Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 1.32

PassageSentenceGreekEnglishLemma FormsMissing
1.32.1 1 ὄρη δὲ Ἀθηναίοις ἐστὶ Πεντελικὸν ἔνθα λιθοτομίαι, καὶ Πάρνης παρεχομένη θήραν συῶν ἀγρίων καὶ ἄρκτων, καὶ Ὑμηττὸς ὃς φύει νομὰς μελίσσαις ἐπιτηδειοτάτας πλὴν τῆς Ἀλαζώνων. The Athenians have the mountains Pentelicon, where there are quarries, and Parnes, which provides hunting of wild boars and bears, and Hymettus, which produces pastures especially suitable for bees, except those of the Alazones. ὄρος δέ Ἀθηναῖος εἰμί πεντελικός ἔνθα λιθοτομία καί Πάρνης παρέχω θήρα ὗς ἄγριος καί ἄρκτος καί Ὑμηττός ὅς φύω νομάς μέλισσα ἐπιτήδειος πλήν ὁ ἀλαζών 0
1.32.1 2 Ἀλαζῶσι γὰρ συνήθεις ὁμοῦ τοῖς ἄλλοις ἐς νομὰς ἰοῦσιν εἰσὶν ἄφετοι καὶ μέλισσαι, οὐδὲ σφᾶς ἐς σίμβλους καθείρξαντες ἔχουσιν· For among the Alazones there are bees accustomed to going freely to pasture along with other creatures, nor do the people keep them enclosed in hives. ἀλαζών γάρ συνήθης ὁμοῦ ὁ ἄλλος εἰς νομάς ἰόω εἰμί ἄφετος καί μέλισσα οὐδέ σφεῖς εἰς σίμβλος καθείργνυμι ἔχω 0
1.32.1 3 αἱ δὲ ἐργάζονταί τε ὡς ἔτυχον τῆς χώρας καὶ συμφυὲς τὸ ἔργον αὐταῖς ἐστιν, ἰδίᾳ δὲ οὔτε κηρὸν οὔτε μέλι ἀπʼ αὐτοῦ ποιήσεις. Rather, the bees perform their work at random throughout the land, and their labor comes naturally to them; from it, however, one cannot individually gather either wax or honey. ὁ δέ ἐργάζομαι τε ὡς τυγχάνω ὁ χώρα καί σύμφυτος ὁ ἔργον αὐτός εἰμί ἰδίᾳ δέ οὔτε κηρός οὔτε μέλι ἀπό αὐτός ποιέω 0
1.32.1 4 τοῦτο μὲν τοιοῦτόν ἐστιν, Ἀθηναίοις δὲ τὰ ὄρη καὶ θεῶν ἀγάλματα ἔχει· Such is the nature of this matter. οὗτος μέν τοιοῦτος εἰμί Ἀθηναῖος δέ ὁ ὄρος καί θεός ἄγαλμα ἔχω 0
1.32.2 1 Πεντελῆσι μὲν Ἀθηνᾶς, ἐν Ὑμηττῷ δὲ ἄγαλμά ἐστιν Ὑμηττίου Διός, βωμοὶ δὲ καὶ Ὀμβρίου Διὸς καὶ Ἀπόλλωνός εἰσι Προοψίου. On Pentelicus there is a sanctuary of Athena; upon Hymettus is a statue of Zeus Hymettius, and altars of Zeus Ombrius and Apollo Proopsios. Πεντελή μέν Ἀθηνᾶ ἐν Ὑμηττός δέ ἄγαλμα εἰμί Ὑμηττίος Ζεύς βωμός δέ καί ὄμβριος Ζεύς καί Ἀπόλλων εἰμί πρόοψις 0
1.32.2 2 καὶ ἐν Πάρνηθι Παρνήθιος Ζεὺς χαλκοῦς ἐστι καὶ βωμὸς Σημαλέου Διός· On Parnes there is a bronze image of Zeus Parnethius and an altar of Zeus Semaleus. καί ἐν Πάρνησις παρνήθιος Ζεύς χαλκοῦς εἰμί καί βωμός σημαλέος Ζεύς 0
1.32.2 3 ἔστι δὲ ἐν τῇ Πάρνηθι καὶ ἄλλος βωμός, θύουσι δὲ ἐπʼ αὐτοῦ τοτὲ μὲν Ὄμβριον τοτὲ δὲ Ἀπήμιον καλοῦντες Δία. There is also another altar on Mount Parnes, on which sacrifices are offered at one time to Zeus Ombrius ("Rain-giver"), at another to Zeus Apemius ("Averter of harm"). εἰμί δέ ἐν ὁ Πάρνησις καί ἄλλος βωμός θύω δέ ἐπί αὐτός τότε μέν ὄμβριος τότε δέ ἀπήμονος καλέω διά 0
