Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 3.9.1 | 1 | βασιλεύει τε δὴ Ἀγησίλαος ὁ Ἀρχιδάμου καὶ Λακεδαιμονίοις ἤρεσε διαβῆναι ναυσὶν ἐς τὴν Ἀσίαν, Ἀρταξέρξην τὸν Δαρείου αἱρήσοντας· | At this time Agesilaus son of Archidamus was king, and it pleased the Lacedaemonians to sail across to Asia with the intention of overthrowing Artaxerxes, the son of Dareios. | βασιλεύω τε δή Ἀγησίλαος ὁ Ἀρχίδαμος καί Λακεδαιμόνιος ἀρέσκω διαβαίνω ναῦς εἰς ὁ Ἀσία Ἀρταξέρξης ὁ Δαρεῖος αἱρέω | 0 |
| 3.9.1 | 2 | ἐδιδάσκοντο γὰρ ὑπό τε ἄλλων τῶν ἐν τέλει καὶ μάλιστα ὑπὸ Λυσάνδρου μὴ τὸν Ἀρταξέρξην σφίσιν ἐν τῷ πρὸς Ἀθηναίους πολέμῳ, Κῦρον δὲ εἶναι τὸν τὰ χρήματα διδόντα ἐς τὰς ναῦς. | For they had been informed by persons in authority, especially Lysandros, that it had not been Artaxerxes who had supplied their ships with money in the war against Athens, but Cyrus. | διδάσκω γάρ ὑπό τε ἄλλος ὁ ἐν τέλος καί μάλιστα ὑπό Λύσανδρος μή ὁ Ἀρταξέρξης σφεῖς ἐν ὁ πρός Ἀθηναῖος πόλεμος Κῦρος δέ εἰμί ὁ ὁ χρῆμα δίδωμι εἰς ὁ ναῦς | 0 |
| 3.9.1 | 3 | Ἀγησίλαος δὲ---ἀπεδείχθη γὰρ διαβιβάσαι τε ἐς τὴν Ἀσίαν τὸν στρατὸν καὶ δυνάμεως ἡγεμὼν τῆς πεζῆς---περιέπεμπεν ἔς τε Πελοπόννησον πλὴν Ἄργους καὶ ἐς τοὺς Ἕλληνας τοὺς ἐκτὸς Ἰσθμοῦ, συμμαχεῖν σφισιν ἐπαγγέλλων. | Agesilaus, who had been appointed to transport the army to Asia and to command the land forces, accordingly sent messages throughout the Peloponnese (except Argos), as well as to the Greeks beyond the Isthmus, inviting them to join in their alliance. | Ἀγησίλαος δέ ἀποδείκνυμι γάρ διαβιβάζω τε εἰς ὁ Ἀσία ὁ στρατός καί δύναμις ἡγεμών ὁ πεζός περιπέμπω εἰς τε Πελοπόννησος πλήν Ἄργος καί εἰς ὁ Ἕλλην ὁ ἐκτός Ἰσθμός συμμαχέω σφεῖς ἐπαγγέλλω | 0 |
| 3.9.2 | 1 | Κορίνθιοι μὲν οὖν, καίπερ ἐς τὰ μάλιστα ἔχοντες προθύμως μετασχεῖν τοῦ ἐς τὴν Ἀσίαν στόλου, κατακαυθέντος σφίσιν ἐξαίφνης ναοῦ Διὸς ἐπίκλησιν Ὀλυμπίου, ποιησάμενοι πονηρὸν οἰωνὸν καταμένουσιν ἄκοντες. | The Corinthians, for their part, although extremely eager to join the expedition against Asia, remained behind reluctantly, having received an unfavorable omen when their temple dedicated to Zeus Olympios suddenly burned down. | Κορίνθιος μέν οὖν καίπερ εἰς ὁ μάλιστα ἔχω προθύμως μετέχω ὁ εἰς ὁ Ἀσία στόλος κατακαίω σφεῖς ἐξαίφνης ναός Ζεύς ἐπίκλησις Ὀλύμπιος ποιέω πονηρός οἰωνός καταμένω ἄκων | 0 |
