Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 1.26

PassageSentenceGreekEnglishLemma FormsMissing
1.26.1 1 χρόνῳ δὲ ὕστερον ἄνδρας ἐσῆλθεν οὐ πολλοὺς καὶ μνήμη τε προγόνων καὶ ἐς οἵαν μεταβολὴν τὸ ἀξίωμα ἥκοι τῶν Ἀθηναίων, αὐτίκα τε ὡς εἶχον αἱροῦνται στρατηγὸν Ὀλυμπιόδωρον. Some time afterward, a small group of men were inspired by the memory of their ancestors and by reflecting upon how greatly the prestige of Athens had declined; immediately, acting as they could under the circumstances, they chose Olympiodorus as their general. χρόνος δέ ὕστερον ἀνήρ εἰσέρχομαι οὐ πολύς καί μνήμη τε πρόγονος καί εἰς οἷος μεταβολή ὁ ἀξίωμα ἥκω ὁ Ἀθηναῖος αὐτίκα τε ὡς ἔχω αἱρέω στρατηγός Ὀλυμπιόδωρος 0
1.26.1 2 ὁ δὲ σφᾶς ἐπὶ τοὺς Μακεδόνας ἦγε καὶ γέροντας καὶ μειράκια ὁμοίως, προθυμίᾳ πλέον ἢ ῥώμῃ κατορθοῦσθαι τὰ ἐς πόλεμον ἐλπίζων· He led them against the Macedonians, taking with him older men and youths alike, believing that in war success depends more upon enthusiasm than upon brute strength. ὁ δέ σφεῖς ἐπί ὁ Μακεδών ἄγω καί γέρων καί μειράκιον ὁμοίως προθυμία πλέον ἤ ῥώμη κατορθόω ὁ εἰς πόλεμος ἐλπίζω 0
1.26.1 3 ἐπεξελθόντας δὲ τοὺς Μακεδόνας μάχῃ τε ἐκράτησε καὶ φυγόντων ἐς τὸ Μουσεῖον τὸ χωρίον εἷλεν. When the Macedonians marched out to meet them, he defeated them in battle and, after they had fled to the place called the Mouseion, captured it. ἐπεξέρχομαι δέ ὁ Μακεδών μάχη τε κρατέω καί φεύγω εἰς ὁ μουσεῖον ὁ χωρίον αἱρέω 0
1.26.2 1 Ἀθῆναι μὲν οὕτως ἀπὸ Μακεδόνων ἠλευθερώθησαν, Thus was Athens freed from the Macedonians. Ἀθῆναι μέν οὕτως ἀπό Μακεδών ἐλευθερόω 0
1.26.2 2 Ἀθηναίων δὲ πάντων ἀγωνισαμένων ἀξίως λόγου Λεώκριτος μάλιστα ὁ Πρωτάρχου λέγεται τόλμῃ χρήσασθαι πρὸς τὸ ἔργον· Among the Athenians who, all alike, fought in a manner worthy of mention, Leokritos, the son of Protarchos, is said to have been especially bold in action. Ἀθηναῖος δέ πᾶς ἀγωνίζομαι ἀξίως λόγος Λεώκριτος μάλιστα ὁ πρωτάρχος λέγω τόλμη χράομαι πρός ὁ ἔργον 0
1.26.2 3 πρῶτος μὲν γὰρ ἐπὶ τὸ τεῖχος ἀνέβη, πρῶτος δὲ ἐς τὸ Μουσεῖον ἐσήλατο, He was the first to climb upon the wall and the first to leap into the Mouseion. πρῶτος μέν γάρ ἐπί ὁ τεῖχος ἀναβαίνω πρῶτος δέ εἰς ὁ μουσεῖον ἐσήλατο 0
