Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 3.12

PassageSentenceGreekEnglishLemma FormsMissing
3.12.1 1 ἰόντι δὲ ἐκ τῆς ἀγορᾶς κατὰ τὴν ὁδὸν ἣν Ἀφεταΐδα ὀνομάζουσι, τὰ καλούμενα Βοώνητά ἐστι· As one goes from the marketplace along the street called Aphetaïs, there is a place known as the Boöneta. εἶμι δέ ἐκ ὁ ἀγορά κατά ὁ ὁδός ὅς Ἀφεταΐς ὀνομάζω ὁ καλέω βωνητός εἰμί 0
3.12.1 2 καί με ὁ λόγος ἀπαιτεῖ πρότερα εἰπεῖν τὰ ἐς τὴν ἐπίκλησιν τῆς ὁδοῦ. Here my narrative requires me first to explain the origin of the name of this street. καί ἐγώ ὁ λόγος ἀπαιτέω πρότερος λέγω ὁ εἰς ὁ ἐπίκλησις ὁ ὁδός 0
3.12.1 3 τοῖς μνηστῆρσιν Ἰκάριον τῆς Πηνελόπης φασὶν ἀγῶνα προθεῖναι δρόμου· καὶ ὅτι μὲν Ὀδυσσεὺς ἐκράτει, δῆλά ἐστιν, It is said that Icarius set up a footrace for the suitors of Penelope, and it is clear that Odysseus won this race. ὁ μνηστήρ Ἴκαρος ὁ Πηνελόπη φημί ἀγών προτίθημι δρόμος καί ὅτι μέν Ὀδυσσεύς κρατέω δῆλος εἰμί 0
3.12.1 4 ἀφεθῆναι δὲ αὐτοὺς λέγουσιν ἐς τὸν δρόμον διὰ τῆς ὁδοῦ τῆς Ἀφεταΐδος. They also say that the runners were started along this very road, which for that reason is called Aphetaïs ("Starting-Place Road"). ἀφίημι δέ αὐτός λέγω εἰς ὁ δρόμος διά ὁ ὁδός ὁ Ἀφεταΐς 0
3.12.2 1 δοκεῖν δʼ ἐμοὶ δρόμου Ἰκάριος τὸ ἀγώνισμα ἐποίησε μιμούμενος Δαναόν. It seems to me that Icarius established the footrace contest in imitation of Danaus. δοκέω δέ ἐγώ δρόμος Ἰκάριος ὁ ἀγώνισμα ποιέω μιμέομαι Δαναός 0
3.12.2 2 Δαναῷ γὰρ τοῦτο ἐπὶ ταῖς θυγατράσιν εὑρέθη, καὶ ὡς γυναῖκα οὐδεὶς ἤθελεν ἐξ αὐτῶν διὰ τὸ μίασμα ἀγαγέσθαι, διέπεμπε δὴ ὁ Δαναὸς ἕδνων ἄνευ δώσειν ᾗ ἂν ἕκαστος κατὰ κάλλος ἀρέσκηται· For this device was originally devised by Danaus concerning his daughters: when no one wished to marry any of them because of their pollution, Danaus made it known far and wide that he would give away without dowry whichever daughter each suitor approved of according to her beauty. Δαναός γάρ οὗτος ἐπί ὁ θυγατήρ εὑρίσκω καί ὡς γυνή οὐδείς ἐθέλω ἐκ αὐτός διά ὁ μίασμα ἀπάγω διαπέμπω δή ὁ Δαναός ἕδνον ἄνευ δίδωμι ὅς ἄν ἕκαστος κατά κάλλος ἀρέσκω 0
3.12.2 3 ἀφικομένοις δὲ ἀνδράσιν οὐ πολλοῖς ἀγῶνα δρόμου κατέστησε, When a small number of suitors arrived, he set a running contest for them. ἀφικνέομαι δέ ἀνήρ οὐ πολύς ἀγών δρόμος καθίστημι 0
