Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 10.8.1 | 1 | καταστήσασθαι δὲ συνέδριον ἐνταῦθα Ἑλλήνων οἱ μὲν Ἀμφικτύονα τὸν Δευκαλίωνος νομίζουσι καὶ ἀπὸ τούτου τοῖς συνελθοῦσιν ἐπίκλησιν Ἀμφικτύονας γενέσθαι, | Concerning the establishment of the assembly of Greeks here, some believe that Amphictyon, the son of Deucalion, instituted it, and from him those who assembled took the name Amphictyons. | καθίστημι δέ συνέδριον ἐνταῦθα Ἕλλην ὁ μέν ἀμφικτίων ὁ Δευκαλίων νομίζω καί ἀπό οὗτος ὁ συνέρχομαι ἐπίκλησις Ἀμφικτύων γίγνομαι | 0 |
| 10.8.1 | 2 | Ἀνδροτίων δὲ ἐν τῇ Ἀτθίδι ἔφη συγγραφῇ ὡς τὸ ἐξ ἀρχῆς ἀφίκοντο ἐς Δελφοὺς παρὰ τῶν προσοικούντων συνεδρεύοντες, καὶ ὀνομασθῆναι μὲν Ἀμφικτίονας τοὺς συνελθόντας, ἐκνικῆσαι δὲ ἀνὰ χρόνον τὸ νῦν σφισιν ὄνομα. | Androtion, however, in his work on Athenian history, stated that from the very beginning delegates came together at Delphi from the neighboring peoples, and though those who gathered were first called Amphictions, in the course of time their present name came to prevail. | Ἀνδροτίων δέ ἐν ὁ Ἀτθίς φημί συγραφή ὡς ὁ ἐκ ἀρχή ἀφικνέομαι εἰς Δελφοί παρά ὁ προσοικέω συνεδρεύω καί ὀνομάζω μέν ἀμφικτίων ὁ συνέρχομαι ἐκνικάω δέ ἀνά χρόνος ὁ νῦν σφεῖς ὄνομα | 0 |
| 10.8.2 | 1 | ὑπὸ μὲν δὴ Ἀμφικτύονος αὐτοῦ φασιν ἐς συνέδριον κοινὸν τοσάδε γένη τοῦ Ἑλληνικοῦ συναχθῆναι, Ἴωνας Δόλοπας Θεσσαλοὺς Αἰνιᾶνας Μάγνητας Μαλιέας Φθιώτας Δωριεῖς Φωκέας Λοκροὺς τῇ Φωκίδι ὁμόρους ὑπὸ τῷ ὄρει τῇ Κνήμιδι· | They say indeed that Amphictyon himself gathered the following tribes of the Greeks into a common council: the Ionians, Dolopians, Thessalians, Aenianes, Magnetes, Malians, Phthiotians, Dorians, Phokians, and the Locrians bordering on Phocis beneath Mount Cnemis. | ὑπό μέν δή Ἀμφικτύων αὐτός φημί εἰς συνέδριον κοινός τόσδε γίγνομαι ὁ Ἑλληνικός συνάγω Ἴων δόλοψ Θεσσαλός Ἀινιᾶνες Μάγνης Μαλιεύς Φθιώτης Δωριεύς Φωκεύς Λοκρός ὁ Φωκίς ὁμόρος ὑπό ὁ ὄρος ὁ κνημίς | 0 |
| 10.8.2 | 2 | καταλαβόντων δὲ Φωκέων τὸ ἱερὸν καὶ ὕστερον δεκάτῳ ἔτει λαβόντος πέρας τοῦ πολέμου, μεταβολὴν καὶ τὰ Ἀμφικτυόνων ἔσχε. | Later, however, when the Phokians seized the sanctuary and the war ended in the tenth year, a change occurred also among the Amphictyons. | καταλαμβάνω δέ Φωκεύς ὁ ἱερός καί ὕστερον δέκατος ἔτος λαμβάνω πέρας ὁ πόλεμος μεταβολή καί ὁ ἀμφικτύων ἔχω | 0 |