1.26.2 4 καί οἱ πεσόντι ἐν τῇ μάχῃ τιμαὶ παρʼ Ἀθηναίων καὶ ἄλλαι γεγόνασι καὶ τὴν ἀσπίδα ἀνέθεσαν τῷ Διὶ τῷ Ἐλευθερίῳ, τὸ ὄνομα τοῦ Λεωκρίτου καὶ τὸ κατόρθωμα ἐπιγράψαντες. When he fell in battle, the Athenians honored him with various distinctions, and they dedicated his shield in the temple of Zeus Eleutherios, inscribing upon it the name of Leokritos and the record of his deed. καί ὁ πίπτω ἐν ὁ μάχη τιμή παρά Ἀθηναῖος καί ἄλλος γίγνομαι καί ὁ ἀσπίς ἀνατίθημι ὁ Ζεύς ὁ ἐλεύθεριος ὁ ὄνομα ὁ Λεωκρίτος καί ὁ κατόρθωμα ἐπιγράφω 0
1.26.3 1 Ὀλυμπιοδώρῳ δὲ τόδε μέν ἐστιν ἔργον μέγιστον χωρὶς τούτων ὧν ἔπραξε Πειραιᾶ καὶ Μουνυχίαν ἀνασωσάμενος· ποιουμένων δὲ Μακεδόνων καταδρομὴν ἐς Ἐλευσῖνα Ἐλευσινίους συντάξας ἐνίκα τοὺς Μακεδόνας. For Olympiodorus, aside from the accomplishments of recovering Piraeus and Munychia, the following exploit was his greatest deed: when the Macedonians made an incursion into Eleusis, Olympiodorus organized the Eleusinians and defeated the Macedonians. Ὀλυμπιόδωρος δέ ὅδε μέν εἰμί ἔργον μέγας χωρίς οὗτος ὅς πράσσω Πειραιεύς καί Μουνυχία ἀνασῴζω ποιέω δέ Μακεδών καταδρομή εἰς Ἐλευσίς Ἐλευσινίος συντάσσω νικάω ὁ Μακεδών 0
1.26.3 2 πρότερον δὲ ἔτι τούτων ἐσβαλόντος ἐς τὴν Ἀττικὴν Κασσάνδρου πλεύσας Ὀλυμπιόδωρος ἐς Αἰτωλίαν βοηθεῖν Αἰτωλοὺς ἔπεισε, καὶ τὸ συμμαχικὸν τοῦτο ἐγένετο Ἀθηναίοις αἴτιον μάλιστα διαφυγεῖν τὸν Κασσάνδρου πόλεμον. Even earlier than these events, when Cassander invaded Attica, Olympiodorus sailed to Aetolia, persuaded the Aetolians to provide aid, and secured this alliance which particularly enabled the Athenians to escape the war against Cassander. πρότερον δέ ἔτι οὗτος ἐμβάλλω εἰς ὁ Ἀττικός Κάσσανδρος πλέω Ὀλυμπιόδωρος εἰς Αἰτωλία βοηθέω Αἰτωλός πείθω καί ὁ συμμαχικός οὗτος γίγνομαι Ἀθηναῖος αἴτιος μάλιστα διαφεύγω ὁ Κάσσανδρος πόλεμος 0
1.26.3 3 Ὀλυμπιοδώρῳ δὲ τοῦτο μὲν ἐν Ἀθήναις εἰσὶν ἔν τε ἀκροπόλει καὶ ἐν πρυτανείῳ τιμαί, τοῦτο δὲ ἐν Ἐλευσῖνι γραφή. For these actions, Olympiodorus was honored at Athens on the Acropolis and in the Prytaneion, and in Eleusis an inscription commemorates him. Ὀλυμπιόδωρος δέ οὗτος μέν ἐν Ἀθήνη εἰμί εἰμί τε ἀκρόπολις καί ἐν πρυτανείον τιμή οὗτος δέ ἐν Ἐλευσίς γραφή 0
1.26.3 4 καὶ Φωκέων οἱ Ἐλάτειαν ἔχοντες χαλκοῦν Ὀλυμπιόδωρον ἐν Δελφοῖς ἀνέθεσαν, ὅτι καὶ τούτοις ἤμυνεν ἀποστᾶσι Κασσάνδρου. The Phokians who occupied Elateia also dedicated a bronze statue of Olympiodorus at Delphi, because he had aided them when they revolted against Cassander. καί Φωκεύς ὁ ἐλάτεια ἔχω χαλκοῦς Ὀλυμπιόδωρος ἐν Δελφοί ἀνατίθημι ὅτι καί οὗτος ἀμύνω ἀφίστημι Κάσσανδρος 0