| 3.9.2 | 2 | Ἀθηναίοις δὲ ἦν μὲν ἡ πρόφασις ἐκ τοῦ Πελοποννησίων πολέμου καὶ ἐκ νόσου τῆς λοιμώδους ἐπανήκειν τὴν πόλιν ἐς τὴν πρότερόν ποτε οὖσαν εὐδαιμονίαν· πυνθανόμενοι δὲ διʼ ἀγγέλων ὡς Κόνων ὁ Τιμοθέου παρὰ βασιλέα ἀναβεβηκὼς εἴη, κατὰ τοῦτο ἡσύχαζον μάλιστα. | As for the Athenians, their pretext was that the city was only just recovering from the Peloponnesian war and the widespread plague that had afflicted it, and had not yet returned to its earlier prosperity. | Ἀθηναῖος δέ εἰμί μέν ὁ πρόφασις ἐκ ὁ Πελοποννήσιος πόλεμος καί ἐκ νόσος ὁ λοιμώδης ἐπανήκω ὁ πόλις εἰς ὁ πρότερος ποτε εἰμί εὐδαιμονία πυνθάνομαι δέ διά ἄγγελος ὡς Κόνων ὁ Τιμόθεος παρά βασιλεύς ἀναβαίνω εἴην κατά οὗτος ἡσυχάζω μάλιστα | 0 |
| 3.9.3 | 1 | ἀπεστάλη δὲ καὶ ἐς Θήβας πρεσβεύειν Ἀριστομηλίδας, μητρὸς μὲν τῆς Ἀγησιλάου πατήρ, Θηβαίοις δὲ εἶχεν ἐπιτηδείως καὶ ἐγεγόνει τῶν δικαστῶν, οἳ Πλαταιεῦσιν ἁλόντος τοῦ τείχους ἀποθανεῖν τοὺς ἐγκαταληφθέντας ἔγνωσαν. | Aristomelidas was also sent on an embassy to Thebes—he was the father of Agesilaus' mother, and was on friendly terms with the Thebans, having served as one of the judges who, when the wall of Plataea was taken, sentenced to death those who were captured inside it. | ἀποστέλλω δέ καί εἰς Θῆβαι πρεσβεύω Ἀριστομηλίδης μήτηρ μέν ὁ Ἀγησίλαος πατήρ Θηβαῖος δέ ἔχω ἐπιτηδείως καί γίγνομαι ὁ δικαστής ὅς Πλαταιεύς ἁλίσκομαι ὁ τεῖχος ἀποθνῄσκω ὁ ἐγκαταλείπω γιγνώσκω | 0 |
| 3.9.3 | 2 | Θηβαῖοι μὲν οὖν κατὰ τὰ αὐτὰ Ἀθηναίοις ἀπείπαντο, οὐ φάμενοι βοηθήσειν· | Nevertheless, the Thebans made the same response to him as they had to the Athenians, declaring they would not provide assistance. | Θηβαῖος μέν οὖν κατά ὁ αὐτός Ἀθηναῖος ἀπείπον οὐ φημί βοηθήσω | 0 |