| 10.8.2 | 3 | Μακεδόνες μὲν γὰρ τελεῖν ἐς Ἀμφικτύονας εὕραντο, Φωκέων δὲ τὸ ἔθνος καὶ ἐκ τοῦ Δωρικοῦ Λακεδαιμόνιοι μετασχόντες ἐπαύσαντο Ἀμφικτυονίας, οἱ μὲν τοῦ τολμήματος ἕνεκα οἱ Φωκεῖς, οἱ δὲ συμμαχίας εὕραντο οἱ Λακεδαιμόνιοι τῆς Φωκέων ζημίαν. | For the Macedonians were permitted to participate in the Amphictyonic council, whereas the nation of the Phokians and likewise the Lacedaemonians, who had been members as part of the Dorian tribe, ceased to belong to it; the Phokians because of their sacrilege, and the Lacedaemonians because they had allied themselves with the Phokians and shared in their punishment. | Μακεδών μέν γάρ τελέω εἰς Ἀμφικτύων ἀείρω Φωκεύς δέ ὁ ἔθνος καί ἐκ ὁ δωρικός Λακεδαιμόνιος μετέχω παύω ἀμφικτιονία ὁ μέν ὁ τόλμημα ἕνεκα ὁ Φωκεύς ὁ δέ συμμαχία ἀείρω ὁ Λακεδαιμόνιος ὁ Φωκεύς ζημία | 0 |
| 10.8.3 | 1 | Βρέννου δὲ τὸν Γαλατῶν στρατὸν ἀγαγόντος ἐς Δελφοὺς προθυμίαν ἐς τὸν πόλεμον οἱ Φωκεῖς πλείστην τοῦ Ἑλληνικοῦ παρέσχοντο, καὶ ἀπὸ τοῦ ἔργου τούτου μετασχεῖν Ἀμφικτυονίας αὖθις καὶ ἐς τὰ ἄλλα ἐγένετο ἀξίωμα αὐτοῖς ἀνασώσασθαι τὸ ἀρχαῖον. | When Brennus led the army of the Gauls against Delphi, the Phokians displayed the greatest eagerness among the Greeks for the war, and because of this achievement, they regained their ancient position, re-entering the Amphictyonic League and recovering their previous dignity in other matters as well. | βρέννος δέ ὁ Γαλάτης στρατός ἄγω εἰς Δελφοί προθυμία εἰς ὁ πόλεμος ὁ Φωκεύς πλεῖστος ὁ Ἑλληνικός παρέχομαι καί ἀπό ὁ ἔργον οὗτος μετέχω ἀμφικτιονία αὖθις καί εἰς ὁ ἄλλος γίγνομαι ἀξίωμα αὐτός ἀνασῴζω ὁ ἀρχαῖος | 0 |
| 10.8.3 | 2 | βασιλεὺς δὲ Αὔγουστος μετεῖναι καὶ Νικοπολίταις τοῖς πρὸς τῷ Ἀκτίῳ συνεδρίου τοῦ Ἀμφικτυόνων ἠθέλησε· | Later, Emperor Augustus wished to grant membership in the Amphictyonic council also to the people of Nicopolis near Actium. | βασιλεύς δέ Αὔγουστος μείνειν καί Νικοπολίτης ὁ πρός ὁ ἀκτίς συνέδριον ὁ ἀμφικτύων ἐθέλω | 0 |
| 10.8.3 | 3 | Μάγνητας μὲν οὖν καὶ Μαλιεῖς καὶ Αἰνιᾶνας καὶ Φθιώτας Θεσσαλοῖς συντελεῖν , τὰς ψήφους δὲ ὅσαι τούτων τε καὶ Δολόπων---οὐ γὰρ ἔτι ἦν Δολόπων γένος---Νικοπολίτας φέρειν. | He accordingly ordered that the Magnesians, Malians, Aenianians, and Phthiotans should join together in representation with the Thessalians, and that the votes formerly belonging to these peoples and to the Dolopians—for the Dolopian nation no longer existed—should pass to the citizens of Nicopolis. | Μάγνης μέν οὖν καί Μαλιεύς καί Ἀινιᾶνες καί Φθιώτης Θεσσαλός συντελέω ὁ ψῆφος δέ ὅσος οὗτος τε καί δόλοψ οὐ γάρ ἔτι εἰμί δόλοψ γένος Νικοπολίτης φέρω | 0 |