3.12.2 4 καὶ πρώτῳ τε ἐλθόντι ἐγένετο ἑλέσθαι πρώτῳ τῶν ἄλλων καὶ μετʼ ἐκεῖνον τῷ δευτέρῳ καὶ ἤδη κατὰ τὰ αὐτὰ ἄχρι τοῦ τελευταίου· The man who finished first was the first allowed to choose among the maidens, and after him the second, and thereafter each similarly until the last competitor. καί πρῶτος τε ἔρχομαι γίγνομαι αἱρέω πρῶτος ὁ ἄλλος καί μετά ἐκεῖνος ὁ δεύτερος καί ἤδη κατά ὁ αὐτός ἄχρι ὁ τελευταῖος 0
3.12.2 5 τὰς δὲ ὑπολειφθείσας μένειν ἔφοδον ἄλλην μνηστήρων ἔδει καὶ ἀγῶνα ἄλλον δρόμου. Those daughters left unmarried had to wait for another company of suitors and another footrace competition. ὁ δέ ὑπολείπω μένω ἔφοδος ἄλλος μνηστήρ δεῖ καί ἀγών ἄλλος δρόμος 0
3.12.3 1 Λακεδαιμονίοις δὲ κατὰ τὴν ὁδὸν ταύτην ἐστίν, ὡς ἤδη λέλεκταί μοι, τὰ ὀνομαζόμενα Βοώνητα, Πολυδώρου ποτὲ οἰκία τοῦ βασιλέως· Along this route the Lacedaemonians have, as I previously mentioned, a place called Boöneta, once the house of king Polydorus. Λακεδαιμόνιος δέ κατά ὁ ὁδός οὗτος εἰμί ὡς ἤδη λέλεκταί ἐγώ ὁ ὀνομάζω βωνητός Πολύδωρος ποτέ οἰκία ὁ βασιλεύς 0
3.12.3 2 ἀποθανόντος δὲ παρὰ τοῦ Πολυδώρου τῆς γυναικὸς ἐπρίαντο ἀντιδόντες βοῦς. After his death, they purchased it from Polydorus' wife, paying with oxen in exchange. ἀποθνῄσκω δέ παρά ὁ Πολύδωρος ὁ γυνή πρίαμαι ἀντιδίδωμι βοῦς 0
3.12.3 3 ἀργύρου γὰρ οὐκ ἦν πω τότε οὐδὲ χρυσοῦ νόμισμα, κατὰ τρόπον δὲ ἔτι τὸν ἀρχαῖον ἀντεδίδοσαν βοῦς καὶ ἀνδράποδα καὶ ἀργὸν τὸν ἄργυρον καὶ χρυσόν· For at that time there was as yet no currency in silver or gold, but according to the ancient custom, they exchanged oxen, slaves, and ingots of silver and gold. ἀργύριον γάρ οὐ εἰμί πω τότε οὐδέ χρυσός νόμισμα κατά τρόπος δέ ἔτι ὁ ἀρχαῖος ἀντιδίδωμι βοῦς καί ἀνδράποδον καί ἀργός ὁ ἄργυρος καί χρυσός 0
3.12.4 1 οἱ δὲ ἐς τὴν Ἰνδικὴν ἐσπλέοντες φορτίων φασὶν Ἑλληνικῶν τοὺς Ἰνδοὺς ἀγώγιμα ἄλλα ἀνταλλάσσεσθαι, νόμισμα δὲ οὐκ ἐπίστασθαι, καὶ ταῦτα χρυσοῦ τε ἀφθόνου καὶ χαλκοῦ παρόντος σφίσι. Those who sail to India say that the Indians exchange their goods for Greek cargoes, but that they do not understand the use of coined money, although they possess abundant gold and bronze. ὁ δέ εἰς ὁ Ἰνδικός ἐμπλέω φορτίον φημί Ἑλληνικός ὁ Ἰνδός ἀγώγιμος ἄλλος ἀνταλλάσσω νόμισμα δέ οὐ ἐπίσταμαι καί οὗτος χρυσός τε ἄφθονος καί χαλκός παρών σφεῖς 0
3.12.4 2 τοῦ δὲ τῶν Βιδιαίων ἀρχείου πέραν ἐστὶν Ἀθηνᾶς ἱερόν· Ὀδυσσεὺς δὲ ἱδρύσασθαι τὸ ἄγαλμα λέγεται καὶ ὀνομάσαι Κελεύθειαν, τοὺς Πηνελόπης μνηστῆρας τῷ δρόμῳ νικήσας. Beyond the precinct of the Bidiaeans is a sanctuary of Athena; Odysseus, it is said, set up the statue and named it Keleuthea ("of the Road") after defeating the suitors of Penelope in a footrace. ὁ δέ ὁ Βιδιαῖοι Ἀρχεῖος πέραν εἰμί Ἀθηνᾶ ἱερόν Ὀδυσσεύς δέ ἱδρύω ὁ ἄγαλμα λέγω καί ὀνομάζω κελευθεία ὁ Πηνελόπη μνηστήρ ὁ δρόμος νικάω 0
