Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 3.21.1 | 1 | προελθόντι δὲ αὐτόθεν σταδίους εἴκοσι τοῦ Εὐρώτα τὸ ῥεῦμα ἐγγυτάτω τῆς ὁδοῦ γίνεται, καὶ Λάδα μνῆμά ἐστιν ὠκύτητι ὑπερβαλομένου ποδῶν τοὺς ἐπʼ αὐτοῦ· | After advancing from there about twenty stades, the current of the Eurotas approaches closest to the road, and there is the memorial of Ladas, who surpassed in swiftness of foot all rivals of his time. | προέρχομαι δέ αὐτόθεν στάδιον εἴκοσι ὁ Εὐρώτας ὁ ῥεῦμα ἐγγύτατα ὁ ὁδός γίγνομαι καί λάδα μνῆμα εἰμί ὠκύτης ὑπερβάλλω πούς ὁ ἐπί αὐτός | 0 |
| 3.21.1 | 2 | καὶ δὴ καὶ Ὀλυμπίασιν ἐστεφανοῦτο δολίχῳ κρατῶν, | Indeed, he was crowned victor at Olympia in the dolichos race. | καί δή καί Ὀλυμπιάς στεφανόω δολιχός κρατέω | 0 |
| 3.21.1 | 3 | δοκεῖν δέ μοι κάμνων αὐτίκα μετὰ τὴν νίκην ἐκομίζετο, καὶ συμβάσης ἐνταῦθά οἱ τελευτῆς ὁ τάφος ἐστὶν ὑπὲρ τὴν λεωφόρον. | My own view is that he fell ill immediately after his victory and was carried back, and his death occurring here, the tomb stands by the road. | δοκέω δέ ἐγώ κάμνω αὐτίκα μετά ὁ νίκη κομίζω καί συμβάσῃ ἐνταῦθα ὁ τελευτή ὁ τάφος εἰμί ὑπέρ ὁ λεωφόρος | 0 |
| 3.21.1 | 4 | τὸν δὲ ὁμώνυμον τούτῳ, νίκην καὶ αὐτὸν Ὀλυμπίασι, πλὴν οὐ δολίχου, σταδίου δὲ ἀνελόμενον, Ἀχαιὸν ἐξ Αἰγίου φησὶν εἶναι καὶ τὰ ἐς τοὺς Ὀλυμπιονίκας Ἠλείων γράμματα. | There is another Olympic victor with the same name, who won not in the dolichos but in the stadion; according to the records of the Eleans concerning Olympic victors, he was an Achaean from Aigion. | ὁ δέ ὁμώνυμος οὗτος νίκη καί αὐτός Ὀλυμπία πλήν οὐ δολιχός στάδιον δέ ἀναιρέω Ἀχαιός ἐκ Αἰγίος φημί εἰμί καί ὁ εἰς ὁ Ὀλυμπιονίκης Ἠλεῖος γράμμα | 0 |
| 3.21.2 | 1 | προϊόντι δὲ ὡς ἐπὶ τὴν Πελλάναν Χαράκωμά ἐστιν ὀνομαζόμενον καὶ μετὰ τοῦτο Πελλάνα πόλις τὸ ἀρχαῖον. | Proceeding towards Pellana, there is a place called Characoma, and after this lies Pellana, a city from ancient times. | πρόειμι δέ ὡς ἐπί ὁ Πέλλανα χαράκωμα εἰμί ὀνομάζω καί μετά οὗτος Πελλάνα πόλις ὁ ἀρχαῖος | 0 |
| 3.21.2 | 2 | Τυνδάρεων δὲ οἰκῆσαί φασιν ἐνταῦθα, ὅτε Ἱπποκόωντα καὶ τοὺς παῖδας ἔφευγεν ἐκ Σπάρτης. | They say that Tyndareus lived here when he fled from Sparta because of Hippocoön and his sons. | Τυνδάρεως δέ οἰκέω φημί ἐνταῦθα ὅτε ἱπποκόος καί ὁ παῖς φεύγω ἐκ Σπάρτη | 0 |
