Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 1.4

PassageSentenceGreekEnglishLemma FormsMissing
1.4.1 1 οἱ δὲ Γαλάται οὗτοι νέμονται τῆς Εὐρώπης τὰ ἔσχατα ἐπὶ θαλάσσῃ πολλῇ καὶ ἐς τὰ πέρατα οὐ πλωίμῳ, παρέχεται δὲ ἄμπωτιν καὶ ῥαχίαν καὶ θηρία οὐδὲν ἐοικότα τοῖς ἐν θαλάσσῃ τῇ λοιπῇ· These Galatai dwell at the furthest reaches of Europe, near a vast sea whose extremities cannot be navigated; this sea produces tides of ebbing and flowing, and contains beasts unlike any found in other seas. ὁ δέ Γαλάτης οὗτος νέμω ὁ Εὐρώπη ὁ ἔσχατος ἐπί θάλασσα πολύς καί εἰς ὁ πέρας οὐ πλώιμος παρέχω δέ ἄμπωτις καί ῥαχία καί θηρίον οὐδέν ἔοικα ὁ ἐν θάλασσα ὁ λοιπός 0
1.4.1 2 καί σφισι διὰ τῆς χώρας ῥεῖ ποταμὸς Ἠριδανός, ἐφʼ ᾧ τὰς θυγατέρας τὰς Ἡλίου ὀδύρεσθαι νομίζουσι τὸ περὶ τὸν Φαέθοντα τὸν ἀδελφὸν πάθος. Through their country flows the river Eridanus, on the banks of which they say the daughters of Helios lament the fate of their brother Phaethon. καί σφεῖς διά ὁ χώρα ῥέω ποταμός Ἠριδανός ἐπί ὅς ὁ θυγάτηρ ὁ ἥλιος ὀδύρομαι νομίζω ὁ περί ὁ φαέθων ὁ ἀδελφός πάθος 0
1.4.1 3 ὀψὲ δέ ποτε αὐτοὺς καλεῖσθαι Γαλάτας ἐξενίκησεν· Only at a much later time did the name Galatai prevail for these people. ὀψέ δέ ποτε αὐτός καλέω Γαλάτης νικάω 0
1.4.1 4 Κελτοὶ γὰρ κατά τε σφᾶς τὸ ἀρχαῖον καὶ παρὰ τοῖς ἄλλοις ὠνομάζοντο. Formerly they were called Keltoi, both by themselves and among other peoples. Κελτός γάρ κατά τε σφεῖς ὁ ἀρχαῖος καί παρά ὁ ἄλλος ὀνομάζω 0
1.4.1 5 συλλεγεῖσα δέ σφισι στρατιὰ τρέπεται τὴν ἐπὶ Ἰονίου, καὶ τό τε Ἰλλυριῶν ἔθνος καὶ πᾶν ὅσον ἄχρι Μακεδόνων ᾤκει καὶ Μακεδόνας αὐτοὺς ἀναστάτους ἐποίησε Θεσσαλίαν τε ἐπέδραμε. Having assembled an army, they turned towards the Ionian Sea, ravaged the Illyrians and everything inhabited as far as the Macedonians, caused devastation among the Macedonians themselves, and invaded Thessaly. συλλέγω δέ σφεῖς στρατιά τρέπω ὁ ἐπί Ἰόνιος καί ὁ τε Ἰλλυριός ἔθνος καί πᾶς ὅσος ἄχρι Μακεδών οἰκέω καί Μακεδών αὐτός ἀνάστατος ποιέω Θεσσαλία τε ἐπιδραμέω 0
1.4.1 6 καὶ ὡς ἐγγὺς Θερμοπυλῶν ἐγίνοντο, ἐνταῦθα οἱ πολλοὶ τῶν Ἑλλήνων ἐς τὴν ἔφοδον ἡσύχαζον τῶν βαρβάρων, ἅτε ὑπὸ Ἀλεξάνδρου μεγάλως καὶ Φιλίππου κακωθέντες πρότερον· When they approached Thermopylae, most Greeks were indifferent to the barbarians' incursion, because previously they had suffered greatly under Alexander and Philip. καί ὡς ἐγγύς Θερμοπύλαι γίγνομαι ἐνταῦθα ὁ πολύς ὁ Ἕλλην εἰς ὁ ἔφοδος ἡσυχάζω ὁ βάρβαρος ἅτε ὑπό Ἀλέξανδρος μεγάλως καί Φίλιππος κακόω πρότερον 0
