Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 2.16.1 | 1 | Ἄργος δὲ Φορωνέως θυγατριδοῦς βασιλεύσας μετὰ Φορωνέα ὠνόμασεν ἀφʼ αὑτοῦ τὴν χώραν. | After Phoroneus, Argos, his daughter's son, became king and named the land after himself. | Ἄργος δέ Φορωνεύς θυγατρόδους βασιλεύω μετά Φορωνεύς ὀνομάζω ἀπό ἑαυτοῦ ὁ χώρα | 0 |
| 2.16.1 | 2 | Ἄργου δὲ Πείρασος γίνεται καὶ Φόρβας. | Argos had a son Peirasus, and another called Phorbas. | Ἄργος δέ πείρασος γίγνομαι καί φόρβη | 0 |
| 2.16.1 | 3 | Φόρβαντος δὲ Τριόπας, Τριόπα δὲ Ἴασος καὶ Ἀγήνωρ. | From Phorbas descended Triopas, and from Triopas came Iasus and Agenor. | φόρβανος δέ Τριόπας τριάποδα δέ Ἰασός καί ἀγήνωρ | 0 |
| 2.16.1 | 4 | Ἰὼ μὲν οὖν Ἰάσου θυγάτηρ, εἴτε ὡς Ἡρόδοτος ἔγραψεν εἴτε καθʼ ὃ λέγουσιν Ἕλληνες, ἐς Αἴγυπτον ἀφικνεῖται. | Io, indeed, was the daughter of Iasus; whether it happened as Herodotus records or according to the Greek account, she arrived in Egypt. | ἰώ μέν οὖν Ἰάσος θυγάτηρ εἴτε ὡς Ἡρόδοτος γράφω εἴτε κατά ὅς λέγω Ἕλλην εἰς Αἴγυπτος ἥκω | 0 |
| 2.16.1 | 5 | Κρότωπος δὲ ὁ Ἀγήνορος ἔσχε μετὰ Ἴασον τὴν ἀρχήν. | After Iasus, Crotopus, the son of Agenor, took power. | κρότωπος δέ ὁ ἀγήνωρ ἔχω μετά Ἰάσων ὁ ἀρχή | 0 |
| 2.16.1 | 6 | Κροτώπου δὲ Σθενέλας γίνεται, Δαναὸς δʼ ἀπʼ Αἰγύπτου πλεύσας ἐπὶ Γελάνορα τὸν Σθενέλα τοὺς ἀπογόνους τοὺς Ἀγήνορος βασιλείας ἔπαυσεν. | From Crotopus came Sthenelas; later, Danaus sailed from Egypt against Gelanor, a descendant of Sthenelas, and ended the rule of Agenor's line. | Κροτώπος δέ σθενέλας γίγνομαι Δαναός δέ ἀπό Αἴγυπτος πλέω ἐπί Γελάνωρ ὁ Σθενέλα ὁ ἀπόγονος ὁ ἀγήνωρ βασιλεία παύω | 0 |
| 2.16.1 | 7 | τὰ δὲ ἀπὸ τούτου καὶ οἱ πάντες ὁμοίως ἴσασι, θυγατέρων τῶν Δαναοῦ τὸ ἐς τοὺς ἀνεψιοὺς τόλμημα καὶ ὡς ἀποθανόντος Δαναοῦ τὴν ἀρχὴν Λυγκεὺς ἔσχεν. | What followed from this time is universally known—the bold action taken by Danaus' daughters against their cousins, and how Lynceus assumed power upon the death of Danaus. | ὁ δέ ἀπό οὗτος καί ὁ πᾶς ὁμοίως οἶδα θυγάτηρ ὁ Δαναός ὁ εἰς ὁ ἀνεψιός τόλμημα καί ὡς ἀποθνῄσκω Δαναός ὁ ἀρχή Λυγκεύς ἔχω | 0 |
| 2.16.2 | 1 | οἱ δὲ Ἄβαντος τοῦ Λυγκέως παῖδες τὴν βασιλείαν ἐνείμαντο, καὶ Ἀκρίσιος μὲν αὐτοῦ κατέμεινεν ἐν τῷ Ἄργει, Προῖτος δὲ τὸ Ἡραῖον καὶ Μιδείαν καὶ Τίρυνθα ἔσχε καὶ ὅσα πρὸς θαλάσσῃ τῆς Ἀργείας· | The sons of Abas, son of Lynceus, divided the kingdom between them; Acrisius remained at Argos itself, while Proetus took possession of Heraion, Midea, Tiryns, and all the coastal regions of the Argolid. | ὁ δέ Ἄβας ὁ Λυγκεύς παῖς ὁ βασιλεία ἐνείκομαι καί Ἄκρισιος μέν αὐτός καταμένω ἐν ὁ Ἄργος Προῖτος δέ ὁ Ἡραῖον καί Μιδέα καί Τίρυνς ἔχω καί ὅσος πρός θάλασσα ὁ Ἀργεία | 0 |