1.32.2 4 καὶ Ἀγχεσμὸς ὄρος ἐστὶν οὐ μέγα καὶ Διὸς ἄγαλμα Ἀγχεσμίου. Also, there is Mount Anchesmus, a hill not very large, and a statue of Zeus Anchesmius. καί ἀγχεσμός ὄρος εἰμί οὐ μέγας καί Ζεύς ἄγαλμα ἀγχεσμός 0
1.32.3 1 πρὶν δὲ ἢ τῶν νήσων ἐς ἀφήγησιν τραπέσθαι, τὰ ἐς τοὺς δήμους ἔχοντα αὖθις ἐπέξειμι. But before turning to a narrative about the islands, I will return once again to what concerns the demes. πρίν δέ ἤ ὁ νῆσος εἰς ἀφήγησις τρέπομαι ὁ εἰς ὁ δῆμος ἔχω αὖθις ἐπέξειμι 0
1.32.3 2 δῆμός ἐστι Μαραθὼν ἴσον τῆς πόλεως τῶν Ἀθηναίων ἀπέχων καὶ Καρύστου τῆς ἐν Εὐβοίᾳ· Marathon is a deme that lies equidistant from the city of Athens and from Carystus in Euboea. δῆμος εἰμί Μαραθών ἴσος ὁ πόλις ὁ Ἀθηναῖος ἔχω καί Κάρυστος ὁ ἐν Εὔβοια 0
1.32.3 3 ταύτῃ τῆς Ἀττικῆς ἔσχον οἱ βάρβαροι καὶ μάχῃ τε ἐκρατήθησαν καί τινας ὡς ἀνήγοντο ἀπώλεσαν τῶν νεῶν. It was at this place in Attica that the barbarians landed, where they were defeated in battle and lost some ships during their retreat. οὗτος ὁ Ἀττικός ἔχω ὁ βάρβαρος καί μάχη τε κρατέω καί τις ὡς ἀνάγομαι ἀπόλλυμι ὁ ναῦς 0
1.32.3 4 τάφος δὲ ἐν τῷ πεδίῳ Ἀθηναίων ἐστίν, ἐπὶ δὲ αὐτῷ στῆλαι τὰ ὀνόματα τῶν ἀποθανόντων κατὰ φυλὰς ἑκάστων ἔχουσαι, καὶ ἕτερος Πλαταιεῦσι Βοιωτῶν καὶ δούλοις· In the plain there is a tomb of the Athenians, and upon it stand slabs inscribed with the names of the fallen, arranged according to their tribes. τάφος δέ ἐν ὁ πεδίον Ἀθηναῖος εἰμί ἐπί δέ αὐτός στήλη ὁ ὄνομα ὁ ἀποθνῄσκω κατά φυλή ἕκαστος ἔχω καί ἕτερος Πλαταιεύς Βοιωτός καί δοῦλος 0
1.32.3 5 ἐμαχέσαντο γὰρ καὶ δοῦλοι τότε πρῶτον. Another grave is for the Plataeans of Boeotia and for the slaves, because slaves fought then for the first time. μάχομαι γάρ καί δοῦλος τότε πρῶτος 0
1.32.4 1 καὶ ἀνδρός ἐστιν ἰδίᾳ μνῆμα Μιλτιάδου τοῦ Κίμωνος, συμβάσης ὕστερόν οἱ τῆς τελευτῆς Πάρου τε ἁμαρτόντι καὶ διʼ αὐτὸ ἐς κρίσιν Ἀθηναίοις καταστάντι. There is also a separate monument to one man, Miltiades son of Cimon, who later met his end, having failed at Paros and subsequently being brought to trial by the Athenians for this reason. καί ἀνήρ εἰμί ἰδίᾳ μνῆμα Μιλτιάδης ὁ Κίμων συμβάσῃ ὕστερον ὁ ὁ τελευτή πάρος τε ἁμαρτάνω καί διά αὐτός εἰς κρίσις Ἀθηναῖος καθίστημι 0
