Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 1.2.1 | 1 | ἐσελθόντων δὲ ἐς τὴν πόλιν ἐστὶν Ἀντιόπης μνῆμα Ἀμαζόνος. | When one enters the city, there is the tomb of Antiope the Amazon. | εἰσέρχομαι δέ εἰς ὁ πόλις εἰμί Ἀντιόπη μνῆμα Ἀμαζών | 0 |
| 1.2.1 | 2 | ταύτην τὴν Ἀντιόπην Πίνδαρος μέν φησιν ὑπὸ Πειρίθου καὶ Θησέως ἁρπασθῆναι, Τροιζηνίῳ δὲ Ἡγίᾳ τοιάδε ἐς αὐτὴν πεποίηται· Ἡρακλέα Θεμίσκυραν πολιορκοῦντα τὴν ἐπὶ Θερμώδοντι ἑλεῖν μὴ δύνασθαι, Θησέως δὲ ἐρασθεῖσαν Ἀντιόπην--- στρατεῦσαι γὰρ ἅμα Ἡρακλεῖ καὶ Θησέα---παραδοῦναι τε τὸ χωρίον. | Pindar says that this Antiope was seized by Pirithous and Theseus, but Hegias of Troezen has composed the following account about her: that while Heracles was besieging Themiscyra on the Thermodon and was unable to take it, Antiope, having fallen in love with Theseus (as Theseus was campaigning together with Heracles), surrendered the city. | οὗτος ὁ Ἀντιόπη Πίνδαρος μέν φημί ὑπό Πειρίθοος καί Θησεύς ἁρπάζω τροιζηνίος δέ ἁγία τοιόσδε εἰς αὐτός ποιέω Ἡρακλῆς Θεμίσκυρα πολιορκέω ὁ ἐπί Θερμώδων αἱρέω μή δύναμαι Θησεύς δέ ἐράω Ἀντιόπη στρατεύω γάρ ἅμα Ἡρακλῆς καί Θησεύς παραδίδωμι τε ὁ χωρίον | 0 |
| 1.2.1 | 3 | τάδε μὲν Ἡγίας πεποίηκεν. | Such is Hegias's account. | ὅδε μέν ἥγιος ποιέω | 0 |
| 1.2.1 | 4 | Ἀθηναῖοι δέ φασιν, ἐπεί τε ἦλθον Ἀμαζόνες, Ἀντιόπην μὲν ὑπὸ Μολπαδίας τοξευθῆναι, Μολπαδίαν δὲ ἀποθανεῖν ὑπὸ Θησέως. | However, the Athenians themselves say that when the Amazons came, Antiope was shot by Molpadia, and Molpadia was killed by Theseus. | Ἀθηναῖος δέ φημί ἐπεί τε ἔρχομαι Ἀμαζών Ἀντιόπη μέν ὑπό μολπαδίας τοξεύω Μολπαδία δέ ἀποθνῄσκω ὑπό Θησεύς | 0 |
| 1.2.1 | 5 | καὶ μνῆμά ἐστι καὶ Μολπαδίας Ἀθηναίοις. | And the Athenians also possess the tomb of Molpadia. | καί μνῆμα εἰμί καί μολπαδίας Ἀθηναῖος | 0 |
| 1.2.2 | 1 | ἀνιόντων δὲ ἐκ Πειραιῶς ἐρείπια τῶν τειχῶν ἐστιν, ἃ Κόνων ὕστερον τῆς πρὸς Κνίδῳ ναυμαχίας ἀνέστησε· | Going up from the Piraeus, there are ruins of the walls which Conon later rebuilt after the naval battle of Cnidus; | ἄνω δέ ἐκ Πειραιεύς ἐρείπιον ὁ τεῖχος εἰμί ὅς Κόνων ὕστερον ὁ πρός κνίδος ναυμαχία ἀνίστημι | 0 |