3.12.4 3 ἱδρύσατο δὲ τῆς Κελευθείας ἱερὰ ἀριθμῷ τρία διεστηκότα ἀπʼ ἀλλήλων. He established sanctuaries for Keleuthea, three in number, separated from one another. ἱδρύομαι δέ ὁ κελευθεία ἱερός ἀριθμός τρεῖς διίστημι ἀπό ἀλλήλων 0
3.12.5 1 προϊόντων δὲ κατὰ τὴν Ἀφεταΐδα ἡρῷά ἐστιν Ἴοπός τε κατὰ Λέλεγα ἢ Μύλητα γενέσθαι δοκοῦντος καὶ Ἀμφιαράου τοῦ Ὀικλέους· As one advances along the Afetaïd region, there are hero-shrines to Iops, who is said to have been born from Lelex or Myles, and also to Amphiaraus, son of Oïkles. πρόειμι δέ κατά ὁ Ἀφεταΐς ἥρως εἰμί ἴοπος τε κατά λέγω ἤ μύλη γίγνομαι δοκέω καί Ἀμφιάραος ὁ Ὀίκλης 0
3.12.5 2 τοῦτο δὲ τοὺς Τυνδάρεω παῖδας νομίζουσιν ἅτε ἀνεψιῷ τῷ Ἀμφιαράῳ ποιῆσαι· It is believed that the sons of Tyndareus established this shrine to Amphiaraus because he was their cousin. οὗτος δέ ὁ Τυνδάρεως παῖς νομίζω ἅτε ἀνεψιός ὁ Ἀμφιάραος ποιέω 0
3.12.5 3 καὶ αὐτοῦ Λέλεγός ἐστιν ἡρῷον, There is also a shrine there for Lelex himself. καί αὐτός λέγω εἰμί ἡρῷον 0
3.12.5 4 τούτων δὲ οὐ πόρρω τέμενος Ποσειδῶνος Ταιναρίου ---Ταινάριον δὲ ἐπονομάζουσιν--- Not far from these stands a precinct sacred to Poseidon Tainarios, who is called Tainarion. οὗτος δέ οὐ πόρρω τέμενος Ποσειδῶν Ταίναρος Ταίναρον δέ ἐπονομάζω 0
3.12.6 1 οὐ μακρὰν δὲ Ἀθηνᾶς ἄγαλμα, ὃ τοὺς ἐς Ἰταλίαν τε καὶ Τάραντα ἀποικισθέντας ἀναθεῖναι λέγουσι. Not far from it is a statue of Athena, which they say was dedicated by those who colonized Italy and Tarentum. οὐ μακράν δέ Ἀθηνᾶ ἄγαλμα ὅς ὁ εἰς Ἰταλία τε καί Τάρας ἀποικίζω ἀνατίθημι λέγω 0
3.12.6 2 τὸ δὲ χωρίον, ὃ καλοῦσιν Ἑλλήνιον, ἐστὶν εἰρημένον ὡς οἱ τῶν Ἑλλήνων Ξέρξην διαβαίνοντα ἐς τὴν Εὐρώπην παρεσκευάζοντο ἀμυνούμενοι, κατὰ τοῦτο τὸ χωρίον βουλευσάμενοι τρόπον ὅντινα ἀνθέξουσιν. The place, called Hellenion, is said to have received its name because the Greeks assembled here when Xerxes was crossing into Europe, preparing to resist him, and deliberated in this very spot on how they would offer opposition. ὁ δέ χωρίον ὅς καλέω Ἑλλήνιον εἰμί λέγω ὡς ὁ ὁ Ἕλλην Ξέρξης διαβαίνω εἰς ὁ Εὐρώπη παρασκευάζω ἀμύνω κατά οὗτος ὁ χωρίον βουλεύω τρόπος ὅστις ἀνθέχω 0
