Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 1.3.1 | 1 | τὸ δὲ χωρίον ὁ Κεραμεικὸς τὸ μὲν ὄνομα ἔχει ἀπὸ ἥρωος Κεράμου, Διονύσου τε εἶναι καὶ Ἀριάδνης καὶ τούτου λεγομένου· | The place called Cerameicus obtains its name from the hero Ceramus, who is said to be the son of Dionysus and Ariadne. | ὁ δέ χωρίον ὁ κεραμεικός ὁ μέν ὄνομα ἔχω ἀπό ἥρως κέραμος Διόνυσος τε εἰμί καί Ἀριάδνη καί οὗτος λέγω | 0 |
| 1.3.1 | 2 | πρώτη δέ ἐστιν ἐν δεξιᾷ καλουμένη στοὰ βασίλειος, ἔνθα καθίζει βασιλεὺς ἐνιαυσίαν ἄρχων ἀρχὴν καλουμένην βασιλείαν. | Upon entering, the first structure on the right is a stoa known as the Royal Portico, in which sits the king who holds the yearly office termed the monarchy. | πρῶτος δέ εἰμί ἐν δεξιός καλέω στοά βασίλειος ἔνθα καθίζω βασιλεύς ἐνιαύσιος ἄρχων ἀρχή καλέω βασιλεία | 0 |
| 1.3.1 | 3 | ταύτης ἔπεστι τῷ κεράμῳ τῆς στοᾶς ἀγάλματα ὀπτῆς γῆς, ἀφιεὶς Θησεὺς ἐς θάλασσαν Σκίρωνα καὶ φέρουσα Ἡμέρα Κέφαλον, ὃν κάλλιστον γενόμενόν φασιν ὑπὸ Ἡμέρας ἐρασθείσης ἁρπασθῆναι· | On the terracotta roof of this portico are statues made of baked clay, depicting Theseus casting Sciron into the sea, and Day carrying off Cephalus, who was said to be exceptionally handsome, and whom Day, becoming enamored of him, carried away. | οὗτος ἔπειμι ὁ κέραμος ὁ στοά ἄγαλμα ὀπτός γῆ ἀφίημι Θησεύς εἰς θάλασσα Σκίρων καί φέρω ἡμέρα κέφαλος ὅς καλός γίγνομαι φημί ὑπό ἡμέρα ἐράω ἁρπάζω | 0 |
| 1.3.1 | 4 | καί οἱ παῖδα γενέσθαι Φαέθοντα, ὃν ὕστερον ἡ Ἀφροδίτη ἥρπασε καὶ φύλακα ἐποίησε τοῦ ναοῦ. | They say he was the father of Phaethon, who afterwards Aphrodite herself seized and appointed guardian of her temple. | καί ὁ παῖς γίγνομαι φαέθων ὅς ὕστερον ὁ Ἀφροδίτη ἁρπάζω καί φύλαξ ποιέω ὁ ναός | 0 |
| 1.3.1 | 5 | ταῦτα ἄλλοι τε καὶ Ἡσίοδος εἴρηκεν ἐν ἔπεσι τοῖς ἐς τὰς γυναῖκας. | This account is also narrated by Hesiod and by others in the poems dedicated to women. | οὗτος ἄλλος τε καί Ἡσίοδος εἴρηκα ἐν ἔπος ὁ εἰς ὁ γυνή | 0 |
| 1.3.2 | 1 | πλησίον δὲ τῆς στοᾶς Κόνων ἕστηκε καὶ Τιμόθεος υἱὸς Κόνωνος καὶ βασιλεὺς Κυπρίων Εὐαγόρας, | Near the portico stand statues of Conon, his son Timotheus, and Evagoras, the king of Cyprus. | πλησίον δέ ὁ στοά Κόνων ἵστημι καί Τιμόθεος υἱός Κόνων καί βασιλεύς Κύπριος Εὐαγόρας | 0 |