| 3.9.3 | 3 | Ἀγησίλαος δέ, ὡς αὐτῷ τά τε οἴκοθεν καὶ παρὰ τῶν συμμάχων τὸ στράτευμα ἤθροιστο καὶ ἅμα αἱ νῆες εὐτρεπεῖς ἦσαν, ἀφίκετο ἐς Αὐλίδα τῇ Ἀρτέμιδι θύσων, ὅτι καὶ Ἀγαμέμνων ἐνταῦθα ἱλασάμενος τὴν θεὸν τὸν ἐς Τροίαν στόλον ἤγαγεν. | As soon as Agesilaus had assembled the military forces, both local and those supplied by the allies, and the fleet was ready at the same time, he arrived at Aulis to sacrifice to Artemis, because it was here that Agamemnon had propitiated the goddess before leading his expedition to Troy. | Ἀγησίλαος δέ ὡς αὐτός ὁ τε οἴκοθεν καί παρά ὁ σύμμαχος ὁ στράτευμα ἀθροίζω καί ἅμα ὁ ναῦς εὐτρεπής εἰμί ἀφικνέομαι εἰς Αὐλίς ὁ Ἄρτεμις θύω ὅτι καί Ἀγαμέμνων ἐνταῦθα ἱλάσκομαι ὁ θεός ὁ εἰς Τροία στόλος ἄγω | 0 |
| 3.9.4 | 1 | ἠξίου δὲ ἄρα ὁ Ἀγησίλαος πόλεώς τε εὐδαιμονεστέρας ἢ Ἀγαμέμνων βασιλεὺς εἶναι καὶ ἄρχειν τῆς Ἑλλάδος πάσης ὁμοίως ἐκείνῳ, τό τε κατόρθωμα ἐπιφανέστερον ἔσεσθαι βασιλέα κρατήσαντα Ἀρταξέρξην εὐδαιμονίαν κτήσασθαι τὴν Περσῶν ἢ ἀρχὴν καθελεῖν τὴν Πριάμου. | Agesilaus believed himself worthy both of ruling a richer city than that of king Agamemnon and governing the whole of Greece, just as Agamemnon had done, and that achieving victory over king Artaxerxes and possessing the wealth of the Persians would be an accomplishment more illustrious than overthrowing the empire of Priam. | ἀξιόω δέ ἄρα ὁ Ἀγησίλαος πόλις τε εὐδαιμονέστερος ἤ Ἀγαμέμνων βασιλεύς εἰμί καί ἄρχω ὁ Ἑλλάς πᾶς ὁμοίως ἐκεῖνος ὁ τε κατόρθωμα ἐπιφανής ἔσομαι βασιλεύς κρατέω Ἀρταξέρξης εὐδαιμονία κτάομαι ὁ Πέρσης ἤ ἀρχή καθεῖλον ὁ Πρίαμος | 0 |
| 3.9.4 | 2 | θύοντος δὲ αὐτοῦ Θηβαῖοι σὺν ὅπλοις ἐπελθόντες τῶν τε ἱερείων καιόμενα ἤδη τὰ μηρία ἀπορρίπτουσιν ἀπὸ τοῦ βωμοῦ καὶ αὐτὸν ἐξελαύνουσιν ἐκ τοῦ ἱεροῦ. | But as he was sacrificing, the Thebans, attacking with arms, threw the thighs of the sacrificial victims, already burning, off from the altar, and drove him out of the sanctuary. | θύω δέ αὐτός Θηβαῖος σύν ὅπλον ἐπέρχομαι ὁ τε ἱερεῖον καίω ἤδη ὁ μηρίον ἀπορρίπτω ἀπό ὁ βωμός καί αὐτός ἐξελαύνω ἐκ ὁ ἱερόν | 0 |
| 3.9.5 | 1 | Ἀγησίλαον δὲ ἐλύπει μὲν ἡ θυσία μὴ τελεσθεῖσα, διέβαινε δὲ ὅμως ἐς τὴν Ἀσίαν καὶ ἤλαυνεν ἐπὶ τὰς Σάρδεις· | Agesilaus was troubled that the sacrifice had not been completed; nevertheless, he crossed into Asia and advanced against Sardis. | Ἀγησίλαος δέ λυπέω μέν ὁ θυσία μή τελέω διαβαίνω δέ ὅμως εἰς ὁ Ἀσία καί ἐλαύνω ἐπί ὁ Σάρδεις | 0 |