3.12.6 3 ὁ δὲ ἕτερος τῶν λόγων τοὺς Μενελάου χάριτι στρατεύσαντας ἐπὶ Ἴλιον βουλεύσασθαί φησιν ἐνταῦθα ὅπως ἀναπλεῦσαί τε ἐς Τροίαν καὶ δίκας δυνήσονται παρὰ Ἀλεξάνδρου λαβεῖν τῆς Ἑλένης ἁρπαγῆς. Another account reports that those who sailed with Menelaus to war against Ilium, gathered here to decide how they might sail to Troy and exact justice from Alexander for abducting Helen. ὁ δέ ἕτερος ὁ λόγος ὁ Μενέλαος χάρις στρατεύω ἐπί Ἴλιον βουλεύω φημί ἐνταῦθα ὅπως ἀναπλέω τε εἰς Τροία καί δίκη δύναμαι παρά Ἀλέξανδρος λαμβάνω ὁ Ἑλένη ἁρπαγή 0
3.12.7 1 τοῦ δὲ Ἑλληνίου πλησίον Ταλθυβίου μνῆμα ἀποφαίνουσι· Near the Hellēnion, they point out the tomb of Talthybius. ὁ δέ Ἑλλήνιος πλησίον Ταλθύβιος μνῆμα ἀποφαίνω 0
3.12.7 2 δεικνύουσι δὲ καὶ Ἀχαιῶν Αἰγιεῖς ἐπὶ τῆς ἀγορᾶς, Ταλθυβίου καὶ οὗτοι φάμενοι μνῆμα εἶναι. The Achaeans of Aigion also show a monument in their agora, claiming it as that of Talthybius. δείκνυμι δέ καί Ἀχαιός αἰγιεύς ἐπί ὁ ἀγορά Ταλθύβιος καί οὗτος φημί μνῆμα εἰμί 0
3.12.7 3 Ταλθυβίου δὲ τούτου μήνιμα ἐπὶ τῷ φόνῳ τῶν κηρύκων, οἳ παρὰ βασιλέως Δαρείου γῆν τε καὶ ὕδωρ αἰτήσοντες ἐς τὴν Ἑλλάδα ἐπέμφθησαν, Λακεδαιμονίοις μὲν ἐπεσήμαινεν ἐς τὸ δημόσιον, ἐν Ἀθήναις δὲ ἰδίᾳ τε καὶ ἐς ἑνὸς οἶκον ἀνδρὸς κατέσκηψε Μιλτιάδου τοῦ Κίμωνος· The wrath of this Talthybius over the murder of the heralds who had been sent by King Darius into Greece to demand earth and water fell upon the state of the Lacedaemonians as a whole; but among the Athenians it descended privately, and upon the household of one man—Miltiades, son of Cimon. Ταλθύβιος δέ οὗτος μήνιμα ἐπί ὁ φόνος ὁ κηρύκων ὅς παρά βασιλεύς Δαρεῖος γῆ τε καί ὕδωρ αἰτέω εἰς ὁ Ἑλλάς πέμπω Λακεδαιμόνιος μέν ἐπισημαίνω εἰς ὁ δημόσιος ἐν Ἀθήνη δέ ἰδίᾳ τε καί εἰς εἷς οἶκος ἀνήρ κατασκῆπτω Μιλτιάδης ὁ Κίμων 0
3.12.7 4 ἐγεγόνει δὲ καὶ τῶν κηρύκων τοῖς ἐλθοῦσιν ἐς τὴν Ἀττικὴν ὁ Μιλτιάδης ἀποθανεῖν αἴτιος ὑπὸ Ἀθηναίων. Miltiades had, indeed, been primarily responsible, in the eyes of the Athenians, for the killing of the heralds who had come to Attica. γίγνομαι δέ καί ὁ κηρύκων ὁ ἔρχομαι εἰς ὁ Ἀττικός ὁ Μιλτιάδης ἀποθνῄσκω αἴτιος ὑπό Ἀθηναῖος 0
3.12.8 1 Λακεδαιμονίοις δὲ ἔστι μὲν Ἀπόλλωνος Ἀκρίτα βωμός, ἔστι δʼ ἐπονομαζόμενον Γάσηπτον ἱερὸν Γῆς· The Lacedaemonians possess an altar of Apollo Acritas and a sanctuary sacred to Earth, called Gasepton; Λακεδαιμόνιος δέ εἰμί μέν Ἀπόλλων ἀκρίτης βωμός εἰμί δέ ἐπονομάζω γάσηπτον ἱερός γῆ 0
3.12.8 2 Ἀπόλλων δὲ ὑπὲρ αὐτὸ ἵδρυται Μαλεάτης. Above it stands Apollo Maleatas. Ἀπόλλων δέ ὑπέρ αὐτός ἵδρυμαι μαλεάτης 0