1.32.4 2 ἐνταῦθα ἀνὰ πᾶσαν νύκτα καὶ ἵππων χρεμετιζόντων καὶ ἀνδρῶν μαχομένων ἔστιν αἰσθέσθαι· At this place, throughout every night, one may perceive the neighing of horses and the fighting of men. ἐνταῦθα ἀνά πᾶς νύξ καί ἵππος χρεμετίζω καί ἀνήρ μάχομαι εἰμί αἰσθάνομαι 0
1.32.4 3 καταστῆναι δὲ ἐς ἐναργῆ θέαν ἐπίτηδες μὲν οὐκ ἔστιν ὅτῳ συνήνεγκεν, ἀνηκόῳ δὲ ὄντι καὶ ἄλλως συμβὰν οὐκ ἔστιν ἐκ τῶν δαιμόνων ὀργή. However, for someone deliberately seeking a clear view no good comes of it, yet for one who witnesses the events unintentionally and without anticipating, there is no wrath from the divine powers. καθίστημι δέ εἰς ἐναργής θέα ἐπίτηδες μέν οὐ εἰμί ὅστις συνφέρω ἀνηκόος δέ εἰμί καί ἄλλως συμβαίνω οὐ εἰμί ἐκ ὁ δαίμων ὀργή 0
1.32.4 4 σέβονται δὲ οἱ Μαραθώνιοι τούτους τε οἳ παρὰ τὴν μάχην ἀπέθανον ἥρωας ὀνομάζοντες καὶ Μαραθῶνα ἀφʼ οὗ τῷ δήμῳ τὸ ὄνομά ἐστι καὶ Ἡρακλέα, φάμενοι πρώτοις Ἑλλήνων σφίσιν Ἡρακλέα θεὸν νομισθῆναι. The Marathonian people honor those who died in the battle by calling them heroes, as well as Marathon—from whom the district took its name—and Heracles, claiming that they were the first among Greeks to recognize Heracles as a god. σέβομαι δέ ὁ Μαραθώνιος οὗτος τε ὅς παρά ὁ μάχη ἀποθνῄσκω ἥρως ὀνομάζω καί Μαραθών ἀπό ὅς ὁ δῆμος ὁ ὄνομα εἰμί καί Ἡρακλῆς φημί πρῶτος Ἕλλην σφεῖς Ἡρακλῆς θεός νομίζω 0
1.32.5 1 συνέβη δὲ ὡς λέγουσιν ἄνδρα ἐν τῇ μάχῃ παρεῖναι τὸ εἶδος καὶ τὴν σκευὴν ἄγροικον· They say that during the battle there appeared a man of rustic appearance and equipment. συμβαίνω δέ ὡς λέγω ἀνήρ ἐν ὁ μάχη πάρειμι ὁ εἶδος καί ὁ σκευή ἄγροικος 0
1.32.5 2 οὗτος τῶν βαρβάρων πολλοὺς καταφονεύσας ἀρότρῳ μετὰ τὸ ἔργον ἦν ἀφανής· This man slew many of the barbarians with a plough, and after the encounter vanished altogether. οὗτος ὁ βάρβαρος πολύς καταφονεύω ἄροτρον μετά ὁ ἔργον εἰμί ἀφανής 0
1.32.5 3 ἐρομένοις δὲ Ἀθηναίοις ἄλλο μὲν ὁ θεὸς ἐς αὐτὸν ἔχρησεν οὐδέν, τιμᾶν δὲ Ἐχετλαῖον ἐκέλευσεν ἥρωα. When the Athenians inquired about him, the god gave no other response but commanded them to honor him as the hero Echetlaeus. ἐρομαι δέ Ἀθηναῖος ἄλλος μέν ὁ θεός εἰς αὐτός χράομαι οὐδείς τιμάω δέ Ἐχετλαῖος κελεύω ἥρως 0
1.32.5 4 πεποίηται δὲ καὶ τρόπαιον λίθου λευκοῦ. A trophy of white stone has also been erected. ποιέω δέ καί τρόπαιον λίθος λευκός 0
1.32.5 5 τοὺς δὲ Μήδους Ἀθηναῖοι μὲν θάψαι λέγουσιν ὡς πάντως ὅσιον ἀνθρώπου νεκρὸν γῇ κρύψαι, τάφον δὲ οὐδένα εὑρεῖν ἐδυνάμην· The Athenians claim that they buried the Persians, as they believed it absolutely sacred to conceal human bodies in the earth; but I myself could not find their tomb. ὁ δέ Μῆδος Ἀθηναῖος μέν θάπτω λέγω ὡς πάντως ὅσιος ἄνθρωπος νεκρός γῆ κρύπτω τάφος δέ οὐδείς εὑρίσκω δύναμαι 0