| 2.16.2 | 2 | σημεῖά τε τῆς ἐν Τίρυνθι οἰκήσεως Προίτου καὶ ἐς τόδε λείπεται. | Remains of Proetus' settlement at Tiryns survive even to this day. | σημεῖον τε ὁ ἐν Τίρυνς οἴκησις Προῖτος καί εἰς ὅδε λείπω | 0 |
| 2.16.2 | 3 | χρόνῳ δὲ ὕστερον Ἀκρίσιος Περσέα αὐτόν τε περιεῖναι πυνθανόμενος καὶ ἔργα ἀποδείκνυσθαι, ἐς Λάρισαν ἀπεχώρησε τὴν ἐπὶ τῷ Πηνειῷ. | Later, however, when Acrisius heard that Perseus was alive and performing mighty deeds, he withdrew to Larissa on the banks of the Peneius. | χρόνος δέ ὕστερον Ἄκρισιος Περσεύς αὐτός τε περιεῖμι πυνθάνομαι καί ἔργον ἀποδείκνυμι εἰς Λάρισα ἀποχωρέω ὁ ἐπί ὁ Πηνειός | 0 |
| 2.16.2 | 4 | Περσεὺς δὲ---ἰδεῖν γὰρ πάντως ἤθελε τὸν γονέα τῆς μητρὸς καὶ λόγοις τε χρηστοῖς καὶ ἔργοις δεξιώσασθαι---ἔρχεται παρʼ αὐτὸν ἐς τὴν Λάρισαν· | Perseus, eager above all to see his mother's father and to treat him kindly both by words and deeds, came to meet him in Larissa. | Περσεύς δέ ὁράω γάρ πάντως ἐθέλω ὁ γονεύς ὁ μήτηρ καί λόγος τε χρηστός καί ἔργον δεξιόομαι ἔρχομαι παρά αὐτός εἰς ὁ Λάρισα | 0 |
| 2.16.2 | 5 | καὶ ὁ μὲν οἷα ἡλικίᾳ τε ἀκμάζων καὶ τοῦ δίσκου χαίρων τῷ εὑρήματι ἐπεδείκνυτο ἐς ἅπαντας, Ἀκρίσιος δὲ λανθάνει κατὰ δαίμονα ὑποπεσὼν τοῦ δίσκου τῇ ὁρμῇ. | Perseus, who was at that time in vigorous youth and delighted with the newly invented discus, was putting on a demonstration for everyone; and Acrisius, guided by an inescapable fate, unknowingly stepped into the path of the flying discus. | καί ὁ μέν οἷος ἡλικία τε ἀκμάζω καί ὁ δίσκος χαίρω ὁ εὕρημα ἐπιδείκνυμι εἰς ἅπας Ἄκρισιος δέ λανθάνω κατά δαίμων ὑποπίπτω ὁ δίσκος ὁ ὁρμή | 0 |
| 2.16.3 | 1 | καὶ Ἀκρισίῳ μὲν ἡ πρόρρησις τοῦ θεοῦ τέλος ἔσχεν, οὐδὲ ἀπέτρεψέν οἱ τὸ χρεὼν τὰ ἐς τὴν παῖδα καὶ τὸν θυγατριδοῦν παρευρήματα· | For Acrisius, the god's oracle had its fulfillment at last; neither his precautions nor the devices he managed against his daughter and grandson could avert fate. | καί Ἀκρίσιος μέν ὁ πρόρρησις ὁ θεός τέλος ἔχω οὐδέ ἀποτρέπω ὁ ὁ χρεών ὁ εἰς ὁ παῖς καί ὁ θυγατριδοῦς παρευρίσκω | 0 |