1.26.4 1 τῆς δὲ εἰκόνος πλησίον τῆς Ὀλυμπιοδώρου χαλκοῦν Ἀρτέμιδος ἄγαλμα ἔστηκεν ἐπίκλησιν Λευκοφρύνης, ἀνέθεσαν δὲ οἱ παῖδες οἱ Θεμιστοκλέους. Near the image of Olympiodorus there stands a bronze statue of Artemis, surnamed Leukophryene, which the sons of Themistocles dedicated. ὁ δέ εἰκών πλησίον ὁ Ὀλυμπιόδωρος χαλκοῦς Ἄρτεμις ἄγαλμα ἵστημι ἐπίκλησις Λευκοφρύνη ἀνατίθημι δέ ὁ παῖς ὁ Θεμιστοκλῆς 0
1.26.4 2 Μάγνητες γάρ, ὧν ἦρχε Θεμιστοκλῆς λαβὼν παρὰ βασιλέως, Λευκοφρύνην Ἄρτεμιν ἄγουσιν ἐν τιμῇ. For the Magnesians, whom Themistocles governed after receiving them from the Persian king, hold Artemis Leukophryene in honor. Μάγνητες γάρ ὅς ἄρχω Θεμιστοκλῆς λαμβάνω παρά βασιλεύς Λευκοφρύνη Ἄρτεμις ἄγω ἐν τιμή 0
1.26.4 3 δεῖ δέ με ἀφικέσθαι τοῦ λόγου πρόσω, πάντα ὁμοίως ἐπεξιόντα τὰ Ἑλληνικά. But I must proceed further in my account, dealing similarly with all the Greek memorials. δεῖ δέ ἐγώ ἀφικνέομαι ὁ λόγος πρόσω πᾶς ὁμοίως ἐπέρχομαι ὁ ἑλληνικός 0
1.26.4 4 Ἔνδοιος ἦν γένος μὲν Ἀθηναῖος, Δαιδάλου δὲ μαθητής, ὃς καὶ φεύγοντι Δαιδάλῳ διὰ τὸν Κάλω θάνατον ἐπηκολούθησεν ἐς Κρήτην. Endoeus was an Athenian by birth and a pupil of Daedalus, who followed Daedalus when he fled to Crete on account of the death of Kalos. ἔνδοιος εἰμί γένος μέν Ἀθηναῖος δαίδαλος δέ μαθητής ὅς καί φεύγω δαιδάλιος διά ὁ κάλαμον θάνατος ἐπακολουθέω εἰς Κρήτη 0
1.26.4 5 τούτου καθήμενόν ἐστιν Ἀθηνᾶς ἄγαλμα, ἐπίγραμμα ἔχον ὡς Καλλίας μὲν ἀναθείη, ποιήσειε δὲ Ἔνδοιος. Here stands a seated statue of Athena by him, bearing an inscription stating that Callias dedicated it and Endoeus made it. οὗτος κάθημαι εἰμί Ἀθηνᾶ ἄγαλμα ἐπίγραμμα ἔχω ὡς Καλλίας μέν ἀνατίθημι ποιέω δέ ἔνδοιος 0
1.26.5 1 ---ἔστι δὲ καὶ οἴκημα Ἐρέχθειον καλούμενον· There is also a building called the Erechtheion. εἰμί δέ καί οἴκημα Ἐρέχθειον καλέω 0
1.26.5 2 πρὸ δὲ τῆς ἐσόδου Διός ἐστι βωμὸς Ὑπάτου, ἔνθα ἔμψυχον θύουσιν οὐδέν, πέμματα δὲ θέντες οὐδὲν ἔτι οἴνῳ χρήσασθαι νομίζουσιν. Before the entrance stands an altar to Zeus Hypatus; here no living thing is sacrificed—they simply place cakes upon it, and they consider it unlawful to use wine. πρό δέ ὁ ἔσοδος Ζεύς εἰμί βωμός ὕπατος ἔνθα ἔμψυχος θύω οὐδείς πέμμα δέ τίθημι οὐδέν ἔτι οἶνος χράομαι νομίζω 0
1.26.5 3 ἐσελθοῦσι δέ εἰσι βωμοί, Ποσειδῶνος, ἐφʼ οὗ καὶ Ἐρεχθεῖ θύουσιν ἔκ του μαντεύματος, καὶ ἥρωος Βούτου, τρίτος δὲ Ἡφαίστου· Upon entering, there are altars: first of Poseidon, on which, by an oracle, they also sacrifice to Erechtheus; then one to the hero Boutes, and a third to Hephaestus. εἰσέρχομαι δέ εἰμί βωμός Ποσειδῶν ἐπί ὅς καί Ἐρεχθεύς θύω ἐκ ὁ μάντευμα καί ἥρως βούτης τρίτος δέ Ἥφαιστος 0