| 1.2.2 | 2 | τὰ γὰρ Θεμιστοκλέους μετὰ τὴν ἀναχώρησιν οἰκοδομηθέντα τὴν Μήδων ἐπὶ τῆς ἀρχῆς καθῃρέθη τῶν τριάκοντα ὀνομαζομένων. | for those walls built by Themistocles after the withdrawal of the Persians had been destroyed during the regime of the so-called Thirty. | ὁ γάρ Θεμιστοκλῆς μετά ὁ ἀναχώρησις οἰκοδομέω ὁ Μῆδος ἐπί ὁ ἀρχή καθαιρέω ὁ τριάκοντα ὀνομάζω | 0 |
| 1.2.2 | 3 | εἰσὶ δὲ τάφοι κατὰ τὴν ὁδὸν γνωριμώτατοι Μενάνδρου τοῦ Διοπείθους καὶ μνῆμα Εὐριπίδου κενόν· | Along this road stand prominent tombs, notably that of Menander, son of Diopeithes, and an empty memorial to Euripides. | εἰμί δέ τάφος κατά ὁ ὁδός γνωρίμωτος Μενάνδρος ὁ Διοπείθης καί μνῆμα Εὐριπίδης κενός | 0 |
| 1.2.2 | 4 | τέθαπται δὲ Εὐριπίδης ἐν Μακεδονίᾳ παρὰ τὸν βασιλέα ἐλθὼν Ἀρχέλαον, ὁ δέ οἱ τοῦ θανάτου τρόπος---πολλοῖς γάρ ἐστιν εἰρημένος---ἐχέτω καθὰ λέγουσιν. | Euripides himself is buried in Macedon, where he had gone to King Archelaus. | θάπτω δέ Εὐριπίδης ἐν Μακεδονία παρά ὁ βασιλεύς ἔρχομαι Ἀρχέλαος ὁ δέ ὁ ὁ θάνατος τρόπος πολύς γάρ εἰμί εἴρημαι ἔχω καθά λέγω | 0 |
| 1.2.3 | 1 | συνῆσαν δὲ ἄρα καὶ τότε τοῖς βασιλεῦσι ποιηταὶ καὶ πρότερον ἔτι καὶ Πολυκράτει Σάμου τυραννοῦντι Ἀνακρέων παρῆν καὶ ἐς Συρακούσας πρὸς Ἱέρωνα Αἰσχύλος καὶ Σιμωνίδης ἐστάλησαν· | At that time too, then, poets accompanied kings, just as even earlier Anacreon had attended Polycrates when he was tyrant of Samos, and Aeschylus and Simonides were sent to Hieron at Syracuse. | σύνειμι δέ ἄρα καί τότε ὁ βασιλεύς ποιητής καί πρότερον ἔτι καί Πολυκράτης Σάμιος τυραννέω Ἀνακρέων πάρειμι καί εἰς Συράκουσαι πρός Ἱέρων Αἴσχυλος καί Σιμωνίδης στέλλω | 0 |
| 1.2.3 | 2 | Διονυσίῳ δέ, ὃς ὕστερον ἐτυράννησεν ἐν Σικελίᾳ, Φιλόξενος παρῆν καὶ Ἀντιγόνῳ Μακεδόνων ἄρχοντι Ἀνταγόρας Ῥόδιος καὶ Σολεὺς Ἄρατος. | Philoxenus was present with Dionysius, who later became tyrant in Sicily, and Antagoras of Rhodes and Aratus of Soli stayed with Antigonus, ruler of the Macedonians. | διονύσιος δέ ὅς ὕστερον τυραννέω ἐν Σικελία φιλόξενος πάρειμι καί Ἀντίγονος Μακεδών ἄρχων Ἀνταγόρας Ῥόδιος καί Σολεύς Ἄρατος | 0 |