| 3.21.2 | 3 | θέας δὲ ἄξια αὐτόθι ἰδὼν Ἀσκληπιοῦ τε οἶδα ἱερὸν καὶ τὴν πηγὴν Πελλανίδα. | Among the notable sights that I know to be there are a sanctuary of Asclepius and the spring named Pellanis. | θέα δέ ἄξιος αὐτόθι ὁράω Ἀσκληπιός τε οἶδα ἱερός καί ὁ πηγή Πελλανίς | 0 |
| 3.21.2 | 4 | ἐς ταύτην λέγουσιν ὑδρευομένην ἐσπεσεῖν παρθένον, ἀφανισθείσης δὲ τὸ κάλυμμα ἀναφανῆναι τὸ ἐπὶ τῆς κεφαλῆς ἐν ἑτέρᾳ πηγῇ Λαγκίᾳ. | They say that once a maiden, while drawing water, fell into this spring and disappeared; afterward, her veil was found appearing in another spring called Langia. | εἰς οὗτος λέγω ὑδρεύω πίπτω παρθένος ἀφανίζω δέ ὁ κάλυμμα ἀναφαίνω ὁ ἐπί ὁ κεφαλή ἐν ἕτερος πηγή Λάγγια | 0 |
| 3.21.3 | 1 | Πελλάνας δὲ ἑκατὸν στάδια ἀπέχει Βελεμίνα καλουμένη· | One hundred stadia from Pellana lies Belemina. | Πέλλανα δέ ἑκατόν στάδιον ἀπέχω βελεμνίς καλέω | 0 |
| 3.21.3 | 2 | τῆς δὲ χώρας τῆς Λακωνικῆς ἡ Βελεμίνα μάλιστα ἄρδεσθαι πέφυκεν, ἥντινα διοδεύει μὲν τοῦ Εὐρώτα τὸ ὕδωρ, παρέχεται δὲ ἀφθόνους καὶ αὐτὴ πηγάς. | Of all the territory of Laconia, Belemina is naturally the most abundantly watered; for the waters of Eurotas pass through it, and the place itself also yields numerous springs. | ὁ δέ χώρα ὁ Λακωνική ὁ βελεμνίς μάλιστα ἀρδέω φύω ὅστις διοδεύω μέν ὁ Εὐρώτας ὁ ὕδωρ παρέχω δέ ἄφθονος καί αὐτός πηγή | 0 |
| 3.21.4 | 1 | ἐπὶ θάλασσαν δὲ ἐς Γύθιον καταβαίνοντί ἐστι Λακεδαιμονίοις ἡ κώμη καλουμένη Κροκέαι καὶ λιθοτομία· | Descending to the sea toward Gythium, the Spartans have a village called Krokeai and a stone quarry. | ἐπί θάλασσα δέ εἰς γύθιον καταβαίνω εἰμί Λακεδαιμόνιος ὁ κώμη καλέω κροκέη καί λιθοτομία | 0 |
| 3.21.4 | 2 | μία μὲν πέτρα συνεχὴς οὐ διήκουσα, λίθοι δὲ ὀρύσσονται σχῆμα τοῖς ποταμίοις ἐοικότες, ἄλλως μὲν δυσεργεῖς, ἢν δὲ ἐπεργασθῶσιν, ἐπικοσμήσαιεν ἂν καὶ θεῶν ἱερά, κολυμβήθραις δὲ καὶ ὕδασι συντελοῦσι μάλιστα ἐς κάλλος. | The rock itself is not one continuous mass reaching uninterrupted; instead, stones are excavated resembling river pebbles in shape, typically difficult to work, but when properly crafted, capable of adorning even sanctuaries of the gods, being especially beautiful in baths and fountains. | εἷς μέν πέτρα συνεχής οὐ διήκω λίθος δέ ὀρύσσω σχῆμα ὁ ποτάμιος ἔοικα ἄλλως μέν δυσεργής ἐάν δέ ἐπεργάζομαι ἐπικοσμέω ἄν καί θεός ἱερός κολυμβήθρα δέ καί ὕδωρ συντελέω μάλιστα εἰς κάλλος | 0 |