| 10.8.4 | 1 | οἱ δὲ Ἀμφικτύονες οἱ ἐπʼ ἐμοῦ τριάκοντα ἀριθμῷ ἦσαν· | In my day the Amphictyons numbered thirty: | ὁ δέ ἀμφικτύων ὁ ἐπί ἐγώ τριάκοντα ἀριθμός εἰμί | 0 |
| 10.8.4 | 2 | ἐκ Νικοπόλεως μὲν καὶ Μακεδονίας τε καὶ Θεσσαλῶν, ἀπὸ ἑκάστων ἀριθμῷ ἦσαν ἕξ, ἐκ δὲ Βοιωτῶν---Θεσσαλίαν γὰρ καὶ οὗτοι τὰ ἀρχαιότερα ᾤκησαν καὶ Αἰολεῖς τηνικαῦτα ἐκαλοῦντο---καὶ ἐκ Φωκέων τε καὶ Δελφῶν, παρὰ τούτων δύο ἑκάστων· | From Nicopolis and from Macedonia and from Thessaly, six representatives each; from the Boeotians—since these people too, in very ancient times, once inhabited Thessaly and were then known as Aeolians—and also from the Phokians and from the Delphians, two representatives each; | ἐκ Νικόπολις μέν καί Μακεδονία τε καί Θεσσαλός ἀπό ἕκαστος ἀριθμός εἰμί ἕξ ἐκ δέ Βοιωτός Θεσσαλία γάρ καί οὗτος ὁ ἀρχαῖος οἰκέω καί Αἰολεύς τηνικαῦτα καλέω καί ἐκ Φωκεύς τε καί Δελφοί παρά οὗτος δύο ἕκαστος | 0 |
| 10.8.4 | 3 | εἷς δʼ ἐκ Δωρίδος τῆς ἀρχαίας. | And one from ancient Doris. | εἷς δέ ἐκ Δωρίς ὁ ἀρχαῖος | 0 |
| 10.8.5 | 1 | πέμπουσι δὲ καὶ Λοκροὶ οἵ τε καλούμενοι Ὀζόλαι καὶ οἱ πέραν Εὐβοίας ἕνα ἑκάτεροι, καὶ Εὐβοεύς ἐστιν εἷς· | The Locrians also send deputies, one from the so-called Ozolian Locrians and one from those beyond Euboea, and there is one from Euboea itself. | πέμπω δέ καί Λοκρός ὁ τε καλέω Ὀζόλαι καί ὁ πέραν εὔβοια εἷς ἑκάτερος καί Εὐβοεύς εἰμί εἷς | 0 |
| 10.8.5 | 2 | Πελοποννησίων δὲ ἐξ Ἄργους καὶ Σικυῶνος καὶ Κορίνθου σὺν Μεγαρεῦσίν ἐστιν εἷς καὶ εἷς Ἀθηναῖος. | Of the Peloponnesians, Argos, Sicyon, and Corinth, together with Megara, send one representative among them, and Athens sends one separately. | Πελοποννήσιος δέ ἐκ Ἄργος καί Σικυών καί Κόρινθος σύν Μεγαρεύς εἰμί εἷς καί εἷς Ἀθηναῖος | 0 |
| 10.8.5 | 3 | αἱ μὲν δὴ πόλεις Ἀθῆναι καὶ Δελφοὶ καὶ ἡ Νικόπολις, αὗται μὲν ἀποστέλλουσι συνεδρεύσοντας ἐς Ἀμφικτυονίαν πᾶσαν· | As for the cities of Athens, Delphi, and Nicopolis, these send deputies to participate in every meeting of the Amphictyonic Council. | ὁ μέν δή πόλις Ἀθῆναι καί Δελφοί καί ὁ Νικόπολις οὗτος μέν ἀποστέλλω συνεδρεύω εἰς ἀμφικτυονία πᾶς | 0 |