| 2.16.3 | 2 | Περσεὺς δὲ ὡς ἀνέστρεψεν ἐς Ἄργος---ᾐσχύνετο γὰρ τοῦ φόνου τῇ φήμῃ---, Μεγαπένθην τὸν Προίτου πείθει οἱ τὴν ἀρχὴν ἀντιδοῦναι, παραλαβὼν δὲ αὐτὸς τὴν ἐκείνου Μυκήνας κτίζει. | When Perseus returned to Argos—ashamed because of the rumor of the murder—he persuaded Megapenthes, son of Proetus, to exchange kingdoms with him, and, taking Megapenthes' kingdom, he founded Mycenae. | Περσεύς δέ ὡς ἀναστρέφω εἰς Ἄργος αἰσχύνω γάρ ὁ φόνος ὁ φήμη Μεγαπένθης ὁ Προῖτος πείθω ὁ ὁ ἀρχή ἀντιδίδωμι παραλαμβάνω δέ αὐτός ὁ ἐκεῖνος Μυκῆναι κτίζω | 0 |
| 2.16.3 | 3 | τοῦ ξίφους γὰρ ἐνταῦθα ἐξέπεσεν ὁ μύκης αὐτῷ, καὶ τὸ σημεῖον ἐς οἰκισμὸν ἐνόμιζε συμβῆναι πόλεως. | For here the chape (mykes) had fallen from his sword, and he believed this sign to be an omen for establishing the city. | ὁ ξίφος γάρ ἐνταῦθα ἐκπίπτω ὁ μύκης αὐτός καί ὁ σημεῖον εἰς οἰκισμός νομίζω συμβαίνω πόλις | 0 |
| 2.16.3 | 4 | ἤκουσα δὲ καὶ ὡς διψῶντι ἐπῆλθεν ἀνελέσθαι οἱ μύκητα ἐκ τῆς γῆς, ῥυέντος δὲ ὕδατος πιὼν καὶ ἡσθεὶς Μυκήνας ἔθετο τὸ ὄνομα τῷ χωρίῳ. | But I have also heard another account: that when Perseus was thirsty, he happened upon a mushroom (mykes) growing from the ground, and plucking it, water immediately gushed forth; having drunk from it gladly, he was pleased and thus gave the place the name Mycenae. | ἀκούω δέ καί ὡς διψάω ἐπέρχομαι ἀναιρέω ὁ μύκης ἐκ ὁ γῆ ῥέω δέ ὕδωρ πίνω καί ἥδομαι Μυκῆναι τίθημι ὁ ὄνομα ὁ χωρίον | 0 |
| 2.16.4 | 1 | Ὅμηρος δὲ ἐν Ὀδυσσείᾳ γυναικὸς Μυκήνης ἐν ἔπει τῷδε ἐμνήσθη Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη. Hom. Od. unknown line | Homer, in the Odyssey, mentioned the woman Mycene in this verse: "Tyro and Alcmena and fair-crowned Mycene" (Hom. Od., unknown line). | Ὅμηρος δέ ἐν Ὀδυσσεία γυνή Μυκήνη ἐν ἐπεί ὅδε μιμνήσκω τύρω τε Ἀλκμήνη τε Εὐστέφανος τε Μυκήνη | 0 |
| 2.16.4 | 2 | ταύτην εἶναι θυγατέρα Ἰνάχου γυναῖκα δὲ Ἀρέστορος τὰ ἔπη λέγει, ἃ δὴ Ἕλληνες καλοῦσιν Ἠοίας μεγάλας· ἀπὸ ταύτης οὖν γεγονέναι καὶ τὸ ὄνομα τῇ πόλει φασίν. | Now the verses known among the Greeks as the Great Eoiae say she was the daughter of Inachus and the wife of Arestor, and that the city derived its name from her. | οὗτος εἰμί θυγάτηρ Ἴναχος γυνή δέ ἀρέστωρ ὁ ἔπος λέγω ὅς δή Ἕλλην καλέω ἠοία μέγας ἀπό οὗτος οὖν γίγνομαι καί ὁ ὄνομα ὁ πόλις φημί | 0 |
| 2.16.4 | 3 | ὃν δὲ προσποιοῦσιν Ἀκουσιλάῳ λόγον, Μυκηνέα υἱὸν εἶναι Σπάρτωνος, Σπάρτωνα δὲ Φορωνέως, οὐκ ἂν ἔγωγε ἀποδεξαίμην, διότι μηδὲ αὐτοὶ Λακεδαιμόνιοι. | As for the account attributed to Acusilaus, that Myceneus was the son of Sparton, and Sparton the son of Phoroneus, I myself would not accept it, and neither do the Lacedaemonians themselves. | ὅς δέ προσποιέω Ἀκουσίλαος λόγος Μυκηνεύς υἱός εἰμί Σπάρτων Σπάρτη δέ Φορωνεύς οὐ ἄν ἔγωγε ἀποδέχομαι διότι μηδέ αὐτός Λακεδαιμόνιος | 0 |