1.32.5 6 οὔτε γὰρ χῶμα οὔτε ἄλλο σημεῖον ἦν ἰδεῖν, ἐς ὄρυγμα δὲ φέροντες σφᾶς ὡς τύχοιεν ἐσέβαλον. For there was neither any mound to be seen nor any other memorial; instead, the Athenians gathered their bodies and flung them into a pit at random. οὔτε γάρ χῶμα οὔτε ἄλλος σημεῖον εἰμί ὁράω εἰς ὄρυγμα δέ φέρω σφεῖς ὡς τύχω εἰσβάλλω 0
1.32.6 1 ἔστι δὲ ἐν τῷ Μαραθῶνι πηγὴ καλουμένη Μακαρία, καὶ τοιάδε ἐς αὐτὴν λέγουσιν. In Marathon there is a spring called Macaria, and about it they tell the following story. εἰμί δέ ἐν ὁ Μαραθών πηγή καλέω μακάριος καί τοιόσδε εἰς αὐτός λέγω 0
1.32.6 2 Ἡρακλῆς ὡς ἐκ Τίρυνθος ἔφευγεν Εὐρυσθέα, παρὰ Κήυκα φίλον ὄντα μετοικίζεται βασιλεύοντα Τραχῖνος. When Heracles was fleeing from Eurystheus out of Tiryns, he settled with his friend Ceyx, who was the king of Trachis. Ἡρακλῆς ὡς ἐκ Τίρυνς φεύγω Εὐρυσθέας παρά κήυξ φίλος εἰμί μετοικίζω βασιλεύω τραχῖνος 0
1.32.6 3 ἐπεὶ δὲ ἀπελθόντος ἐξ ἀνθρώπων Ἡρακλέους ἐξῄτει τοὺς παῖδας Εὐρυσθεύς, ἐς Ἀθήνας πέμπει σφᾶς ὁ Τραχίνιος ἀσθένειάν τε λέγων τὴν αὑτοῦ καὶ Θησέα οὐκ ἀδύνατον εἶναι τιμωρεῖν· But after the death of Heracles, Eurystheus demanded his children, and the Trachinian, claiming his own weakness and that Theseus would likely be strong enough to defend them, sent them forth to Athens. ἐπεί δέ ἀπέρχομαι ἐκ ἀνήρ Ἡρακλῆς ἐξαιτέω ὁ παῖς Εὐρυσθεύς εἰς Ἀθήνη πέμπω σφεῖς ὁ τραχίνιος ἀσθένεια τε λέγω ὁ ἑαυτοῦ καί Θησεύς οὐ ἀδύνατος εἰμί τιμωρέω 0
1.32.6 4 ἀφικόμενοι δὲ οἱ παῖδες ἱκέται πρῶτον τότε Πελοποννησίοις ποιοῦσι πόλεμον πρὸς Ἀθηναίους, Θησέως σφᾶς οὐκ ἐκδόντος αἰτοῦντι Εὐρυσθεῖ. Upon their arrival as suppliants, the Peloponnesians then for the first time made war against the Athenians, because Theseus refused to give the children over to Eurystheus who demanded them. ἀφικνέομαι δέ ὁ παῖς ἱκέτης πρῶτος τότε Πελοποννήσιος ποιέω πόλεμος πρός Ἀθηναῖος Θησεύς σφεῖς οὐ ἐκδίδωμι αἰτέω Εὐρυσθεύς 0
1.32.6 5 λέγουσι δὲ Ἀθηναίοις γενέσθαι χρησμὸν τῶν παίδων ἀποθανεῖν χρῆναι τῶν Ἡρακλέους τινὰ ἐθελοντήν, ἐπεὶ ἄλλως γε οὐκ εἶναι νίκην σφίσιν· The Athenians say an oracle was delivered to them, that victory could not otherwise come unless one of Heracles’ children willingly died. λέγω δέ Ἀθηναῖος γίγνομαι χρησμός ὁ παῖς ἀποθνῄσκω χρή ὁ Ἡρακλῆς τις θελοντής ἐπεί ἄλλως γε οὐ εἰμί νίκη σφεῖς 0