| 10.8.5 | 4 | ἀπὸ δὲ ἐθνῶν τῶν κατειλεγμένων ἑκάστῃ πόλει ἀνὰ μέρος ἐς Ἀμφικτύονας καὶ ἐν χρόνου περιόδῳ συντελεῖν ἔστιν. | From each of the aforementioned groups of peoples, the various cities take turns in appointing representatives to the Amphictyonic Council and share responsibility periodically. | ἀπό δέ ἔθνος ὁ καταλέγω ἕκαστος πόλις ἀνά μέρος εἰς Ἀμφικτύων καί ἐν χρόνος περίοδος συντελέω εἰμί | 0 |
| 10.8.6 | 1 | ἐσελθόντι δὲ ἐς τὴν πόλιν εἰσὶν ἐφεξῆς ναοί· | Upon entering the city, temples stand in succession. | εἰσέρχομαι δέ εἰς ὁ πόλις εἰμί ἐφεξῆς ναός | 0 |
| 10.8.6 | 2 | καὶ ὁ μὲν πρῶτος αὐτῶν ἐρείπια ἦν, ὁ ἐπὶ τούτῳ δὲ κενὸς καὶ ἀγαλμάτων καὶ ἀνδριάντων· | The first of these was in ruins, and the one following it was empty, devoid both of images and statues. | καί ὁ μέν πρῶτος αὐτός ἐρείπιον εἰμί ὁ ἐπί οὗτος δέ κενός καί ἄγαλμα καί ἀνδριάς | 0 |
| 10.8.6 | 3 | ὁ δὲ αὐτῶν τρίτος καὶ ὁ τέταρτος, ὁ μὲν τῶν ἐν Ῥώμῃ βασιλευσάντων εἶχεν οὐ πολλῶν τινῶν εἰκόνας, ὁ τέταρτος δὲ Ἀθηνᾶς καλεῖται Προνοίας. | The third temple had some few statues representing certain Roman emperors, while the fourth temple was called Athena Pronoia ("Forethought"). | ὁ δέ αὐτός τρίτος καί ὁ τέταρτος ὁ μέν ὁ ἐν ῥώμη βασιλεύω ἔχω οὐ πολύς τις εἰκών ὁ τέταρτος δέ Ἀθηνᾶ καλέω πρόνοια | 0 |
| 10.8.6 | 4 | τῶν δὲ ἀγαλμάτων τὸ ἐν τῷ προνάῳ Μασσαλιωτῶν ἀνάθημά ἐστι, μεγέθει τοῦ ἔνδον ἀγάλματος μεῖζον. | Of its statues, the one standing in the fore-temple is an offering made by the Massaliotes, larger in size than the statue inside. | ὁ δέ ἄγαλμα ὁ ἐν ὁ προνάος Μασσαλιώτης ἀνάθημα εἰμί μέγεθος ὁ ἔνδον ἄγαλμα μέγας | 0 |
| 10.8.6 | 5 | οἱ δὲ Μεσσαλιῶται Φωκαέων εἰσὶν ἄποικοι τῶν ἐν Ἰωνίᾳ, μοῖρα καὶ αὕτη τῶν ποτε Ἅρπαγον τὸν Μῆδον φυγόντων ἐκ Φωκαίας· | The Massaliotes are colonists from Phocaea in Ionia, being themselves part of those who once fled Phocaea before Harpagus the Mede. | ὁ δέ Μεσσαλιώτης φωκαεύς εἰμί ἀποικος ὁ ἐν Ἰωνία μοῖρα καί οὗτος ὁ ποτε ἅρπαξ ὁ Μῆδος φεύγω ἐκ φωκαία | 0 |
| 10.8.6 | 6 | γενόμενοι δὲ ναυσὶν ἐπικρατέστεροι Καρχηδονίων τήν τε γῆν ἣν ἔχουσιν ἐκτήσαντο καὶ ἐπὶ μέγα ἀφίκοντο εὐδαιμονίας. | Having afterwards proved superior to the Carthaginians in naval affairs, they acquired the land they now possess and became greatly prosperous. | γίγνομαι δέ ναῦς ἐπικρατής Καρχηδόνιος ὁ τε γῆ ὅς ἔχω κτάομαι καί ἐπί μέγας ἀφικνέομαι εὐδαιμονία | 0 |