| 2.16.4 | 4 | Λακεδαιμονίοις γὰρ Σπάρτης μὲν γυναικὸς εἰκών ἐστιν ἐν Ἀμύκλαις, Σπάρτωνα δὲ Φορωνέως παῖδα θαυμάζοιεν ἂν καὶ ἀρχὴν ἀκούσαντες. | For although at Amyclae the Lacedaemonians have an image of the woman Sparta, they would indeed be amazed upon hearing, from the outset, that Sparton was a son of Phoroneus. | Λακεδαιμόνιος γάρ Σπάρτη μέν γυνή εἰκών εἰμί ἐν Ἀμύκλαι Σπάρτη δέ Φορωνεύς παῖς θαυμάζω ἄν καί ἀρχή ἀκούω | 0 |
| 2.16.5 | 1 | Μυκήνας δὲ Ἀργεῖοι καθεῖλον ὑπὸ ζηλοτυπίας. | The Argives destroyed Mycenae out of jealousy. | Μυκῆναι δέ Ἀργεῖος καθαιρέω ὑπό ζηλοτυπία | 0 |
| 2.16.5 | 2 | ἡσυχαζόντων γὰρ τῶν Ἀργείων κατὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου, Μυκηναῖοι πέμπουσιν ἐς Θερμοπύλας ὀγδοήκοντα ἄνδρας, οἳ Λακεδαιμονίοις μετέσχον τοῦ ἔργου· | For while the Argives remained passive during the expedition against the Mede, the Mycenaeans dispatched eighty men to Thermopylae who shared with the Lacedaemonians in that task. | ἡσυχάζω γάρ ὁ Ἀργεῖος κατά ὁ ἐπιστρατεία ὁ Μήδος Μυκηναῖος πέμπω εἰς Θερμοπύλαι ὀγδοήκοντα ἀνήρ ὅς Λακεδαιμόνιος μετέχω ὁ ἔργον | 0 |
| 2.16.5 | 3 | τοῦτο ἤνεγκεν ὄλεθρόν σφισι τὸ φιλοτίμημα παροξῦναν Ἀργείους. | It was this ambition of theirs that provoked the Argives and brought about their ruin. | οὗτος φέρω ὄλεθρος σφεῖς ὁ φιλοτίμημα παροξύνω Ἀργεῖος | 0 |
| 2.16.5 | 4 | λείπεται δὲ ὅμως ἔτι καὶ ἄλλα τοῦ περιβόλου καὶ ἡ πύλη, λέοντες δὲ ἐφεστήκασιν αὐτῇ· | Yet part of the surrounding wall still remains, along with the gate upon which stand lions. | λείπω δέ ὅμως ἔτι καί ἄλλος ὁ περίβολος καί ὁ πύλη λέων δέ ἐφεστήκω αὐτός | 0 |
| 2.16.5 | 5 | Κυκλώπων δὲ καὶ ταῦτα ἔργα εἶναι λέγουσιν, οἳ Προίτῳ τὸ τεῖχος ἐποίησαν ἐν Τίρυνθι. | These, too, are said to be works of the Cyclopes, who also constructed the walls at Tiryns for Proetus. | Κύκλωψ δέ καί οὗτος ἔργον εἰμί λέγω ὅς Προῖτος ὁ τεῖχος ποιέω ἐν Τίρυνς | 0 |
| 2.16.6 | 1 | Μυκηνῶν δὲ ἐν τοῖς ἐρειπίοις κρήνη τέ ἐστι καλουμένη Περσεία καὶ Ἀτρέως καὶ τῶν παίδων ὑπόγαια οἰκοδομήματα, ἔνθα οἱ θησαυροί σφισι τῶν χρημάτων ἦσαν. | Among the ruins of Mycenae there is a spring called Perseia, and underground chambers belonging to Atreus and his sons, where they kept their treasures. | Μυκῆναι δέ ἐν ὁ ἐρείπιον κρήνη τε εἰμί καλέω Περσεία καί Ἀτρέως καί ὁ παῖς ὑπόγαιος οἰκοδόμημα ἔνθα ὁ θησαυρός σφεῖς ὁ χρῆμα εἰμί | 0 |