| 1.2.3 | 3 | Ἡσίοδος δὲ καὶ Ὅμηρος ἢ συγγενέσθαι βασιλεῦσιν ἠτύχησαν ἢ καὶ ἑκόντες ὠλιγώρησαν, ὁ μὲν ἀγροικίᾳ καὶ ὄκνῳ πλάνης, Ὅμηρος δὲ ἀποδημήσας ἐπὶ μακρότατον καὶ τὴν ὠφέλειαν τὴν ἐς χρήματα παρὰ τῶν δυνατῶν ὑστέραν θέμενος τῆς παρὰ τοῖς πολλοῖς δόξης, | Hesiod and Homer either had no good fortune to associate with kings or deliberately neglected it, Hesiod through his rusticity and reluctance to travel, and Homer because he ventured abroad very widely indeed, preferring fame among the people above the profit of wealth from the powerful. | Ἡσίοδος δέ καί Ὅμηρος ἤ συγγίγνομαι βασιλεύς ἀτυχέω ἤ καί ἑκών ὀλιγωρέω ὁ μέν ἀγροικία καί ὄκνος πλάνης Ὅμηρος δέ ἀποδημέω ἐπί μακρός καί ὁ ὠφέλεια ὁ εἰς χρῆμα παρά ὁ δυνατός ὕστερος τίθημι ὁ παρά ὁ πολύς δόξα | 0 |
| 1.2.3 | 4 | ἐπεὶ καὶ Ὁμήρῳ πεποιημένα ἐστὶν Ἀλκίνῳ παρεῖναι Δημόδοκον καὶ ὡς Ἀγαμέμνων καταλείποι τινὰ παρὰ τῇ γυναικὶ ποιητήν. | Indeed, Homer himself described how Demodocus attended Alcinous, and how Agamemnon left a certain poet behind with his wife. | ἐπεί καί Ὅμηρος ποιέω εἰμί Ἀλκῖνος πάρειμι Δημόδοκος καί ὡς Ἀγαμέμνων καταλείπω τις παρά ὁ γυνή ποιητής | 0 |
| 1.2.3 | 5 | ἔστι δὲ τάφος οὐ πόρρω τῶν πυλῶν, ἐπίθημα ἔχων στρατιώτην ἵππῳ παρεστηκότα· ὅντινα μέν, οὐκ οἶδα, Πραξιτέλης δὲ καὶ τὸν ἵππον καὶ τὸν στρατιώτην ἐποίησεν. | Close by the city gates there is a tomb bearing the relief of a soldier standing beside a horse; who this man is I do not know, but Praxiteles made both the horse and the soldier. | εἰμί δέ τάφος οὐ πόρρω ὁ πύλη ἐπίθημα ἔχω στρατιώτης ἵππος παρίστημι ὅστις μέν οὐ οἶδα Πραξιτέλης δέ καί ὁ ἵππος καί ὁ στρατιώτης ποιέω | 0 |
| 1.2.4 | 1 | ἐσελθόντων δὲ ἐς τὴν πόλιν οἰκοδόμημα ἐς παρασκευήν ἐστι τῶν πομπῶν, ἃς πέμπουσι τὰς μὲν ἀνὰ πᾶν ἔτος, τὰς δὲ καὶ χρόνον διαλείποντες. | When one has entered the city, there is a building used for the preparation of processions, some of which they celebrate every year, while others occur at intervals. | εἰσέρχομαι δέ εἰς ὁ πόλις οἰκοδόμημα εἰς παρασκευή εἰμί ὁ πομπή ὅς πέμπω ὁ μέν ἀνά πᾶς ἔτος ὁ δέ καί χρόνος διαλείπω | 0 |
| 1.2.4 | 2 | καὶ πλησίον ναός ἐστι Δήμητρος, ἀγάλματα δὲ αὐτή τε καὶ ἡ παῖς καὶ δᾷδα ἔχων Ἴακχος· | Near this building stands a temple of Demeter; the statues inside include the goddess herself, her daughter, and Iacchus bearing a torch. | καί πλησίον ναός εἰμί Δημήτηρ ἄγαλμα δέ αὐτός τε καί ὁ παῖς καί δᾷς ἔχω Ἴακχος | 0 |
