
| 10.7.2 | 4 | Ὀρφέα δὲ σεμνολογίᾳ τῇ ἐπὶ τελεταῖς καὶ ὑπὸ φρονήματος τοῦ ἄλλου καὶ Μουσαῖον τῇ ἐς πάντα μιμήσει τοῦ Ὀρφέως οὐκ ἐθελῆσαί φασιν αὐτοὺς ἐπὶ ἀγῶνι μουσικῆς ἐξετάζεσθαι. | But Orpheus, because of the solemn nature of his rites and his greater loftiness of mind, and Musaeus, owing to his close imitation of all Orpheus' practices, declined, it is said, to subject themselves to musical competition. | Ὀρφεύς δέ σεμνολογία ὁ ἐπί τελετή καί ὑπό φρόνημα ὁ ἄλλος καί μουσεῖον ὁ εἰς πᾶς μίμησις ὁ Ὀρφεύς οὐ ἐθέλω φημί αὐτός ἐπί ἀγών μουσική ἐξετάζω | 0 |
| 10.7.3 | 1 | φασὶ δὲ καὶ Ἐλευθῆρα ἀνελέσθαι Πυθικὴν νίκην μέγα καὶ ἡδὺ φωνοῦντα, ἐπεὶ ᾄδειν γε αὐτὸν οὐχ αὑτοῦ τὴν ᾠδήν. | They say also that Eleuther won a victory in the Pythian games because his voice was powerful and sweet, although he did not sing a composition of his own. | φημί δέ καί ἐλευθερία ἀναιρέω Πυθικός νίκη μέγας καί ἡδύς φωνέω ἐπεί ᾄδω γε αὐτός οὐ ἑαυτοῦ ὁ ᾠδή | 0 |
| 10.7.3 | 2 | λέγεται δὲ καὶ Ἡσίοδον ἀπελαθῆναι τοῦ ἀγωνίσματος ἅτε οὐ κιθαρίζειν ὁμοῦ τῇ ᾠδῇ δεδιδαγμένον. | It is also said that Hesiod was excluded from the contest since he had not learned to accompany his singing with the lyre. | λέγω δέ καί Ἡσίοδος ἀπελαύνω ὁ ἀγώνισμα ἅτε οὐ κιθαρίζω ὁμοῦ ὁ ᾠδή διδάσκω | 0 |
| 10.7.3 | 3 | Ὅμηρος δὲ ἀφίκετο μὲν ἐς Δελφοὺς ἐρησόμενος ὁπόσα καὶ ἐδεῖτο, ἔμελλε δὲ αὐτῷ καὶ κιθαρίζειν διδαχθέντι ἀχρεῖον τὸ μάθημα ὑπὸ τῶν ὀφθαλμῶν τῆς συμφορᾶς γενήσεσθαι. | Homer too came to Delphi to inquire about certain matters he desired to know, and though he had been taught the lyre as well, this training was destined to prove useless to him because of the affliction of his blindness. | Ὅμηρος δέ ἀφικνέομαι μέν εἰς Δελφοί ἐρήσομαι ὁπόσος καί δέομαι μέλλω δέ αὐτός καί κιθαρίζω διδάσκω ἀχρεῖος ὁ μάθημα ὑπό ὁ ὀφθαλμός ὁ συμφορά γίγνομαι | 0 |
| 10.7.4 | 1 | τῆς δὲ τεσσαρακοστῆς Ὀλυμπιάδος καὶ ὀγδόης, ἣν Γλαυκίας ὁ Κροτωνιάτης ἐνίκησε, ταύτης ἔτει τρίτῳ ἆθλα ἔθεσαν οἱ Ἀμφικτύονες κιθαρῳδίας μὲν καθὰ καὶ ἐξ ἀρχῆς, προσέθεσαν δὲ καὶ αὐλῳδίας ἀγώνισμα καὶ αὐλῶν· | In the third year of the forty-eighth Olympiad, in which Glaukias of Croton won, the Amphictyons established contests, continuing as before for singing to the kithara, but also adding competitions for singing with the aulos and for playing the aulos itself. | ὁ δέ τεσσαρακοστός Ὀλυμπιάς καί ὄγδοος ὅς Γλαυκίας ὁ Κροτωνιάτης νικάω οὗτος ἔτος τρίτος ἆθλον τίθημι ὁ ἀμφικτύων κιθαρῳδία μέν καθά καί ἐκ ἀρχή προστίθημι δέ καί αὐλωδία ἀγώνισμα καί αὐλός | 0 |