1.26.5 4 γραφαὶ δὲ ἐπὶ τῶν τοίχων τοῦ γένους εἰσὶ τοῦ Βαυταδῶν καὶ---διπλοῦν γάρ ἐστι τὸ οἴκημα--- καὶ ὕδωρ ἐστὶν ἔνδον θαλάσσιον ἐν φρέατι. On the walls are paintings relating to the lineage of the Boutadai; and—for the building is double—within there is a well containing seawater. γραφή δέ ἐπί ὁ τοῖχος ὁ γένος εἰμί ὁ βαυτάδης καί διπλοῦς γάρ εἰμί ὁ οἴκημα καί ὕδωρ εἰμί ἔνδον θαλάσσιος ἐν φρέαρ 0
1.26.5 5 τοῦτο μὲν θαῦμα οὐ μέγα· καὶ γὰρ ὅσοι μεσόγαιαν οἰκοῦσιν, ἄλλοις τε ἔστι καὶ Καρσὶν Ἀφροδισιεῦσιν· ἀλλὰ τόδε τὸ φρέαρ ἐς συγγραφὴν παρέχεται κυμάτων ἦχον ἐπὶ νότῳ πνεύσαντι. This latter fact, indeed, is no great marvel, since inland peoples possess such wells—as, for instance, the inhabitants of Aphrodisias in Caria—but this particular well elicits mention because when the south wind blows, it produces the sound of waves. οὗτος μέν θαῦμα οὐ μέγας καί γάρ ὅσος Μεσόγαια οἰκέω ἄλλος τε εἰμί καί Κάρς ἀφροδισιεύς ἀλλά ὅδε ὁ φρέαρ εἰς συγγραφή παρέχω κῦμα ἦχος ἐπί νότος πνέω 0
1.26.5 6 καὶ τριαίνης ἐστὶν ἐν τῇ πέτρᾳ σχῆμα· ταῦτα δὲ λέγεται Ποσειδῶνι μαρτύρια ἐς τὴν ἀμφισβήτησιν τῆς χώρας φανῆναι. Moreover, in the rock there is the mark of a trident: these things are said to have appeared as testimonies for Poseidon in his dispute over possession of the land. καί τρίαινα εἰμί ἐν ὁ πέτρα σχῆμα οὗτος δέ λέγω Ποσειδῶν μαρτύριον εἰς ὁ ἀμφισβήτησις ὁ χώρα φαίνω 0
1.26.6 1 ἱερὰ μὲν τῆς Ἀθηνᾶς ἐστιν ἥ τε ἄλλη πόλις καὶ ἡ πᾶσα ὁμοίως γῆ---καὶ γὰρ ὅσοις θεοὺς καθέστηκεν ἄλλους ἐν τοῖς δήμοις σέβειν, οὐδέν τι ἧσσον τὴν Ἀθηνᾶν ἄγουσιν ἐν τιμῇ---, τὸ δὲ ἁγιώτατον ἐν κοινῷ πολλοῖς πρότερον νομισθὲν ἔτεσιν ἢ συνῆλθον ἀπὸ τῶν δήμων ἐστὶν Ἀθηνᾶς ἄγαλμα ἐν τῇ νῦν ἀκροπόλει, τότε δὲ ὀνομαζομένῃ πόλει· Sacred to Athena is not only the rest of the city but equally the whole region itself—for even those who, within their demes, have other established gods whom they worship, nonetheless hold Athena in honor no less than these—but the holiest thing of all, revered in common by many people for years before they came together from the demes, is the statue of Athena upon what is now the Acropolis, but in those days called simply "the city." ἱερός μέν ὁ Ἀθηνᾶ εἰμί ὅς τε ἄλλος πόλις καί ὁ πᾶς ὁμοίως γῆ καί γάρ ὅσος θεός καθίστημι ἄλλος ἐν ὁ δῆμος σέβω οὐδείς τις ἧσσων ὁ Ἀθηνᾶ ἄγω ἐν τιμή ὁ δέ ἅγιος ἐν κοινός πολύς πρότερον νομίζω ἔτος ἤ συνέρχομαι ἀπό ὁ δῆμος εἰμί Ἀθηνᾶ ἄγαλμα ἐν ὁ νῦν ἀκρόπολις τότε δέ ὀνομάζω πόλις 0