| 1.3.2 | 2 | ὃς καὶ τὰς τριήρεις τὰς Φοινίσσας ἔπραξε παρὰ βασιλέως Ἀρταξέρξου δοθῆναι Κόνωνι· ἔπραξε δὲ ὡς Ἀθηναῖος καὶ τὸ ἀνέκαθεν ἐκ Σαλαμῖνος, ἐπεὶ καὶ γενεαλογῶν ἐς προγόνους ἀνέβαινε Τεῦκρον καὶ Κινύρου θυγατέρα. | Evagoras was responsible for urging King Artaxerxes to grant Phoenician triremes to Conon; he acted thus as an Athenian, descended from the ancient line of Salamis, tracing his ancestry back on one side to Teucer and on the other to a daughter of Cinyras. | ὅς καί ὁ τριήρης ὁ Φοινίσσα πράσσω παρά βασιλεύς Ἀρταξέρξης δίδωμι Κόνων πράσσω δέ ὡς Ἀθηναῖος καί ὁ ἀνέκαθεν ἐκ Σαλαμίς ἐπεί καί γενεαλογία εἰς πρόγονος ἀναβαίνω τεῦκρον καί κίνυρος θυγάτηρ | 0 |
| 1.3.2 | 3 | ἐνταῦθα ἕστηκε Ζεὺς ὀνομαζόμενος Ἐλευθέριος καὶ βασιλεὺς Ἀδριανός, ἐς ἄλλους τε ὧν ἦρχεν εὐεργεσίας καὶ ἐς τὴν πόλιν μάλιστα ἀποδειξάμενος τὴν Ἀθηναίων. | Here also stand statues of Zeus surnamed Eleutherios ("the Liberator") and Emperor Hadrian, who bestowed exceptional kindness upon the peoples he governed and, above all, upon the city of Athens itself. | ἐνταῦθα ἵστημι Ζεύς ὀνομάζω ἐλευθέριος καί βασιλεύς Ἀδριανός εἰς ἄλλος τε ὅς ἄρχω εὐεργεσία καί εἰς ὁ πόλις μάλιστα ἀποδείκνυμι ὁ Ἀθηναῖος | 0 |
| 1.3.3 | 1 | στοὰ δὲ ὄπισθεν ᾠκοδόμηται γραφὰς ἔχουσα θεοὺς τοὺς δώδεκα καλουμένους· | Behind is built a colonnade containing paintings of the gods called the Twelve. | στοά δέ ὄπισθεν οἰκοδομέω γραφή ἔχω θεός ὁ δώδεκα καλέω | 0 |
| 1.3.3 | 2 | ἐπὶ δὲ τῷ τοίχῳ τῷ πέραν Θησεύς ἐστι γεγραμμένος καὶ Δημοκρατία τε καὶ Δῆμος. | Upon the opposite wall there are painted figures of Theseus, Democracy, and the People (Dēmos). | ἐπί δέ ὁ τοίχος ὁ πέραν Θησεύς εἰμί γράφω καί δημοκρατία τε καί δῆμος | 0 |
| 1.3.3 | 3 | δηλοῖ δὲ ἡ γραφὴ Θησέα εἶναι τὸν καταστήσαντα Ἀθηναίοις ἐξ ἴσου πολιτεύεσθαι· | The painting indicates that Theseus was the one who established equal governance among the Athenians. | δηλόω δέ ὁ γραφή Θησεύς εἰμί ὁ καθίστημι Ἀθηναῖος ἐκ ἴσος πολιτεύομαι | 0 |
| 1.3.3 | 4 | κεχώρηκε δὲ φήμη καὶ ἄλλως ἐς τοὺς πολλούς, ὡς Θησεὺς παραδοίη τὰ πράγματα τῷ δήμῳ καὶ ὡς ἐξ ἐκείνου δημοκρατούμενοι διαμείναιεν, πρὶν ἢ Πεισίστρατος ἐτυράννησεν ἐπαναστάς. | A common tradition has spread extensively among many people that Theseus handed over authority to the people, and from that time onward they governed democratically until Peisistratus rose up and established his tyranny. | χωρέω δέ φήμη καί ἄλλως εἰς ὁ πολύς ὡς Θησεύς παραδίδωμι ὁ πρᾶγμα ὁ δῆμος καί ὡς ἐκ ἐκεῖνος δημοκρατέομαι διαμείβω πρίν ἤ Πεισίστρατος τυραννέω ἐπανίστημι | 0 |
| 1.3.3 | 5 | λέγεται μὲν δὴ καὶ ἄλλα οὐκ ἀληθῆ παρὰ τοῖς πολλοῖς οἷα ἱστορίας ἀνηκόοις οὖσι καὶ ὁπόσα ἤκουον εὐθὺς ἐκ παίδων ἔν τε χοροῖς καὶ τραγῳδίαις πιστὰ ἡγουμένοις, | Indeed, many other stories told by the mass of people are also untrue, since they are unfamiliar with history, and they regard as reliable all they have heard from childhood in choruses and dramatic performances. | λέγω μέν δή καί ἄλλος οὐ ἀληθής παρά ὁ πολύς οἷος ἱστορία ἀνηκόος εἰμί καί ὁπόσος ἀκούω εὐθύς ἐκ παῖς εἰμί τε χορός καί τραγῳδία πιστός ἡγέομαι | 0 |