| 1.2.4 | 3 | γέγραπται δὲ ἐπὶ τῷ τοίχῳ γράμμασιν Ἀττικοῖς ἔργα εἶναι Πραξιτέλους. | An inscription written in Attic letters upon the wall declares the works to be those of Praxiteles. | γράφω δέ ἐπί ὁ τοίχος γράμμα Ἀττικός ἔργον εἰμί Πραξιτέλης | 0 |
| 1.2.4 | 4 | τοῦ ναοῦ δὲ οὐ πόρρω Ποσειδῶν ἐστιν ἐφʼ ἵππου, δόρυ ἀφιεὶς ἐπὶ γίγαντα Πολυβώτην, ἐς ὃν Κῴοις ὁ μῦθος ὁ περὶ τῆς ἄκρας ἔχει τῆς Χελώνης· τὸ δὲ ἐπίγραμμα τὸ ἐφʼ ἡμῶν τὴν εἰκόνα ἄλλῳ δίδωσι καὶ οὐ Ποσειδῶνι. | Not far from this temple is a statue of Poseidon on horseback, hurling a spear against the giant Polybotes, who figures in the legend which the Koans tell concerning their promontory of Chelone; however, the inscription in our time attributes the image to another, rather than to Poseidon. | ὁ ναός δέ οὐ πόρρω Ποσειδῶν εἰμί ἐπί ἵππος δόρυ ἀφίημι ἐπί γίγας πολυβώτης εἰς ὅς Κῷος ὁ μῦθος ὁ περί ὁ ἄκρα ἔχω ὁ χελώνη ὁ δέ ἐπίγραμμα ὁ ἐπί ἐγώ ὁ εἰκών ἄλλος δίδωμι καί οὐ Ποσειδῶν | 0 |
| 1.2.4 | 5 | στοαὶ δέ εἰσιν ἀπὸ τῶν πυλῶν ἐς τὸν Κεραμεικὸν καὶ εἰκόνες πρὸ αὐτῶν χαλκαῖ καὶ γυναικῶν καὶ ἀνδρῶν, ὅσοις τι ὑπῆρχεν ὧν τις λόγος ἐς δόξαν. | From the gates, colonnades stretch into the Ceramicus, and in front of these colonnades are bronze statues both of women and men, those who had achieved some notable distinction. | στοά δέ εἰμί ἀπό ὁ πύλη εἰς ὁ Κεραμεικός καί εἰκών πρό αὐτός χαλκοῦς καί γυνή καί ἀνήρ ὅσος τις ὑπάρχω ὅς τις λόγος εἰς δόξα | 0 |
| 1.2.5 | 1 | ἡ δὲ ἑτέρα τῶν στοῶν ἔχει μὲν ἱερὰ θεῶν, ἔχει δὲ γυμνάσιον Ἑρμοῦ καλούμενον· | The other of the porticoes contains sanctuaries of gods, and also a gymnasium called the Gymnasium of Hermes. | ὁ δέ ἕτερος ὁ στοά ἔχω μέν ἱερός θεός ἔχω δέ γυμνάσιον Ἑρμῆς καλέω | 0 |
| 1.2.5 | 2 | ἔστι δὲ ἐν αὐτῇ Πουλυτίωνος οἰκία, καθʼ ἣν παρὰ τὴν ἐν Ἐλευσῖνι δρᾶσαι τελετὴν Ἀθηναίων φασὶν οὐ τοὺς ἀφανεστάτους· | Within it stands the house of Polytion, where they say not the least distinguished among the Athenians performed rites similar to the mysteries enacted at Eleusis. | εἰμί δέ ἐν αὐτός Πουλυτίων οἰκία κατά ὅς παρά ὁ ἐν Ἐλευσίς δράω τελετή Ἀθηναῖος φημί οὐ ὁ ἀφανέστατος | 0 |
| 1.2.5 | 3 | ἐπʼ ἐμοῦ δὲ ἀνεῖτο Διονύσῳ. | In my own time this house was dedicated to Dionysus. | ἐπί ἐγώ δέ ἄνειμι Διόνυσος | 0 |