3.12.8 3 ἐπὶ δὲ τῷ πέρατι τῆς Ἀφεταΐδος, ἐγγύτατα ἤδη τοῦ τείχους, Δικτύννης ἐστὶν ἱερὸν καὶ βασίλειοι τάφοι τῶν καλουμένων Εὐρυπωντιδῶν· On the far end of Aphetaïs, very near the city wall, is a sanctuary dedicated to Dictynna and the royal tombs of those known as the Eurypontidae. ἐπί δέ ὁ πέρας ὁ Ἀφεταΐς ἐγγύτατα ἤδη ὁ τεῖχος δικτύννη εἰμί ἱερός καί βασίλειος τάφος ὁ καλέω Εὐρυπωντίδης 0
3.12.8 4 παρὰ δὲ τὸ Ἑλλήνιον Ἀρσινόης ἱερόν, Λευκίππου τε θυγατρὸς καὶ γυναικῶν τῶν Πολυδεύκους καὶ Κάστορος ἀδελφῆς. By the Hellenion stands the sanctuary of Arsinoë, the daughter of Leucippus and sister of the wives of Polydeuces and Castor. παρά δέ ὁ Ἑλλήνιον Ἀρσινόη ἱερόν Λευκίππη τε θυγάτηρ καί γυνή ὁ Πολυδεύκης καί Κάστορ ἀδελφή 0
3.12.8 5 πρὸς δὲ τοῖς Φρουρίοις καλουμένοις ναός ἐστιν Ἀρτέμιδος, καὶ προελθοῦσιν ὀλίγον πεποίηται μνῆμα τοῖς ἐξ Ἤλιδος μάντεσι, καλουμένοις δὲ Ἰαμίδαις. Near the place called the Phrouroi (the Guards) is a temple of Artemis, and after advancing slightly further, there is a tomb erected in honor of the seers from Elis, who are called the Iamidae. πρός δέ ὁ φρούριον καλέω ναός εἰμί Ἄρτεμις καί προέρχομαι ὀλίγος ποιέω μνῆμα ὁ ἐκ Ἠλίς μάντις καλέω δέ Ἰαμίδης 0
3.12.9 1 καὶ Μάρωνός ἐστιν ἱερὸν καὶ Ἀλφειοῦ· There is also a sanctuary of Maron and of Alpheios. καί Μάρων εἰμί ἱερός καί Ἀλφειός 0
3.12.9 2 Λακεδαιμονίων δὲ τῶν ἐς Θερμοπύλας στρατευσαμένων λόγου μάλιστα ἀξίως μαχέσασθαι μετά γε αὐτὸν δοκοῦσι Λεωνίδαν. Among the Lacedaemonians who marched out to Thermopylae, they seem, after Leonidas himself, to have fought most worthily of mention. Λακεδαιμόνιος δέ ὁ εἰς Θερμοπύλαι στρατεύομαι λόγος μάλιστα ἀξίως μάχομαι μετά γε αὐτός δοκέω Λεωνίδας 0
3.12.9 3 τοῦ δὲ Τροπαίου Διὸς τὸ ἱερὸν ἐποίησαν οἱ Δωριεῖς πολέμῳ τούς τε ἄλλους Ἀχαιούς, οἳ γῆν τὴν Λακωνικὴν τηνικαῦτα εἶχον, καὶ τοὺς Ἀμυκλαιεῖς κρατήσαντες. The sanctuary of Zeus Tropaios (Zeus of the Trophy) was built by the Dorians when they conquered in war both the rest of the Achaeans, who at that time held the land of Laconia, and the Amyclaeans. ὁ δέ τροπαῖον Ζεύς ὁ ἱερός ποιέω ὁ Δωριεύς πόλεμος ὁ τε ἄλλος Ἀχαιός ὅς γῆ ὁ Λακωνικός τηνικαῦτα ἔχω καί ὁ Ἀμυκλαεῖς κρατέω 0
3.12.9 4 τὸ δὲ ἱερὸν τῆς Μεγάλης μητρὸς τιμᾶται περισσῶς δή τι. Especially great honour is paid to the sanctuary of the Great Mother. ὁ δέ ἱερός ὁ μέγας μήτηρ τιμάω περισσῶς δή τις 0