| 3.21.4 | 3 | θεῶν δὲ αὐτόθι πρὸ μὲν τῆς κώμης Διὸς Κροκεάτα λίθου πεποιημένον ἄγαλμα ἕστηκε, Διόσκουροι δὲ ἐπὶ τῇ λιθοτομίᾳ χαλκοῖ. | Regarding the gods, outside the village stands an image of Zeus, made from Krokean stone, while at the quarry itself are bronze statues of the Dioscuri. | θεός δέ αὐτόθι πρό μέν ὁ κώμη Ζεύς κροκεατός λίθος ποιέω ἄγαλμα ἵστημι Διόσκουροι δέ ἐπί ὁ λιθοτομία χαλκοῦς | 0 |
| 3.21.5 | 1 | μετὰ δὲ Κροκέας ἀποτραπεῖσιν ἐς δεξιὰν ἀπὸ τῆς ἐς Γύθιον εὐθείας ἐπὶ πόλισμα ἥξεις Αἰγίας· | After Krokeai, turning off to the right from the straight road that leads to Gytheion, you will arrive at a small town called Aigiai. | μετά δέ κροκέη ἀποτρέπω εἰς δεξιός ἀπό ὁ εἰς γύθιον εὐθεία ἐπί πόλισμα ἥξω Αἰγίας | 0 |
| 3.21.5 | 2 | Ὅμηρον δὲ ἐν τοῖς ἔπεσι τὸ πόλισμα τοῦτο ὀνομάζειν λέγουσιν Αὐγειάς. | People say that Homer mentions this place in his poems, calling it Augeiai. | ὅμηρος δέ ἐν ὁ ἔπος ὁ πόλισμα οὗτος ὀνομάζω λέγω Αὐγειάδης | 0 |
| 3.21.5 | 3 | ἐνταῦθα ἔστι μὲν λίμνη καλουμένη Ποσειδῶνος, ἔστι δὲ ἐπὶ τῇ λίμνῃ ναὸς καὶ ἄγαλμα τοῦ θεοῦ. | Here there is a lake named the Lake of Poseidon, and beside the lake stands a temple with an image of the god. | ἐνταῦθα εἰμί μέν λίμνη καλέω Ποσειδῶν εἰμί δέ ἐπί ὁ λίμνη ναός καί ἄγαλμα ὁ θεός | 0 |
| 3.21.5 | 4 | τοὺς δὲ ἰχθῦς δεδοίκασιν ἐξαιρεῖν, τὸν θηρεύσαντα ἁλιέα γενέσθαι λέγοντες ἐξ ἀνθρώπου. | They fear to catch the fish there, saying that whoever does so and fishes them out will turn from a human into a fisherman. | ὁ δέ ἰχθύς δέδοικα ἐξαιρέω ὁ θηρεύω ἁλιεύς γίγνομαι λέγω ἐκ ἄνθρωπος | 0 |
| 3.21.6 | 1 | Γύθιον δὲ ἀπέχει μὲν σταδίους τριάκοντα Αἰγιῶν, ἐπὶ θαλάσσῃ δὲ ᾠκισμένον ἔστιν ἤδη τῶν Ἐλευθερολακώνων, οὓς βασιλεὺς Αὔγουστος δουλείας ἀφῆκε Λακεδαιμονίων τῶν ἐν Σπάρτῃ κατηκόους ὄντας. | Gythium is thirty stades distant from Aigiai. | γύθιον δέ ἀπέχω μέν στάδιον τριάκοντα Αἰγῖνοι ἐπί θάλασσα δέ οἰκίζω εἰμί ἤδη ὁ ἐλευθερολάκων ὅς βασιλεύς Αὔγουστος δουλεία ἀφίημι Λακεδαιμόνιος ὁ ἐν Σπάρτη κατήκοος εἰμί | 0 |
| 3.21.6 | 2 | θαλάσσῃ μὲν δὴ πλὴν τοῦ Κορινθίων ἰσθμοῦ περιέχεται πᾶσα ἡ Πελοπόννησος· | Situated on the sea, it now belongs to the Eleutherolakones, whom the emperor Augustus freed from their subjection to the Lacedaemonians who dwelt at Sparta. | θάλασσα μέν δή πλήν ὁ Κορινθιος Ἰσθμός περιέχω πᾶς ὁ Πελοπόννησος | 0 |