1.4.1 7 καθεῖλε δὲ καὶ Ἀντίπατρος καὶ Κάσσανδρος ὕστερον τὸ Ἑλληνικόν, ὥστε ἕκαστοι διʼ ἀσθένειαν οὐδὲν αἰσχρὸν ἐνόμιζον ἀπεῖναι τὸ κατὰ σφᾶς τῆς βοηθείας. Afterwards Antipater and Cassander had further suppressed Greece, with the result that, through weakness, each city considered it no dishonor to neglect sending aid for the common defense. καθαιρέω δέ καί Ἀντίπατρος καί Κάσσανδρος ὕστερον ὁ Ἑλληνικός ὥστε ἕκαστος διά ἀσθένεια οὐδέν αἰσχρός νομίζω ἔνειμι ὁ κατά σφεῖς ὁ βοήθεια 0
1.4.2 1 Ἀθηναῖοι δὲ μάλιστα μὲν τῶν Ἑλλήνων ἀπειρήκεσαν μήκει τοῦ Μακεδονικοῦ πολέμου καὶ προσπταίοντες τὰ πολλὰ ἐν ταῖς μάχαις, ἐξιέναι δὲ ὅμως ὥρμηντο ἐς τὰς Θερμοπύλας σὺν τοῖς ἐλθοῦσι τῶν Ἑλλήνων, ἑλόμενοι σφίσι τὸν Κάλλιππον τοῦτον ἡγεῖσθαι. The Athenians, more than all the other Greeks, had been exhausted by the protracted nature of the Macedonian war, and having suffered frequent defeats in battle, they nevertheless resolved to march out with the remaining Greeks toward Thermopylae, having selected Callippus as their leader. Ἀθηναῖος δέ μάλιστα μέν ὁ Ἕλλην ἀπειρέκαστος μῆκος ὁ Μακεδονικός πόλεμος καί προσπταίω ὁ πολύς ἐν ὁ μάχη ἐξίημι δέ ὅμως ὁρμάω εἰς ὁ Θερμοπύλαι σύν ὁ ἔρχομαι ὁ Ἕλλην αἱρέομαι σφεῖς ὁ κάλλιππος οὗτος ἡγέομαι 0
1.4.2 2 καταλαβόντες δὲ ᾗ στενώτατον ἦν, τῆς ἐσόδου τῆς ἐς τὴν Ἑλλάδα εἶργον τοὺς βαρβάρους· When they reached the narrowest part of the pass, they blocked the barbarians from entering Greece. καταλαμβάνω δέ ὅς στενώτατος εἰμί ὁ ἔσοδος ὁ εἰς ὁ Ἑλλάς εἴργω ὁ βάρβαρος 0
1.4.2 3 ἀνευρόντες δὲ οἱ Κελτοὶ τὴν ἀτραπόν, ἣν καὶ Μήδοις ποτὲ Ἐφιάλτης ἡγήσατο ὁ Τραχίνιος, καὶ βιασάμενοι Φωκέων τοὺς τεταγμένους ἐπʼ αὐτῇ λανθάνουσι τοὺς Ἕλληνας ὑπερβαλόντες τὴν Οἴτην. However, the Celts found the hidden path, the same one through which once the Trachinian Ephialtes led the Medes; and having overwhelmed the Phokians who had been stationed there, they secretly crossed Mount Oeta unnoticed by the Greeks. ἀνευρίσκω δέ ὁ Κελτός ὁ ἀτραπός ὅς καί μήδομαι ποτέ ἐφιάλτης ἡγέομαι ὁ τραχίνιος καί βιάζομαι Φωκεύς ὁ τάσσω ἐπί αὐτός λανθάνω ὁ Ἕλλην ὑπερβάλλω ὁ οἴτη 0
1.4.3 1 ἔνθα δὴ πλείστου παρέσχοντο αὑτοὺς Ἀθηναῖοι τοῖς Ἕλλησιν ἀξίους, ἀμφοτέρωθεν ὡς ἐκυκλώθησαν ἀμυνόμενοι τοὺς βαρβάρους· Here indeed the Athenians showed themselves most worthy among the Greeks, for they defended themselves bravely against the barbarians who surrounded them from both sides. ἔνθα δή πλεῖστος παρέχομαι ἑαυτοῦ Ἀθηναῖος ὁ Ἕλλην ἄξιος ἀμφοτέρωθεν ὡς κυκλόω ἀμύνομαι ὁ βάρβαρος 0