| 10.7.4 | 2 | ἀνηγορεύθησαν δὲ νικῶντες Κεφαλήν τε Μελάμπους κιθαρῳδίᾳ καὶ αὐλῳδὸς Ἀρκὰς Ἐχέμβροτος, Σακάδας δὲ Ἀργεῖος ἐπὶ τοῖς αὐλοῖς· | Melampus from Kephallenia was proclaimed victor in kithara-singing, Echembrotus the Arcadian in singing to the aulos, and Sacadas of Argos in playing the aulos. | ἀνηγορέω δέ νικάω κεφαλή τε μελάμπους κιθαρῳδία καί αὐλῳδός Ἀρκάς Ἐχέμβροτος Σακάδας δέ Ἀργεῖος ἐπί ὁ αὐλός | 0 |
| 10.7.4 | 3 | ἀνείλετο δὲ ὁ Σακάδας οὗτος καὶ ἄλλας δύο τὰς ἐφεξῆς ταύτης πυθιάδας. | This Sacadas won also the two following successive Pythian contests. | ἀναιρέω δέ ὁ Σακάδας οὗτος καί ἄλλος δύο ὁ ἐφεξῆς οὗτος Πυθιάς | 0 |
| 10.7.5 | 1 | ἔθεσαν δὲ καὶ ἆθλα τότε ἀθληταῖς πρῶτον, τά τε ἐν Ὀλυμπίᾳ πλὴν τεθρίππου καὶ αὐτοὶ νομοθετήσαντες δολίχου καὶ διαύλου παισὶν εἶναι δρόμον. | Then for the first time they also established contests for athletes, including the same events held at Olympia, except for the four-horse chariot race; and they themselves added a long-distance race (dolichos) as well as a double-length stadium race (diaulos) for boys. | τίθημι δέ καί ἆθλον τότε ἀθλητής πρῶτος ὁ τε ἐν Ὀλυμπία πλήν τέθριππος καί αὐτός νομοθετέω δολιχός καί διάυλος παῖς εἰμί δρόμος | 0 |
| 10.7.5 | 2 | δευτέρᾳ δὲ πυθιάδι οὐκ ἐπὶ ἄθλοις ἐκάλεσαν ἔτι ἀγωνίζεσθαι, στεφανίτην δὲ τὸν ἀγῶνα ἀπὸ τούτου κατεστήσαντο· | But at the second Pythiad they no longer called upon competitors to compete for prizes, but instead established the contest thenceforth as one for crowns of victory. | δεύτερος δέ Πυθιάς οὐ ἐπί ἄθλος καλέω ἔτι ἀγωνίζομαι στεφανίτης δέ ὁ ἀγών ἀπό οὗτος καθίστημι | 0 |
| 10.7.5 | 3 | καὶ αὐλῳδίαν τό τε κατέλυσαν, καταγνόντες οὐκ εἶναι τὸ ἄκουσμα εὔφημον· | They also abolished the flute-song (auloidia), judging that its sound was not well-suited for sacred festivity. | καί αὐλῳδία ὁ τε καταλύω καταγιγνώσκω οὐ εἰμί ὁ ἄκουσμα εὔφημος | 0 |
| 10.7.5 | 4 | ἡ γὰρ αὐλῳδία μέλη τε ἦν αὐλῶν τὰ σκυθρωπότατα καὶ ἐλεγεῖα θρῆνοι προσᾳδόμενα τοῖς αὐλοῖς. | For flute-singing involved the most mournful tunes of the flute, as well as elegiac verses sung as laments accompanied by flutes. | ὁ γάρ αὐλῳδία μέλος τε εἰμί αὐλός ὁ σκυθρωπότατα καί ἐλεγεία θρῆνος προσᾴδω ὁ αὐλός | 0 |
| 10.7.6 | 1 | μαρτυρεῖ δέ μοι καὶ τοῦ Ἐχεμβρότου τὸ ἀνάθημα, τρίπους χαλκοῦς ἀνατεθεὶς τῷ Ἡρακλεῖ τῷ ἐν Θήβαις· | The dedication of Echembrotus also bears witness to my statement, a bronze tripod dedicated to Heracles in Thebes. | μαρτυρέω δέ ἐγώ καί ὁ Ἐχεμβρότος ὁ ἀνάθημα τρίπους χαλκοῦς ἀνατίθημι ὁ Ἡρακλῆς ὁ ἐν Θῆβαι | 0 |