| 10.8.7 | 1 | τῶν μὲν δὴ Μασσαλιωτῶν χαλκοῦν τὸ ἀνάθημά ἐστι· χρυσοῦ δὲ ἀσπίδα ὑπὸ Κροίσου τοῦ Λυδοῦ τῇ Ἀθηνᾷ τῇ Προνοίᾳ δοθεῖσαν, ἐλέγετο ὑπὸ τῶν Δελφῶν ὡς Φιλόμηλος αὐτὴν ἐσύλησε. | The dedication of the Massaliotes is made of bronze, but the Delphians said that Philomelus plundered a golden shield, which had been dedicated by Croesus the Lydian to Athena Pronoia. | ὁ μέν δή Μασσαλιώτης χαλκοῦς ὁ ἀνάθημα εἰμί χρυσός δέ ἀσπίς ὑπό Κροῖσος ὁ Λυδός ὁ Ἀθηνᾶ ὁ πρόνοια δίδωμι λέγω ὑπό ὁ Δελφοί ὡς φιλόμηλος αὐτός συλάω | 0 |
| 10.8.7 | 2 | πρὸς δὲ τῷ ἱερῷ τῆς Προνοίας Φυλάκου τέμενός ἐστιν ἥρωος· | Near the sanctuary of Pronoia there is an enclosure sacred to the hero Phylacus. | πρός δέ ὁ ἱερός ὁ πρόνοια φύλαξ τέμενος εἰμί ἥρως | 0 |
| 10.8.7 | 3 | καὶ ὁ Φύλακος οὗτος ὑπὸ Δελφῶν ἔχει φήμην κατὰ τὴν ἐπιστρατείαν σφίσιν ἀμῦναι τὴν Περσῶν. | According to the Delphians, this Phylacus gained fame because during the Persian invasion he provided them with aid. | καί ὁ φύλαξ οὗτος ὑπό Δελφοί ἔχω φήμη κατά ὁ ἐπιστρατεία σφεῖς ἀμύνω ὁ Πέρσης | 0 |
| 10.8.8 | 1 | ἐν δὲ τοῦ γυμνασίου τῷ ὑπαίθρῳ πεφυκέναι ποτὲ ἀγρίαν φασὶν ὕλην, καὶ Ὀδυσσέα, ἡνίκα ὡς τὸν Αὐτόλυκον ἀφικόμενος μετὰ τοῦ Αὐτολύκου τῶν παίδων ἐθήρευε, τότε αὐτὸν τὸ τραῦμα τὸ ὑπὲρ τοῦ γόνατος ἐνταῦθα σχεῖν ὑπὸ τοῦ συός. | In the open area of the gymnasium, they say there once grew wild woodland, and that here Odysseus, when he came to Autolykos and was hunting with the sons of Autolykos, received the wound above his knee inflicted by the boar. | ἐν δέ ὁ γυμνάσιον ὁ ὑπαίθριος φύω ποτέ ἀγρία φημί ὕλη καί Ὀδυσσεύς ἡνίκα ὡς ὁ αὐτόλυκος ἀφικνέομαι μετά ὁ αὐτόλυκος ὁ παῖς θηρεύω τότε αὐτός ὁ τραῦμα ὁ ὑπέρ ὁ γόνυ ἐνταῦθα ἔχω ὑπό ὁ ὗς | 0 |
| 10.8.8 | 2 | τραπομένῳ δὲ ἐς ἀριστερὰν ἀπὸ τοῦ γυμνασίου καὶ ὑποκαταβάντι οὐ πλέον ἐμοὶ δοκεῖν ἢ τρία στάδια, ποταμός ἐστιν ὀνομαζόμενος Πλεῖστος· | Turning left from the gymnasium and descending slightly for no more, as it seems to me, than three stades, there is a river called Pleistos. | τρέπομαι δέ εἰς ἀριστερός ἀπό ὁ γυμνάσιον καί ὑποκαταβαίνω οὐ πλέον ἐγώ δοκέω ἤ τρεῖς στάδιον ποταμός εἰμί ὀνομάζω πλεῖστος | 0 |
| 10.8.8 | 3 | οὗτος ὁ Πλεῖστος ἐπὶ Κίρραν τὸ ἐπίνειον Δελφῶν καὶ τὴν ταύτῃ κάτεισι θάλασσαν. | This Pleistos flows down towards Cirrha, the harbor of Delphi, and reaches the sea in that direction. | οὗτος ὁ πλεῖστος ἐπί Κίρρα ὁ ἐπίνειον Δελφοί καί ὁ οὗτος κάτειμι θάλασσα | 0 |