1.4.3 2 οἱ δέ σφισιν ἐπὶ τῶν νεῶν μάλιστα ἐταλαιπώρουν ἅτε τοῦ κόλπου τοῦ Λαμιακοῦ τέλματος πρὸς ταῖς Θερμοπύλαις ὄντος· The barbarians especially suffered hardship on their ships, since the bay near Thermopylae, belonging to the Lamian Gulf, is swampy. ὁ δέ σφεῖς ἐπί ὁ ναῦς μάλιστα ταλαιπωρέω ἅτε ὁ κόλπος ὁ Λαμιακός τέλμα πρός ὁ Θερμοπύλαι εἰμί 0
1.4.3 3 αἴτιον δὲ ἐμοὶ δοκεῖν τὸ ὕδωρ ταύτῃ τὸ θερμὸν ἐκρέον ἐς τὴν θάλασσαν. It seems to me the cause of this is the warm water which flows into the sea at this place. αἴτιος δέ ἐγώ δοκέω ὁ ὕδωρ οὗτος ὁ θερμός ἐκρέω εἰς ὁ θάλασσα 0
1.4.3 4 μείζονα οὖν εἶχον οὗτοι πόνον· Thus, the barbarians endured greater hardships. μείζων οὖν ἔχω οὗτος πόνος 0
1.4.3 5 ἀναλαβόντες γὰρ ἐπὶ τὰ καταστρώματα τοὺς Ἕλληνας ναυσὶν ὑπό τε ὅπλων βαρείαις καὶ ἀνδρῶν ἐβιάζοντο κατὰ τοῦ πηλοῦ πλεῖν. For having taken the Greeks onto their decks, they were compelled to sail through mud, their ships heavily laden with armor and troops. ἀναλαμβάνω γάρ ἐπί ὁ κατάστρωμα ὁ Ἕλλην ναῦς ὑπό τε ὅπλον βαρύς καί ἀνήρ βιάζω κατά ὁ πηλός πλέω 0
1.4.4 1 οὗτοι μὲν δὴ τοὺς Ἕλληνας τρόπον τὸν εἰρημένον ἔσωζον, οἱ δὲ Γαλάται Πυλῶν τε ἐντὸς ἦσαν καὶ τὰ πολίσματα ἑλεῖν ἐν οὐδενὶ τὰ λοιπὰ ποιησάμενοι Δελφοὺς καὶ τὰ χρήματα. τοῦ θεοῦ διαρπάσαι μάλιστα εἶχον σπουδήν. These, then, were the men who saved the Greeks in the manner just described, while the Gauls were within Thermopylae and, having disregarded the remaining towns, sought only to seize Delphi and plunder the treasures of the god, upon which they particularly set their desires. οὗτος μέν δή ὁ Ἕλλην τρόπος ὁ λέγω σῴζω ὁ δέ Γαλάτης πύλη τε ἐντός εἰμί καί ὁ πολίσμα αἱρέω ἐν οὐδείς ὁ λοιπός ποιέω Δελφοί καί ὁ χρῆμα ὁ θεός διαρπάζω μάλιστα ἔχω σπουδή 0
1.4.4 2 καί σφισιν αὐτοί τε Δελφοὶ καὶ Φωκέων ἀντετάχθησαν οἱ τὰς πόλεις περὶ τὸν Παρνασσὸν οἰκοῦντες, ἀφίκετο δὲ καὶ δύναμις Αἰτωλῶν· τὸ γὰρ Αἰτωλικὸν προεῖχεν ἀκμῇ νεότητος τὸν χρόνον τοῦτον. Against them stood the Delphians themselves, as well as the Phokians who inhabited the cities around Parnassus, and besides these arrived a force of Aetolians—for at that time the Aetolian nation was at the peak of youthful vigor. καί σφεῖς αὐτός τε Δελφοί καί Φωκεύς ἀντιτάσσω ὁ ὁ πόλις περί ὁ Παρνασσός οἰκέω ἀφικνέομαι δέ καί δύναμις Αἰτωλός ὁ γάρ Αἰτωλικός προέχω ἀκμή νεότης ὁ χρόνος οὗτος 0