| 10.7.6 | 2 | ἐπίγραμμα δὲ ὁ τρίπους εἶχεν· | The tripod bore this epigram: | ἐπίγραμμα δέ ὁ τρίπους ἔχω | 0 |
| 10.7.6 | 3 | Ἐχέμβροτος Ἀρκὰς θῆκε τῷ Ἡρακλεῖ νικήσας τόδʼ ἄγαλμʼ Ἀμφικτυόνων ἐν ἀέθλοις, Ἕλλησι δʼ ἀείδων μέλεα καὶ ἐλέγους. | "Echembrotus the Arcadian dedicated this offering to Heracles upon his victory in the contests of the Amphictyons, singing melodies and elegies for the Greeks." | Ἐχέμβροτος Ἀρκάς τίθημι ὁ Ἡρακλῆς νικάω τόδε ἄγαλμα ἀμφικτύων ἐν ἄεθλος Ἕλλην δέ ἀείδω μέλεος καί ἔλεγος | 0 |
| 10.7.6 | 4 | κατὰ τοῦτο μὲν τῆς αὐλῳδίας ἐπαύσθη τὸ ἀγώνισμα· | At this time, the contest in flute-playing was discontinued; | κατά οὗτος μέν ὁ αὐλωδία παύω ὁ ἀγώνισμα | 0 |
| 10.7.6 | 5 | προσέθεσαν δὲ καὶ ἵππων δρόμον, ἀνηγορεύθη δὲ ἐπὶ τῷ ἅρματι Κλεισθένης ὁ Σικυῶνος τυραννήσας. | and a horse-race was added, in which Cleisthenes, the tyrant of Sicyon, was proclaimed victor with his chariot. | προστίθημι δέ καί ἵππος δρόμος ἀνηγορεύω δέ ἐπί ὁ ἅρμα Κλεισθένης ὁ Σικυών τυραννέω | 0 |
| 10.7.7 | 1 | ὀγδόῃ δὲ πυθιάδι προσενομοθέτησαν κιθαριστὰς τοὺς ἐπὶ τῶν κρουμάτων τῶν ἀφώνων· καὶ Τεγεάτης ἐστεφανοῦτο Ἀγέλαος. | In the eighth Pythian festival they added a musical contest for lyre-players who performed instrumental music without voice, and Agelaus of Tegea won the crown. | ὀγδόος δέ Πυθιάς προσενομοθετέω κιθαριστής ὁ ἐπί ὁ κρῦμα ὁ ἄφωνος καί Τεγεάτης στεφανόω ἀγέλαος | 0 |
| 10.7.7 | 2 | τρίτῃ δὲ πυθιάδι ἐπὶ ταῖς εἴκοσι προστιθέασιν ὁπλίτην δρόμον· καὶ ἐπʼ αὐτῷ Τιμαίνετος ἐκ Φλιοῦντος ἀνείλετο τὴν δάφνην, Ὀλυμπιάσιν ὕστερον πέντε ἢ Δαμάρετος Ἡραιεὺς ἐνίκησεν. | At the third Pythiad after the twentieth, they introduced the race in arms; the laurel in this competition was won by Timainetos of Phlius, five Olympiads after Damaretus of Heraea was victorious at Olympia. | τρίτος δέ Πυθιάς ἐπί ὁ εἴκοσι προστίθημι ὁπλίτης δρόμος καί ἐπί αὐτός Τιμαίνετος ἐκ Φλιοῦς ἀναιρέω ὁ δάφνη Ὀλυμπιάς ὕστερον πέντε ἤ δαμάρετος Ἡραιεύς νικάω | 0 |
| 10.7.7 | 3 | ὀγδόῃ δὲ ἐπὶ τεσσαράκοντα πυθιάδι καὶ συνωρίδος εἶναι κατεστήσαντο δρόμον· καὶ Ἐξηκεστίδου Φωκέως ἐνίκησεν ἡ συνωρίς. | At the forty-eighth Pythiad, they established a race for two-horse chariots, and the pair belonging to Exaikestides of Phocis were the victors. | ὀγδόος δέ ἐπί τεσσαράκοντα Πυθιάς καί συνωρίς εἰμί καθίστημι δρόμος καί ἐξηκεστίδης φωκεύς νικάω ὁ συνωρίς | 0 |