| 3.21.6 | 3 | κόχλους δὲ ἐς βαφὴν πορφύρας παρέχεται τὰ ἐπιθαλάσσια τῆς Λακωνικῆς ἐπιτηδειοτάτας μετά γε τὴν Φοινίκων θάλασσαν. | The whole of the Peloponnese is surrounded by sea except for the Corinthian Isthmus; and the coastal areas of Laconia supply the best shellfish for producing purple dye, second only to those from the sea of Phoenicia. | κόχλος δέ εἰς βαφή πορφύρα παρέχω ὁ ἐπιθαλάσσιος ὁ Λακωνική ἐπιτήδειος μετά γε ὁ φοῖνιξ θάλασσα | 0 |
| 3.21.7 | 1 | ἀριθμὸς δὲ τῶν Ἐλευθερολακώνων ὀκτὼ πόλεις καὶ δέκα εἰσί, πρώτη μὲν καταβᾶσιν ἐξ Αἰγιῶν ἐπὶ θάλασσαν Γύθιον, μετὰ δὲ αὐτὴν Τευθρώνη τε καὶ Λᾶς καὶ Πύρριχος, ἐπὶ Ταινάρῳ δὲ Καινήπολις Οἴτυλός τε καὶ Λεῦκτρα καὶ Θαλάμαι, πρὸς δὲ Ἀλαγονία τε καὶ Γερηνία· τὰ δὲ ἐπέκεινα Γυθίου πρὸς θαλάσσῃ Ἀσωπὸς Ἀκριαὶ Βοιαὶ Ζάραξ Ἐπίδαυρος ἡ Λιμηρὰ Βρασιαὶ Γερόνθραι Μαριός. | The number of the Free Laconians amounts to eighteen cities. | ἀριθμός δέ ὁ ἐλευθερολάκων ὀκτώ πόλις καί δέκα εἰμί πρῶτος μέν καταβαίνω ἐκ Αἰγῖνοι ἐπί θάλασσα γύθιον μετά δέ αὐτός Τευθρώνη τε καί λᾶς καί πύρριχος ἐπί Ταίναρος δέ Καινήπολις οἴτυλος τε καί Λεύκτρα καί θαλάμη πρός δέ Ἀλαγονία τε καί Γερηνία ὁ δέ ἐπέκεινα Γύθιον πρός θάλασσα Ἀσωπός Ἀκριαί βοιαί Ζάραξ Ἐπίδαυρος ὁ λιμηρά βρασιαί γέρονθραι Μαριός | 0 |
| 3.21.7 | 2 | αὗται μὲν οὖν εἰσιν αἱ λοιπαὶ τῶν Ἐλευθερολακώνων ἀπὸ τεσσάρων ποτὲ καὶ εἴκοσι πόλεων· | The first you encounter descending from Aigiai to the sea is Gythion; after this come Teuthrone, Las, and Pyrrhichus. | οὗτος μέν οὖν εἰμί ὁ λοιπός ὁ ἐλευθερολάκων ἀπό τέσσαρες ποτέ καί εἴκοσι πόλις | 0 |
| 3.21.7 | 3 | τὰς δὲ ἄλλας, ἐφʼ ἃς ἂν καὶ αὐτὰς ὁ λόγος ἐπέλθῃ δή μοι, συντελούσας ἴστω τις ἐς Σπάρτην καὶ οὐχ ὁμοίως τοῖς προλεχθεῖσιν αὐτονόμους. | On Taenarum are Kainépolis, Oitylos, Leuctra, and Thalamai; near these are Alagonia and Gerenia. | ὁ δέ ἄλλος ἐπί ὅς ἄν καί αὐτός ὁ λόγος ἐπέρχομαι δή ἐγώ συντελέω ἵστημι τις εἰς Σπάρτη καί οὐ ὁμοίως ὁ προλέγω αὐτόνομος | 0 |
| 3.21.8 | 1 | Γυθεᾶται δὲ τῆς πόλεως ἀνθρώπων μὲν οὐδένα οἰκιστὴν γενέσθαι λέγουσιν, Ἡρακλέα δὲ καὶ Ἀπόλλωνα ὑπὲρ τοῦ τρίποδος ἐς ἀγῶνα ἐλθόντας, ὡς διηλλάγησαν, μετὰ τὴν ἔριν οἰκίσαι κοινῇ τὴν πόλιν· | The inhabitants of Gythium say that the city had no human founder, but that instead, after Heracles and Apollo had contended for the tripod, once reconciliation had occurred following their dispute, they founded the city jointly. | γυθεᾶται δέ ὁ πόλις ἀνήρ μέν οὐδείς οἰκιστής γίγνομαι λέγω Ἡρακλῆς δέ καί Ἀπόλλων ὑπέρ ὁ τρίπους εἰς ἀγών ἔρχομαι ὡς διαλλάσσω μετά ὁ ἔρις οἰκίζω κοινῇ ὁ πόλις | 0 |