1.4.4 3 ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα κεραυνοί τε ἐφέροντο ἐς τοὺς Γαλάτας καὶ ἀπορραγεῖσαι πέτραι τοῦ Παρνασσοῦ, δείματά τε ἄνδρες ἐφίσταντο ὁπλῖται τοῖς βαρβάροις· When the two sides joined battle, lightning bolts fell upon the Gauls and rocks, suddenly torn loose from Parnassus, crashed down upon them; terrifying armed figures appeared to face the barbarians. ὡς δέ εἰς χείρ συνέρχομαι ἐνταῦθα κεραυνός τε φέρω εἰς ὁ Γαλάτης καί ἀπορρήγνυμι πέτρα ὁ Παρνασσός δεῖμα τε ἀνήρ ἐφίστημι ὁπλίτης ὁ βάρβαρος 0
1.4.4 4 τούτων τοὺς μὲν ἐξ Ὑπερβορέων λέγουσιν ἐλθεῖν, Ὑπέροχον καὶ Ἀμάδοκον, τὸν δὲ τρίτον Πύρρον εἶναι τὸν Ἀχιλλέως· It is said that among these warriors were two who came from the Hyperboreans—Hyperochus and Amadocus—and a third who was Pyrrhus, the son of Achilles. οὗτος ὁ μέν ἐκ ὑπερβόρειος λέγω ἔρχομαι ὑπέροχος καί Ἄμαδοκος ὁ δέ τρίτος πύρρινος εἰμί ὁ Ἀχιλλεύς 0
1.4.4 5 ἐναγίζουσι δὲ ἀπὸ ταύτης Δελφοὶ τῆς συμμαχίας Πύρρῳ, πρότερον ἔχοντες ἅτε ἀνδρὸς πολεμίου καὶ τὸ μνῆμα ἐν ἀτιμίᾳ. In honor of this aid given to them, the Delphians henceforth sacrificed to Pyrrhus, though previously, as a former enemy, his tomb had been subjected to dishonor. ἐναγίζω δέ ἀπό οὗτος Δελφοί ὁ συμμαχία Πύρρος πρότερον ἔχω ἅτε ἀνήρ πολέμιος καί ὁ μνῆμα ἐν ἀτιμία 0
1.4.5 1 Γαλατῶν δὲ οἱ πολλοὶ ναυσὶν ἐς τὴν Ἀσίαν διαβάντες τὰ παραθαλάσσια αὐτῆς ἐλεηλάτουν· But most of the Gauls crossed over by ships into Asia and plundered its coastal regions. Γαλάτης δέ ὁ πολύς ναῦς εἰς ὁ Ἀσία διαβαίνω ὁ παραθαλάσσιος αὐτός ἐλεηλατέω 0
1.4.5 2 χρόνῳ δὲ ὕστερον οἱ Πέργαμον ἔχοντες, πάλαι δὲ Τευθρανίαν καλουμένην, ἐς ταύτην Γαλάτας ἐλαύνουσιν ἀπὸ θαλάσσης. Later on, however, those who held Pergamum—previously called Teuthrania—drove these Gauls away from the sea into the interior. χρόνος δέ ὕστερον ὁ Πέργαμον ἔχω πάλαι δέ Τευθρανία καλέω εἰς οὗτος Γαλάτης ἐλαύνω ἀπό θάλασσα 0
1.4.5 3 οὗτοι μὲν δὴ τὴν ἐκτὸς Σαγγαρίου χώραν ἔσχον Ἄγκυραν πόλιν ἑλόντες Φρυγῶν, ἣν Μίδας ὁ Γορδίου πρότερον ᾤκισεν The Gauls gained control of the territory beyond the river Sangarius, capturing the Phrygian city of Ankyra, which had earlier been settled by Midas, son of Gordias. οὗτος μέν δή ὁ ἐκτός Σαγγάριος χώρα ἔχω ἄγκυρα πόλις αἱρέω Φρύξ ὅς Μίδας ὁ Γόρδιος πρότερον οἰκίζω 0
1.4.5 4 ---ἄγκυρα δέ, ἣν ὁ Μίδας ἀνεῦρεν, ἦν ἔτι καὶ ἐς ἐμὲ ἐν ἱερῷ Διὸς καὶ κρήνη Μίδου καλουμένη· The anchor which Midas discovered was still there within my own time, preserved in the sanctuary of Zeus, as was a spring known as "the spring of Midas." ἄγκυρα δέ ὅς ὁ Μίδας ἀνευρίσκω εἰμί ἔτι καί εἰς ἐγώ ἐν ἱερός Ζεύς καί κρήνη Μίδας καλέω 0