| 10.7.7 | 4 | πέμπτῃ δὲ πυθιάδι ἀπὸ ταύτης πώλους ἔζευξαν ὑπὸ ἅρματι· καὶ παρέδραμεν Ὀρφώνδα Θηβαίου τέθριππον. | In the fifth Pythiad following this, they yoked foals to a chariot, and the chariot of Orphondas of Thebes outran the others. | πέμπτος δέ Πυθιάς ἀπό οὗτος πωλέω ζεύγνυμι ὑπό ἅρμα καί παραδραμέω ὀρφώνδη Θηβαῖος τέθριππον | 0 |
| 10.7.8 | 1 | παγκράτιον δʼ ἐν παισὶ καὶ συνωρίδα τε πώλων καὶ πῶλον κέλητα πολλοῖς ἔτεσιν ὕστερον κατεδέξαντο Ἠλείων, τὸ μὲν πρώτῃ πυθιάδι ἐπὶ ταῖς ἑξήκοντα, καὶ Ἰολαΐδας ἐνίκα Θηβαῖος· | The Eleans admitted the boys' pancratium and later, by many years, the race for two-horse chariots of colts and the riding-race for colts—the first of these contests at the sixty-first Pythian festival, when Iolaïdas of Thebes won. | παγκράτιον δέ ἐν παῖς καί συνωρίς τε πῶλος καί πῶλος κέλης πολύς ἔτος ὕστερον κατεδέχομαι Ἠλεῖος ὁ μέν πρῶτος Πυθιάς ἐπί ὁ ἑξήκοντα καί Ἰολαΐδας νικάω Θηβαῖος | 0 |
| 10.7.8 | 2 | διαλιπόντες δὲ ἀπὸ ταύτης μίαν κέλητι ἔθεσαν δρόμον πώλῳ, ἐνάτῃ δὲ ἐπὶ ταῖς ἑξήκοντα συνωρίδι πωλικῇ, καὶ ἐπὶ μὲν τῷ πώλῳ τῷ κέλητι Λυκόρμας ἀνηγορεύθη Λαρισαῖος, Πτολεμαῖος δὲ ἐπὶ τῇ συνωρίδι Μακεδών· | After an interval of one festival from this, they set up a riding-race for colts, and at the sixty-ninth festival the chariot-race for a pair of colts; in the riding-match for colts, Lyformas of Larissa was proclaimed victor, and Ptolemy the Macedonian in the pair of colt-chariots. | διαλείπω δέ ἀπό οὗτος εἷς κέλης τίθημι δρόμος πῶλος ἔνατος δέ ἐπί ὁ ἑξήκοντα συνωρίς πωλικός καί ἐπί μέν ὁ πῶλος ὁ κέλης λυκόρμας ἀνηγορεύω Λαρισαῖος Πτολεμαῖος δέ ἐπί ὁ συνωρίς Μακεδών | 0 |
| 10.7.8 | 3 | ἔχαιρον γὰρ δὴ Μακεδόνες οἱ ἐν Αἰγύπτῳ καλούμενοι βασιλεῖς, καθάπερ γε ἦσαν. | For the Macedonian kings in Egypt, as they were then called, had a passion for such victories, since indeed they were actual Macedonians. | χαίρω γάρ δή Μακεδών ὁ ἐν Αἴγυπτος καλέω βασιλεύς καθάπερ γε εἰμί | 0 |
| 10.7.8 | 4 | δάφνης δὲ στέφανος ἐπὶ τῶν Πυθίων τῇ νίκῃ κατʼ ἄλλο μὲν ἐμοὶ δοκεῖν ἐστιν οὐδέν, ὅτι δὲ τῆς Λάδωνος θυγατρὸς Ἀπόλλωνα ἐρασθῆναι κατέσχηκεν ἡ φήμη. | As for why the crown at the Pythian games is of laurel, in my opinion there is no other reason except the tradition that Apollo fell in love with the daughter of Ladon. | δάφνη δέ στέφανος ἐπί ὁ Πυθίων ὁ νίκη κατά ἄλλος μέν ἐγώ δοκέω εἰμί οὐδείς ὅτι δέ ὁ Λάδων θυγάτηρ Ἀπόλλων ἐράω κατέχω ὁ φήμη | 0 |