| 3.21.8 | 2 | καὶ ἐν τῇ ἀγορᾷ σφισιν Ἀπόλλωνος καὶ Ἡρακλέους ἐστὶν ἀγάλματα, πλησίον δὲ αὐτῶν Διόνυσος. | In the marketplace there are statues of Apollo and Heracles, and near them, one of Dionysus. | καί ἐν ὁ ἀγορά σφεῖς Ἀπόλλων καί Ἡρακλῆς εἰμί ἄγαλμα πλησίον δέ αὐτός Διόνυσος | 0 |
| 3.21.8 | 3 | ἑτέρωθι δὲ Ἀπόλλων Κάρνειος καὶ ἱερὸν Ἄμμωνος καὶ Ἀσκληπιοῦ χαλκοῦν ἄγαλμά ἐστιν, οὐκ ἐπόντος ὀρόφου τῷ ναῷ, καὶ πηγὴ τοῦ θεοῦ καὶ Δήμητρος ἱερὸν ἅγιον καὶ Ποσειδῶνος ἄγαλμα Γαιαόχου. | Elsewhere are Apollo Karneios, a sanctuary of Ammon, a bronze statue of Asclepius in a temple that has no roof, a sacred spring of that god, a holy sanctuary of Demeter, and a statue of Poseidon, Holder of the Earth. | ἑτέρωθι δέ Ἀπόλλων Κάρνειος καί ἱερός Ἄμμων καί Ἀσκληπιός χαλκοῦς ἄγαλμα εἰμί οὐ ἐπείμι ὀροφή ὁ ναός καί πηγή ὁ θεός καί Δημήτηρ ἱερός ἅγιος καί Ποσειδῶν ἄγαλμα γαιαόχος | 0 |
| 3.21.9 | 1 | ὃν δὲ ὀνομάζουσι Γυθεᾶται Γέροντα, οἰκεῖν ἐν θαλάσσῃ φάμενοι, Νηρέα ὄντα εὕρισκον· | The one whom the inhabitants of Gythium call the "Old Man," whom they claim dwells in the sea, I found to be Nereus. | ὅς δέ ὀνομάζω γυθεᾶται γέρων οἰκέω ἐν θάλασσα φημί Νηρεύς εἰμί εὑρίσκω | 0 |
| 3.21.9 | 2 | καί σφισι τοῦ ὀνόματος τούτου παρέσχεν ἀρχὴν Ὅμηρος ἐν Ἰλιάδι ἐν Θέτιδος λόγοις· | Homer gave them the source of this name in the Iliad, in the words of Thetis. | καί σφεῖς ὁ ὄνομα οὗτος παρέχω ἀρχή Ὅμηρος ἐν Ἰλιάς ἐν Θέτις λόγος | 0 |
| 3.21.9 | 3 | ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον, ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός. Hom. Il. 18.140-141 | "But you now descend into the broad bosom of the sea, to behold the aged man of the sea and the dwellings of our father." | ὑμεῖς μέν νῦν δύω θάλασσα εὐρύς κόλπος ὄψομαι τε γέρων ἅλιος καί δῶμα πατήρ | 0 |
| 3.21.9 | 4 | καλοῦνται δὲ ἐνταῦθα καὶ πύλαι Καστορίδες, καὶ ἐν τῇ ἀκροπόλει ναὸς καὶ ἄγαλμα Ἀθηνᾶς πεποίηται. | Here also are gates named Castorides, and on the acropolis there is built a temple and statue of Athena. | καλέω δέ ἐνταῦθα καί πύλη Καστορίδης καί ἐν ὁ ἀκρόπολις ναός καί ἄγαλμα Ἀθηνᾶ ποιέω | 0 |