| 1.3.3 | 6 | λέγεται δὲ καὶ ἐς τὸν Θησέα, ὃς αὐτός τε ἐβασίλευσε καὶ ὕστερον Μενεσθέως τελευτήσαντος καὶ ἐς τετάρτην οἱ Θησεῖδαι γενεὰν διέμειναν ἄρχοντες. | Such is also the case concerning Theseus, who himself ruled as king, and whose descendants after Menestheus remained rulers until the fourth generation. | λέγω δέ καί εἰς ὁ Θησεύς ὅς αὐτός τε βασιλεύω καί ὕστερον Μενεσθεύς τελευτάω καί εἰς τέταρτος ὁ Θησεῖδαι γενεά διαμένω ἄρχων | 0 |
| 1.3.3 | 7 | εἰ δέ μοι γενεαλογεῖν ἤρεσκε, καὶ τοὺς ἀπὸ Μελάνθου βασιλεύσαντας ἐς Κλείδικον τὸν Αἰσιμίδου καὶ τούτους ἂν ἀπηριθμησάμην. | And if it were pleasing to me to pursue genealogies, I could have enumerated those rulers descending from Melanthus down to Cleidicus, the son of Aisimidos. | εἰ δέ ἐγώ γενεαλογέω ἀρέσκω καί ὁ ἀπό Μελάνθιος βασιλεύω εἰς κλείδιξ ὁ Αἰσιμίδης καί οὗτος ἄν ἀπηριθμέομαι | 0 |
| 1.3.4 | 1 | ἐνταῦθά ἐστι γεγραμμένον καὶ τὸ περὶ Μαντίνειαν Ἀθηναίων ἔργον, οἳ βοηθήσοντες Λακεδαιμονίοις ἐπέμφθησαν. | Here also is depicted the action of the Athenians near Mantineia, who were sent to aid the Lacedaemonians. | ἐνταῦθα εἰμί γράφω καί ὁ περί Μαντίνεια Ἀθηναῖος ἔργον ὅς βοηθέω Λακεδαιμόνιος πέμπω | 0 |
| 1.3.4 | 2 | συνέγραψαν δὲ ἄλλοι τε καὶ Ξενοφῶν τὸν πάντα πόλεμον, κατάληψίν τε τῆς Καδμείας καὶ τὸ πταῖσμα Λακεδαιμονίων τὸ ἐν Λεύκτροις καὶ ὡς ἐς Πελοπόννησον ἐσέβαλον Βοιωτοὶ καὶ τὴν συμμαχίαν Λακεδαιμονίοις τὴν παρʼ Ἀθηναίων ἐλθοῦσαν· | Various historians, including Xenophon, have described this entire war—the capture of the Cadmeia, the defeat of the Spartans at Leuctra, the Boeotian invasion of the Peloponnese, and the alliance the Athenians entered into on behalf of the Lacedaemonians. | συγγράφω δέ ἄλλος τε καί Ξενοφῶν ὁ πᾶς πόλεμος κατάληψις τε ὁ καδμεῖος καί ὁ πταῖσμα Λακεδαιμόνιος ὁ ἐν Λεύκτρα καί ὡς εἰς Πελοπόννησος εἰσβάλλω Βοιωτός καί ὁ συμμαχία Λακεδαιμόνιος ὁ παρά Ἀθηναῖος ἔρχομαι | 0 |
| 1.3.4 | 3 | ἐν δὲ τῇ γραφῇ τῶν ἱππέων ἐστὶ μάχη, ἐν ᾗ γνωριμώτατοι Γρύλος τε ὁ Ξενοφῶντος ἐν τοῖς Ἀθηναίοις καὶ κατὰ τὴν ἵππον τὴν Βοιωτίαν Ἐπαμινώνδας ὁ Θηβαῖος. | In this picture is a cavalry engagement, where the prominent figures are Grylus, the son of Xenophon, among the Athenians, and Epaminondas the Theban among the Boeotians. | ἐν δέ ὁ γραφή ὁ ἱππεύς εἰμί μάχη ἐν ὅς γνωρίμωτος γρύλος τε ὁ Ξενοφῶν ἐν ὁ Ἀθηναῖος καί κατά ὁ ἵππος ὁ Βοιωτία Ἐπαμεινώνδας ὁ Θηβαῖος | 0 |