3.12.9 5 μετὰ δὲ αὐτὸ ἡρῷα Ἱππολύτου τέ ἐστι τοῦ Θησέως καὶ Αὐλῶνος Ἀρκάδος, υἱοῦ δὲ Τλησιμένους· Next to it are the hero shrines of Hippolytus, the son of Theseus, and of Aulon, an Arcadian, the son of Tlesimenes. μετά δέ αὐτός ἡρῷον Ἱππόλυτος τε εἰμί ὁ Θησεύς καί αὐλών Ἀρκάς υἱός δέ Τλησιμένης 0
3.12.9 6 Τλησιμένη ν δὲ Παρθενοπαίου τοῦ Μελανίωνος ἀδελφόν, οἱ δὲ παῖδα εἶναι λέγουσιν. Tlesimenes was the brother of Parthenopaeus, son of Melanion, although some say he was Parthenopaeus' own son. Τλησιμένη νῦν δέ παρθενοπαίος ὁ Μελανίων ἀδελφός ὁ δέ παῖς εἰμί λέγω 0
3.12.10 1 ἑτέρα δὲ ἐκ τῆς ἀγορᾶς ἐστιν ἔξοδος, καθʼ ἣν πεποίηταί σφισιν ἡ καλουμένη Σκιάς, ἔνθα καὶ νῦν ἔτι ἐκκλησιάζουσι. There is another exit from the marketplace, along which stands the building known as the Skias ("Place of Shelter"), where even now the people hold their assemblies. ἕτερος δέ ἐκ ὁ ἀγορά εἰμί ἔξοδος κατά ὅς ποιέω σφεῖς ὁ καλέω σκιάς ἔνθα καί νῦν ἔτι ἐκκλησιάζω 0
3.12.10 2 ταύτην τὴν Σκιάδα Θεοδώρου τοῦ Σαμίου φασὶν εἶναι ποίημα, ὃς πρῶτος διαχέαι σίδηρον εὗρε καὶ ἀγάλματα ἀπʼ αὐτοῦ πλάσαι. They say this Skias was built by Theodorus of Samos, who first discovered the method of casting iron and of shaping images out of it. οὗτος ὁ σκιάς Θεόδωρος ὁ Σάμιος φημί εἰμί ποίημα ὅς πρῶτος διαχέω σίδηρος εὑρίσκω καί ἄγαλμα ἀπό αὐτός πλάζω 0
3.12.10 3 ἐνταῦθα ἐκρέμασαν οἱ Λακεδαιμόνιοι τὴν Τιμοθέου τοῦ Μιλησίου κιθάραν, καταγνόντες ὅτι χορδαῖς ἑπτὰ ταῖς ἀρχαίαις ἐφεῦρεν ἐν τῇ κιθαρῳδίᾳ τέσσαρας χορδάς. Here the Lacedaemonians hung up the lyre of Timotheus of Miletus, having condemned him because he had introduced into musical performance four additional strings beyond the original seven. ἐνταῦθα κρεμάννυμι ὁ Λακεδαιμόνιος ὁ Τιμόθεος ὁ Μιλήσιος κιθάρα καταγιγνώσκω ὅτι χορδή ἑπτά ὁ ἀρχαῖος εὑρίσκω ἐν ὁ κιθαρῳδία τέσσαρες χορδή 0
3.12.11 1 πρὸς δὲ τῇ Σκιάδι οἰκοδόμημά ἐστι περιφερές, ἐν δὲ αὐτῷ Διὸς καὶ Ἀφροδίτης ἀγάλματα ἐπίκλησιν Ὀλυμπίων· Near the Skiás there is a circular building, and within it are statues of Zeus and Aphrodite, surnamed Olympian. πρός δέ ὁ σκιάς οἰκοδόμημα εἰμί περιφερής ἐν δέ αὐτός Ζεύς καί Ἀφροδίτη ἄγαλμα ἐπίκλησις Ὀλύμπιοι 0
3.12.11 2 τοῦτο Ἐπιμενίδην κατασκευάσαι λέγουσιν, οὐχ ὁμολογοῦντες τὰ ἐς αὐτὸν Ἀργείοις, ὅπου μηδὲ πολεμῆσαί φασι πρὸς Κνωσσίους. They say that Epimenides constructed this building, although they do not agree with the Argives concerning him, since the Argives deny even having fought against the Knossians. οὗτος Ἐπιμενίδης κατασκευάζω λέγω οὐ ὁμολογέω ὁ εἰς αὐτός Ἀργεῖος ὅπου μηδέ πολεμέω φημί πρός κνωσσίος 0