1.4.5 5 ταύτην οἴνῳ κεράσαι Μίδαν φασὶν ἐπὶ τὴν θήραν τοῦ Σιληνοῦ--- It is said that Midas mixed wine from this spring when hunting Silenus. οὗτος οἶνος κεράννυμι Μίδας φημί ἐπί ὁ θήρα ὁ Σιληνός 0
1.4.5 6 ταύτην τε δὴ τὴν Ἄγκυραν εἷλον καὶ Πεσσινοῦντα τὴν ὑπὸ τὸ ὄρος τὴν Ἄγδιστιν, ἔνθα καὶ τὸν Ἄττην τεθάφθαι λέγουσι. These Gauls also captured this Ankyra, and Pessinous beneath Mount Agdistis, where they say Attis lies buried. οὗτος τε δή ὁ ἄγκυρα αἱρέω καί Πεσσινοῦς ὁ ὑπό ὁ ὄρος ὁ Ἄγδιστις ἔνθα καί ὁ Ἄττης θάπτω λέγω 0
1.4.6 1 Περγαμηνοῖς δὲ ἔστι μὲν σκῦλα ἀπὸ Γαλατῶν, ἔστι δὲ γραφὴ τὸ ἔργον τὸ πρὸς Γαλάτας ἔχουσα. The Pergamenes possess spoils taken from the Galatians, and also a painting depicting the battle against the Galatians. Περγαμηνός δέ εἰμί μέν σκῦλον ἀπό Γαλάτης εἰμί δέ γραφή ὁ ἔργον ὁ πρός Γαλάτης ἔχω 0
1.4.6 2 ἣν δὲ νέμονται οἱ Περγαμηνοί, Καβείρων ἱεράν φασιν εἶναι τὸ ἀρχαῖον· The territory they now occupy, the Pergamenes claim was originally sacred to the Cabeiri. ὅς δέ νέμω ὁ Περγαμηνός Κάβειρος ἱερός φημί εἰμί ὁ ἀρχαῖος 0
1.4.6 3 αὐτοὶ δὲ Ἀρκάδες ἐθέλουσιν εἶναι τῶν ὁμοῦ Τηλέφῳ διαβάντων ἐς τὴν Ἀσίαν. They themselves wish to be considered Arcadians, descended from those who crossed over to Asia together with Telephus. αὐτός δέ Ἀρκάς ἐθέλω εἰμί ὁ ὁμοῦ Τήλεφος διαβαίνω εἰς ὁ Ἀσία 0
1.4.6 4 πολέμων δὲ τῶν μὲν ἄλλων, εἰ δή τινας ἐπολέμησαν, οὐκ ἐς ἅπαντας κεχώρηκεν ἡ φήμη· τρία δὲ γνωριμώτατα ἐξείργασταί σφισι, τῆς τε Ἀσίας ἀρχὴ τῆς κάτω καὶ ἡ Γαλατῶν ἀπʼ αὐτῆς ἀναχώρησις καὶ τὸ ἐς τοὺς σὺν Ἀγαμέμνονι Τηλέφου τόλμημα, ὅτε Ἕλληνες ἁμαρτόντες Ἰλίου τὸ πεδίον ἐλεηλάτουν τὸ Μήιον ὡς γῆν τὴν Τρῳάδα. Regarding the other wars they may have fought, their fame has not survived equally in every case; but three achievements in particular stand out prominently for them: their rule over Lower Asia, the repulse of the Galatians from their lands, and the heroic struggle of Telephus against Agamemnon's forces, at the time when the Greeks, having lost their way to Troy, ravaged by mistake the plain of the Mysians, assuming it was Trojan soil. πόλεμος δέ ὁ μέν ἄλλος εἰ δή τις πολεμέω οὐ εἰς ἅπας χωρέω ὁ φήμη τρεῖς δέ γνωριμώτατος ἐξεργάζομαι σφεῖς ὁ τε Ἀσία ἀρχή ὁ κάτω καί ὁ Γαλάτης ἀπό αὐτός ἀναχώρησις καί ὁ εἰς ὁ σύν Ἀγαμέμνων Τήλεφος τόλμημα ὅτε Ἕλλην ἁμαρτάνω Ἴλιον ὁ πεδίον ἐλεηλατέω ὁ μήιον ὡς γῆ ὁ Τρῳάς 0
1.4.6 5 ἐπάνειμι δὲ ἐς τὴν ἀρχὴν ὅθεν ἐξέβην τοῦ λόγου. Now I shall return to the starting point from which I departed from my narrative. ἐπάνειμι δέ εἰς ὁ ἀρχή ὅθεν ἐκβαίνω ὁ λόγος 0