| 2.16.6 | 2 | τάφος δὲ ἔστι μὲν Ἀτρέως, εἰσὶ δὲ καὶ ὅσους σὺν Ἀγαμέμνονι ἐπανήκοντας ἐξ Ἰλίου δειπνίσας κατεφόνευσεν Αἴγισθος. | There is a tomb of Atreus, and there are also tombs of those companions who, returning from Troy together with Agamemnon, were invited to a banquet by Aegisthus and treacherously slain. | τάφος δέ εἰμί μέν Ἀτρέως εἰμί δέ καί ὅσος σύν Ἀγαμέμνων ἐπανήκω ἐκ Ἴλιον δειπνίζω καταφονεύω Αἴγισθος | 0 |
| 2.16.6 | 3 | τοῦ μὲν δὴ Κασσάνδρας μνήματος ἀμφισβητοῦσι Λακεδαιμονίων οἱ περὶ Ἀμύκλας οἰκοῦντες· ἕτερον δέ ἐστιν Ἀγαμέμνονος, τὸ δὲ Εὐρυμέδοντος τοῦ ἡνιόχου, | As for the burial-place of Cassandra, the people around Amyclae in Lacedaemon dispute about it; another tomb is that of Agamemnon himself, and that of Eurymedon, his charioteer. | ὁ μέν δή Κασσάνδρα μνῆμα ἀμφισβητέω Λακεδαιμόνιος ὁ περί Ἄμυκλαι οἰκέω ἕτερος δέ εἰμί Ἀγαμέμνων ὁ δέ Εὐρυμέδων ὁ ἡνίοχος | 0 |
| 2.16.6 | 4 | καὶ Τελεδάμου τὸ αὐτὸ καὶ Πέλοπος--- τούτους γὰρ τεκεῖν διδύμους Κασσάνδραν φασί, | There is also one tomb that belongs equally to Teledamus and Pelops—for they say Cassandra gave birth to these twins. | καί Τελέδαμος ὁ αὐτός καί Πέλοψ οὗτος γάρ τίκτω δίδυμος Κασσάνδρα φημί | 0 |
| 2.16.7 | 1 | νηπίους δὲ ἔτι ὄντας ἐπικατέσφαξε τοῖς γονεῦσιν Αἴγισθος--- καὶ Ἠλέκτρας · Πυλάδῃ γὰρ συνῴκησεν Ὀρέστου δόντος. | While still infants, Aegisthus slaughtered them upon the bodies of their parents—though Elektra was spared, and later lived with Pylades, whom Orestes had given her in marriage. | νήπιος δέ ἔτι εἰμί ἐπικατασφάζω ὁ γονεύς Αἴγισθος καί Ἠλέκτρα Πυλάδης γάρ συνοικέω Ὀρέστης δίδωμι | 0 |
| 2.16.7 | 2 | Ἑλλάνικος δὲ καὶ τάδε ἔγραψε, Μέδοντα καὶ Στρόφιον γενέσθαι Πυλάδῃ παῖδας ἐξ Ἠλέκτρας. | Hellanicus further records that Pylades and Elektra had two sons, Medon and Strophius. | Ἑλλάνικος δέ καί ὅδε γράφω μέδω καί στρόφιον γίγνομαι Πυλάδης παῖς ἐκ Ἠλέκτρα | 0 |
| 2.16.7 | 3 | Κλυταιμνήστρα δὲ ἐτάφη καὶ Αἴγισθος ὀλίγον ἀπωτέρω τοῦ τείχους· ἐντὸς δὲ ἀπηξιώθησαν, ἔνθα Ἀγαμέμνων τε αὐτὸς ἔκειτο καὶ οἱ σὺν ἐκείνῳ φονευθέντες. | Clytemnestra and Aegisthus were buried a little distance outside the city wall, as they were deemed unworthy of burial within the walls, where Agamemnon himself lay, together with those who were slain alongside him. | Κλυταιμνήστρα δέ θάπτω καί Αἴγισθος ὀλίγος ἀπωτέρω ὁ τεῖχος ἐντός δέ ἀπαξιόω ἔνθα Ἀγαμέμνων τε αὐτός κεῖμαι καί ὁ σύν ἐκεῖνος φονεύω | 0 |