| 1.2.5 | 4 | Διόνυσον δὲ τοῦτον καλοῦσι Μελπόμενον ἐπὶ λόγῳ τοιῷδε ἐφʼ ὁποίῳ περ Ἀπόλλωνα Μουσηγέτην. | This Dionysus they call Melpomenos ("The Singer") for a reason similar to that for which Apollo is surnamed Mousēgetēs ("Leader of the Muses"). | Διόνυσος δέ οὗτος καλέω μέλπομαι ἐπί λόγος τοιοῦτος ἐπί ὁποῖος περί Ἀπόλλων μουσηγέτης | 0 |
| 1.2.5 | 5 | ἐνταῦθά ἐστιν Ἀθηνᾶς ἄγαλμα Παιωνίας καὶ Διὸς καὶ Μνημοσύνης καὶ Μουσῶν, Ἀπόλλων τε ἀνάθημα καὶ ἔργον Εὐβουλίδου , καὶ δαίμων τῶν ἀμφὶ Διόνυσον Ἄκρατος· | There is here a statue of Athena Paeonia, and of Zeus, Mnemosyne, and the Muses, as well as an offering of Apollo, a work of Euboulides, and a daemon named Akratos, who belongs to the retinue of Dionysus. | ἐνταῦθα εἰμί Ἀθηνᾶ ἄγαλμα παιωνία καί Ζεύς καί μνημοσύνη καί Μοῦσα Ἀπόλλων τε ἀνάθημα καί ἔργον Εὐβουλίδης καί δαίμων ὁ ἀμφί Διόνυσος ἄκρατος | 0 |
| 1.2.5 | 6 | πρόσωπόν ἐστίν οἱ μόνον ἐνῳκοδομημένον τοίχῳ. | His face alone is built into the wall. | πρόσωπον εἰμί ὁ μόνος ἐνῳκοδομέω τοίχος | 0 |
| 1.2.5 | 7 | μετὰ δὲ τὸ τοῦ Διονύσου τέμενός ἐστιν οἴκημα ἀγάλματα ἔχον ἐκ πηλοῦ, βασιλεὺς Ἀθηναίων Ἀμφικτύων ἄλλους τε θεοὺς ἑστιῶν καὶ Διόνυσον. | Next to the precinct of Dionysus is a building containing clay images representing Amphictyon, king of the Athenians, entertaining Dionysus along with other gods. | μετά δέ ὁ ὁ Διόνυσος τέμενος εἰμί οἴκημα ἄγαλμα ἔχω ἐκ πηλός βασιλεύς Ἀθηναῖος Ἀμφικτύων ἄλλος τε θεός ἑστιάω καί Διόνυσος | 0 |
| 1.2.5 | 8 | ἐνταῦθα καὶ Πήγασός ἐστιν Ἐλευθερεύς, ὃς Ἀθηναίοις τὸν θεὸν ἐσήγαγε· | Here also is found Pegasus of Eleutherae, who introduced the god to the Athenians. | ἐνταῦθα καί Πήγασος εἰμί ἐλευθερεύς ὅς Ἀθηναῖος ὁ θεός εἰσάγω | 0 |
| 1.2.5 | 9 | συνεπελάβετο δέ οἱ τὸ ἐν Δελφοῖς μαντεῖον ἀναμνῆσαν τὴν ἐπὶ Ἰκαρίου ποτὲ ἐπιδημίαν τοῦ θεοῦ. | He was aided by the oracle at Delphi, which reminded the Athenians of the god's former visitation at Icaria. | συμπαραλαμβάνω δέ ὁ ὁ ἐν Δελφοί μαντεῖον ἀναμιμνήσκω ὁ ἐπί Ἴκαρος ποτέ ἐπιδημία ὁ θεός | 0 |
| 1.2.6 | 1 | τὴν δὲ βασιλείαν Ἀμφικτύων ἔσχεν οὕτως. | Amphictyon gained the kingdom in the following manner. | ὁ δέ βασιλεία Ἀμφικτύων ἔχω οὕτως | 0 |
| 1.2.6 | 2 | Ἀκταῖον λέγουσιν ἐν τῇ νῦν Ἀττικῇ βασιλεῦσαι πρῶτον. | They say Actaeus was the first to reign over the region now called Attica. | Ἀκταῖος λέγω ἐν ὁ νῦν Ἀττική βασιλεύω πρῶτος | 0 |