| 1.3.4 | 4 | ταύτας τὰς γραφὰς Εὐφράνωρ ἔγραψεν Ἀθηναίοις καὶ πλησίον ἐποίησεν ἐν τῷ ναῷ τὸν Ἀπόλλωνα Πατρῷον ἐπίκλησιν· | These paintings Euphranor executed for the Athenians, and near to them he placed in the temple a statue of Apollo surnamed "Patroos" (Paternal). | οὗτος ὁ γραφή Εὐφράνωρ γράφω Ἀθηναῖος καί πλησίον ποιέω ἐν ὁ ναός ὁ Ἀπόλλων πατρῷος ἐπίκλησις | 0 |
| 1.3.4 | 5 | πρὸ δὲ τοῦ νεὼ τὸν μὲν Λεωχάρης , ὃν δὲ καλοῦσιν Ἀλεξίκακον Κάλαμις ἐποίησε. | Of the statues before the temple, the one is by Leochares, and the other, called Alexikakos ("Averter of Evil"), is by Kalamis. | πρό δέ ὁ νεών ὁ μέν Λέωχαρης ὅς δέ καλέω ἀλεξίκακος κάλαμις ποιέω | 0 |
| 1.3.4 | 6 | τὸ δὲ ὄνομα τῷ θεῷ γενέσθαι λέγουσιν, ὅτι τὴν λοιμώδη σφίσι νόσον ὁμοῦ τῷ Πελοποννησίων πολέμῳ πιέζουσαν κατὰ μάντευμα ἔπαυσε ν ἐκ Δελφῶν. | They say the god received this epithet because, upon the advice of the Delphic oracle, he brought an end to the plague that afflicted them along with the Peloponnesian War. | ὁ δέ ὄνομα ὁ θεός γίγνομαι λέγω ὅτι ὁ λοιμώδης σφεῖς νόσος ὁμοῦ ὁ Πελοποννήσιος πόλεμος πιέζω κατά μάντευμα παύω νῦν ἐκ Δελφοί | 0 |
| 1.3.5 | 1 | ᾠκοδόμηται δὲ καὶ Μητρὸς θεῶν ἱερόν, ἣν Φειδίας εἰργάσατο, καὶ πλησίον τῶν πεντακοσίων καλουμένων βουλευτήριον, οἳ βουλεύουσιν ἐνιαυτὸν Ἀθηναίοις· | There is also a sanctuary built to the Mother of the Gods, a work created by Pheidias, and near it is the Council Chamber of those called the Five Hundred, who advise the Athenians for a year. | οἰκοδομέω δέ καί μήτηρ θεός ἱερόν ὅς Φειδίας ἐργάζομαι καί πλησίον ὁ πεντακόσιοι καλέω βουλευτήριον ὅς βουλεύω ἐνιαυτός Ἀθηναῖος | 0 |
| 1.3.5 | 2 | Βουλαίου δὲ ἐν αὐτῷ κεῖται ξόανον Διὸς καὶ Ἀπόλλων τέχνη Πεισίου καὶ Δῆμος ἔργον Λύσωνος. | Within this chamber stands a wooden image of Zeus Boulaios, as well as an Apollo crafted by Peisias and a representation of the People by Lyson. | βούλειος δέ ἐν αὐτός κεῖμαι ξόανον Ζεύς καί Ἀπόλλων τέχνη Πείσιος καί δῆμος ἔργον Λύσων | 0 |
| 1.3.5 | 3 | τοὺς δὲ θεσμοθέτας ἔγραψε Πρωτογένης Καύνιος, Ὀλβιάδης δὲ Κάλλιππον, ὃς Ἀθηναίους ἐς Θερμοπύλας ἤγαγε φυλάξοντας τὴν ἐς τὴν Ἑλλάδα Γαλατῶν ἐσβολήν. | Protogenes of Caunus painted the Thesmothetai, and Olbiades painted Callippus, who led the Athenians to Thermopylae to repel the invasion of Greece by the Gauls. | ὁ δέ θεσμοθέτης γράφω Πρωτογένης Καύνιος Ὀλβιάδης δέ κάλλιππος ὅς Ἀθηναῖος εἰς Θερμοπύλαι ἄγω φυλάσσω ὁ εἰς ὁ Ἑλλάς Γαλάτης ἐσβολή | 0 |