| 10.8.9 | 1 | ἐκ δὲ τοῦ γυμνασίου τὴν ἐς τὸ ἱερὸν ἀνιόντι ἔστιν ἐν δεξιᾷ τῆς ὁδοῦ τὸ ὕδωρ τῆς Κασταλίας, καὶ πιεῖν ἡδὺ καὶ λοῦσθαι καλόν. | Going up from the gymnasium towards the sanctuary, on the right side of the road is the water of Castalia, pleasant to drink and beautiful for bathing. | ἐκ δέ ὁ γυμνάσιον ὁ εἰς ὁ ἱερός ἄνω εἰμί ἐν δεξιός ὁ ὁδός ὁ ὕδωρ ὁ Κασταλία καί πίνω ἡδύς καί λούω καλός | 0 |
| 10.8.9 | 2 | δοῦναι δὲ τὸ ὄνομα τῇ πηγῇ γυναῖκα λέγουσιν ἐπιχωρίαν, οἱ δὲ ἄνδρα Καστάλιον· | They say the spring was named from a local woman, though others say it was named after a man, Castalius. | δίδωμι δέ ὁ ὄνομα ὁ πηγή γυνή λέγω ἐπιχώριος ὁ δέ ἀνήρ Καστάλιον | 0 |
| 10.8.9 | 3 | Πανύασσις δὲ ὁ Πολυάρχου πεποιηκὼς ἐς Ἡρακλέα ἔπη θυγατέρα Ἀχελῴου τὴν Κασταλίαν φησὶν εἶναι. | Panyassis son of Polyarchus, however, who composed verses about Heracles, claims that Castalia was a daughter of Acheloüs. | Πανύασσις δέ ὁ πολυάρχος ποιέω εἰς Ἡρακλῆς ἔπος θυγάτηρ Ἀχελῷος ὁ Κασταλία φημί εἰμί | 0 |
| 10.8.9 | 4 | λέγει γὰρ δὴ περὶ τοῦ Ἡρακλέους· | For he says thus concerning Heracles: | λέγω γάρ δή περί ὁ Ἡρακλῆς | 0 |
| 10.8.9 | 5 | Παρνησσὸν νιφόεντα θοοῖς διὰ ποσσὶ περήσας ἵκετο Κασταλίης Ἀχελωΐδος ἄμβροτον ὕδωρ. | "Having swiftly crossed snowy Parnassus with swift feet, He reached the immortal water of Castalia, daughter of Acheloüs." | Παρνησσός νιφόεις θοός διά πούς πείρω ἱκνέομαι Κασταλίη Ἀχελωΐς ἄμβροτος ὕδωρ | 0 |
| 10.8.10 | 1 | ἤκουσα δὲ καὶ ἄλλο τοιόνδε, τὸ ὕδωρ τῇ Κασταλίᾳ ποταμοῦ δῶρον εἶναι τοῦ Κηφισοῦ. | I have also heard another account of the following kind, that the waters of Castalia are a gift from the river Cephisus. | ἀκούω δέ καί ἄλλος τοιόσδε ὁ ὕδωρ ὁ Κασταλία ποταμός δῶρον εἰμί ὁ Κηφισός | 0 |
| 10.8.10 | 2 | τοῦτο ἐποίησε καὶ Ἀλκαῖος ἐν προοιμίῳ τῷ ἐς Ἀπόλλωνα· | Alcaeus also said this in his hymn addressed to Apollo; and the people of Lilaea are particularly firm in affirming it. | οὗτος ποιέω καί Ἀλκαῖος ἐν προοίμιον ὁ εἰς Ἀπόλλων | 0 |
| 10.8.10 | 3 | βεβαιοῦνται δὲ οὐχ ἥκιστα οἱ Λιλαιεῖς, οἳ ἐς τοῦ Κηφισοῦ τὴν πηγὴν πέμματα ἐπιχώρια καὶ ἄλλα ὁπόσα νομίζουσιν ἀφιᾶσιν ἔν τισιν εἰρημέναις ἡμέραις, καὶ αὖθις ἐν τῇ Κασταλίᾳ φασὶν αὐτὰ ἀναφαίνεσθαι. | On certain days prescribed by custom, they cast local cakes and other offerings deemed appropriate into the spring of Cephisus, and claim that these same things reappear later in the spring of Castalia. | βεβαιόω δέ οὐ ἥκιστα ὁ Λιλαιεύς ὅς εἰς ὁ Κηφισός ὁ πηγή πέμμα ἐπιχώριος καί ἄλλος ὁπόσος νομίζω ἀφίημι εἰμί τις λέγω ἡμέρα καί αὖθις ἐν ὁ Κασταλία φημί αὐτός ἀναφαίνω | 0 |