| 1.2.6 | 3 | ἀποθανόντος δὲ Ἀκταίου Κέκροψ ἐκδέχεται τὴν ἀρχὴν θυγατρὶ συνοικῶν Ἀκταίου, καί οἱ γίνονται θυγατέρες μὲν Ἕρση καὶ Ἄγλαυρος καὶ Πάνδροσος, υἱὸς δὲ Ἐρυσίχθων. | Upon Actaeus' death, Cecrops succeeded to power, having married the daughter of Actaeus; they had daughters named Herse, Aglauros, and Pandrosos, and a son, Erysichthon. | ἀποθνῄσκω δέ Ἀκταῖος Κέκροψ ἐκδέχομαι ὁ ἀρχή θυγάτηρ συνοικῶν Ἀκταῖος καί ὁ γίγνομαι θυγάτηρ μέν ἕρση καί Ἄγλαυρος καί πάνδροσος υἱός δέ Ἐρυσίχθων | 0 |
| 1.2.6 | 4 | οὗτος οὐκ ἐβασίλευσεν Ἀθηναίων, ἀλλά οἱ τοῦ πατρὸς ζῶντος τελευτῆσαι συνέβη. | But this Erysichthon did not rule the Athenians, for he died while his father was still living. | οὗτος οὐ βασιλεύω Ἀθηναῖος ἀλλά ὁ ὁ πατήρ ζάω τελευτάω συμβαίνω | 0 |
| 1.2.6 | 5 | καὶ τὴν ἀρχὴν τὴν Κέκροπος Κραναὸς ἐξεδέξατο, Ἀθηναίων δυνάμει προύχων. | After Cecrops, Cranaus assumed authority, becoming preeminent among the Athenians. | καί ὁ ἀρχή ὁ Κέκροψ κραναός ἐκδέχομαι Ἀθηναῖος δύναμις προύχω | 0 |
| 1.2.6 | 6 | Κραναῷ δὲ θυγατέρας καὶ ἄλλας καὶ Ἀτθίδα γενέσθαι λέγουσιν· ἀπὸ ταύτης ὀνομάζουσιν Ἀττικὴν τὴν χώραν, πρότερον καλουμένην Ἀκταίαν. | It is further said that Cranaus had daughters, including Atthis, and it is from her that the territory, previously called Actaea, received the name Attica. | κραναός δέ θυγάτηρ καί ἄλλος καί Ἀτθίς γίγνομαι λέγω ἀπό οὗτος ὀνομάζω Ἀττικός ὁ χώρα πρότερον καλέω Ἀκταία | 0 |
| 1.2.6 | 7 | Κραναῷ δὲ Ἀμφικτύων ἐπαναστάς, θυγατέρα ὅμως ἔχων αὐτοῦ, παύει τῆς ἀρχῆς. | Amphictyon then rose up against Cranaus—though he had married Cranaus' daughter—and deprived him of his rule. | κραναός δέ Ἀμφικτύων ἐπανίστημι θυγάτηρ ὅμως ἔχω αὐτός παύω ὁ ἀρχή | 0 |
| 1.2.6 | 8 | καὶ αὐτὸς ὕστερον ὑπὸ Ἐριχθονίου καὶ τῶν συνεπαναστάντων ἐκπίπτει. | Amphictyon himself was later expelled by Erichthonius and his allies, who rebelled against him. | καί αὐτός ὕστερον ὑπό Ἐριχθόνιος καί ὁ συνανίστημι ἐκπίπτω | 0 |
| 1.2.6 | 9 | πατέρα δὲ Ἐριχθονίῳ λέγουσιν ἀνθρώπων μὲν οὐδένα εἶναι, γονέας δὲ Ἥφαιστον καὶ Γῆν. | As for Erichthonius, they claim he had no human father, but was the offspring of Hephaestus and Earth. | πατήρ δέ Ἐριχθόνιος λέγω ἀνήρ μέν οὐδείς εἰμί γονεύς δέ Ἥφαιστος καί γῆ | 0 |