1.26.6 2 φήμη δὲ ἐς αὐτὸ ἔχει πεσεῖν ἐκ τοῦ οὐρανοῦ. The tradition about it is that it fell from heaven. φήμη δέ εἰς αὐτός ἔχω πίπτω ἐκ ὁ οὐρανός 0
1.26.6 3 καὶ τοῦτο μὲν οὐκ ἐπέξειμι εἴτε οὕτως εἴτε ἄλλως ἔχει, λύχνον δὲ τῇ θεῷ χρυσοῦν Καλλίμαχος ἐποίησεν· Whether this account is true or otherwise, I do not propose to examine; but a lamp of gold dedicated to the goddess was made by Callimachus. καί οὗτος μέν οὐ ἐπέξειμι εἴτε οὕτως εἴτε ἄλλως ἔχω λύχνος δέ ὁ θεός χρύσεος Καλλίμαχος ποιέω 0
1.26.7 1 ἐμπλήσαντες δὲ ἐλαίου τὸν λύχνον τὴν αὐτὴν τοῦ μέλλοντος ἔτους ἀναμένουσιν ἡμέραν, ἔλαιον δὲ ἐκεῖνο τὸν μεταξὺ ἐπαρκεῖ χρόνον τῷ λύχνῳ κατὰ τὰ αὐτὰ ἐν ἡμέρᾳ καὶ νυκτὶ φαίνοντι. Having filled the lamp with oil, they await the very same day in the following year, and that oil suffices in the meanwhile, with the lamp burning continuously by day and night. ἐμπίμπλημι δέ ἔλαιον ὁ λύχνος ὁ αὐτός ὁ μέλλω ἔτος ἀναμένω ἡμέρα ἔλαιον δέ ἐκεῖνος ὁ μεταξύ ἐπαρκέω χρόνος ὁ λύχνος κατά ὁ αὐτός ἐν ἡμέρα καί νύξ φαίνω 0
1.26.7 2 καί οἱ λίνου Καρπασίου θρυαλλὶς ἔνεστιν, ὃ δὴ πυρὶ λίνων μόνον οὐκ ἔστιν ἁλώσιμον· It has a wick of Carpasian linen, which alone among linens is imperishable by fire. καί ὁ λίνον Καρπάσιον θυρεός εἰμί ὅς δή πῦρ λίνον μόνος οὐ εἰμί ἁλώσιμος 0
1.26.7 3 φοῖνιξ δὲ ὑπὲρ τοῦ λύχνου χαλκοῦς ἀνήκων ἐς τὸν ὄροφον ἀνασπᾷ τὴν ἀτμίδα. Above the lamp, reaching upward to the ceiling, is a bronze palm tree, which draws off the smoke. φοῖνιξ δέ ὑπέρ ὁ λύχνος χαλκοῦς ἀνήκω εἰς ὁ ὄροφος ἀνασπάω ὁ ἀτμίς 0
1.26.7 4 ὁ δὲ Καλλίμαχος ὁ τὸν λύχνον ποιήσας, ἀποδέων τῶν πρώτων ἐς αὐτὴν τὴν τέχνην, οὕτω σοφίᾳ πάντων ἐστὶν ἄριστος ὥστε καὶ λίθους πρῶτος ἐτρύπησε καὶ ὄνομα ἔθετο κατατηξίτεχνον, ἢ θεμένων ἄλλων κατέστησεν ἐφʼ αὑτῷ. Callimachus, who made the lamp, although he fell short of supreme excellence in the primary art itself, yet was so remarkably skilled in craftmanship that he was the first who pierced stone and gave himself the title "refiner of art," or else adopted it from others who first coined it. ὁ δέ Καλλίμαχος ὁ ὁ λύχνος ποιέω ἀποδέω ὁ πρῶτος εἰς αὐτός ὁ τέχνη οὕτως σοφία πᾶς εἰμί ἄριστος ὥστε καί λίθος πρῶτος τρυπάω καί ὄνομα τίθημι κατατηκτέον ἤ τίθημι ἄλλος καθίστημι ἐπί ἑαυτοῦ 0