1.32.6 6 ἐνταῦθα Μακαρία Δηιανείρας καὶ Ἡρακλέους θυγάτηρ ἀποσφάξασα ἑαυτὴν ἔδωκεν Ἀθηναίοις τε κρατῆσαι τῷ πολέμῳ καὶ τῇ πηγῇ τὸ ὄνομα ἀφʼ αὑτῆς. At this point Macaria, the daughter of Heracles and Deianeira, slew herself willingly, thus giving victory to the Athenians in battle and naming the spring after herself. ἐνταῦθα μακάριος Δηιάνειρα καί Ἡρακλῆς θυγάτηρ ἀποσφάζω ἑαυτοῦ δίδωμι Ἀθηναῖος τε κρατέω ὁ πόλεμος καί ὁ πηγή ὁ ὄνομα ἀπό ἑαυτῆς 0
1.32.7 1 ἔστι δὲ ἐν τῷ Μαραθῶνι λίμνη τὰ πολλὰ ἑλώδης· In Marathon there is a lake that is marshy for the most part. εἰμί δέ ἐν ὁ Μαραθών λίμνη ὁ πολύς ἑλώδης 0
1.32.7 2 ἐς ταύτην ἀπειρίᾳ τῶν ὁδῶν φεύγοντες ἐσπίπτουσιν οἱ βάρβαροι, καί σφισι τὸν φόνον τὸν πολὺν ἐπὶ τούτῳ συμβῆναι λέγουσιν· Into this lake the foreigners fell when fleeing, through ignorance of the roads, and it is said that this was largely responsible for the great slaughter among them. εἰς οὗτος ἀπειρία ὁ ὁδός φεύγω πίπτω ὁ βάρβαρος καί σφεῖς ὁ φόνος ὁ πολύς ἐπί οὗτος συμβαίνω λέγω 0
1.32.7 3 ὑπὲρ δὲ τὴν λίμνην φάτναι εἰσὶ λίθου τῶν ἵππων τῶν Ἀρταφέρνους καὶ σημεῖα ἐν πέτραις σκηνῆς. Beyond the lake are stone mangers of the horses of Artaphernes, and marks of his tent remain upon the rocks. ὑπέρ δέ ὁ λίμνη φάτνη εἰμί λίθος ὁ ἵππος ὁ Ἀρταφέρνης καί σημεῖον ἐν πέτρα σκηνή 0
1.32.7 4 ῥεῖ δὲ καὶ ποταμὸς ἐκ τῆς λίμνης, τὰ μὲν πρὸς αὐτῇ τῇ λίμνῃ βοσκήμασιν ὕδωρ ἐπιτήδειον παρεχόμενος, κατὰ δὲ τὴν ἐκβολὴν τὴν ἐς τὸ πέλαγος ἁλμυρὸς ἤδη γίνεται καὶ ἰχθύων τῶν θαλασσίων πλήρης. A river flows out of the lake, near which it provides water suitable for cattle, but at its mouth flowing into the sea it becomes salty and is filled with sea fish. ῥέω δέ καί ποταμός ἐκ ὁ λίμνη ὁ μέν πρός αὐτός ὁ λίμνη βοσκήμα ὕδωρ ἐπιτήδειος παρέχομαι κατά δέ ὁ ἐκβολή ὁ εἰς ὁ πέλαγος ἁλμυρός ἤδη γίγνομαι καί ἰχθύς ὁ θαλάσσιος πλήρης 0
1.32.7 5 ὀλίγον δὲ ἀπωτέρω τοῦ πεδίου Πανός ἐστιν ὄρος καὶ σπήλαιον θέας ἄξιον· A little way further from the plain is the hill of Pan, where there is a cave worthy of seeing. ὀλίγος δέ ἀπωτέρω ὁ πεδίον Πάν εἰμί ὄρος καί σπήλαιον θέα ἄξιος 0
1.32.7 6 ἔσοδος μὲν ἐς αὐτὸ στενή, παρελθοῦσι δέ εἰσιν οἶκοι καὶ λουτρὰ καὶ καλούμενον Πανὸς αἰπόλιον, πέτραι τὰ πολλὰ αἰξὶν εἰκασμέναι. The entrance to this cave is narrow, but once inside there are chambers and baths, and the place called the goat-shed of Pan—stones that mostly resemble goats. ἔσοδος μέν εἰς αὐτός στενός παρέρχομαι δέ εἰμί οἶκος καί λουτρόν καί καλέω Πάν αἰπόλιον πέτρα ὁ πολύς αἰξίν εἰκάζω 0