| 3.9.5 | 2 | ἦν γὰρ δὴ τῆς Ἀσίας τῆς κάτω μέγιστον μέρος τηνικαῦτα ἡ Λυδία, καὶ αἱ Σάρδεις πλούτῳ καὶ παρασκευῇ προεῖχον, τῷ τε σατραπεύοντι ἐπὶ θαλάσσῃ τοῦτο οἰκητήριον ἀπεδέδεικτο καθάπερ γε αὐτῷ βασιλεῖ τὰ Σοῦσα. | At that time Lydia was indeed the greatest part of lower Asia, and Sardis itself surpassed all other cities in wealth and military resources; it had also been designated as the residence of the satrap governing the coastal region, just as Susa was the royal residence of the king himself. | εἰμί γάρ δή ὁ Ἀσία ὁ κάτω μέγας μέρος τηνικαῦτα ὁ Λυδία καί ὁ Σάρδεις πλοῦτος καί παρασκευή προέχω ὁ τε σατραπεύω ἐπί θάλασσα οὗτος οἰκητήριον ἀποδείκνυμι καθάπερ γε αὐτός βασιλεύς ὁ Σοῦσα | 0 |
| 3.9.6 | 1 | γενομένης δὲ πρὸς Τισσαφέρνην σατράπην τῶν περὶ Ἰωνίαν μάχης ἐν Ἕρμου πεδίῳ τήν τε ἵππον τῶν Περσῶν ἐνίκησεν ὁ Ἀγησίλαος καὶ τὸ πεζὸν τότε πλεῖστον ἀθροισθὲν μετά γε τὸν Ξέρξου καὶ πρότερον ἔτι ἐπὶ Σκύθας Δαρείου καὶ ἐπὶ Ἀθήνας στρατόν. | In a battle against Tissaphernes, the satrap of the region around Ionia, fought on the plain of the Hermus, Agesilaus defeated both the Persian cavalry and the largest number of infantry troops then gathered since the army of Xerxes, or indeed even earlier, the campaigns of Darius against the Scythians and against Athens. | γίγνομαι δέ πρός Τισσαφέρνης σατράπης ὁ περί Ἰωνία μάχη ἐν Ἑρμῆς πεδίον ὁ τε ἵππος ὁ Πέρσης νικάω ὁ Ἀγησίλαος καί ὁ πεζός τότε πλεῖστος ἀθροίζω μετά γε ὁ Ξέρξης καί πρότερον ἔτι ἐπί Σκύθης Δαρεῖος καί ἐπί Ἀθήνη στρατός | 0 |
| 3.9.6 | 2 | Λακεδαιμόνιοι δὲ ἀγασθέντες τὸ ἐς τὰ πράγματα τοῦ Ἀγησιλάου πρόθυμον διδόασιν ἄρχοντα εἶναι καὶ τῶν νεῶν αὐτῷ. | The Lacedaemonians, impressed by Agesilaus' energetic handling of affairs, gave him command also over the fleet. | Λακεδαιμόνιος δέ ἀγασθένης ὁ εἰς ὁ πρᾶγμα ὁ Ἀγησίλαος πρόθυμος δίδωμι ἄρχων εἰμί καί ὁ ναῦς αὐτός | 0 |
| 3.9.6 | 3 | ὁ δὲ ταῖς μὲν τριήρεσιν ἐπέστησεν ἡγεμόνα Πείσανδρον---τοῦ Πεισάνδρου δὲ ἐτύγχανε συνοικῶν ἀδελφῇ---, τῷ πολέμῳ δὲ αὐτὸς κατὰ γῆν προσεῖχεν ἐρρωμένως. | He appointed Pisander admiral of the triremes—Pisander, whose wife's sister he happened to have married—and personally applied himself vigorously to the conduct of the land warfare. | ὁ δέ ὁ μέν τριήρης ἐφίστημι ἡγεμών Πείσανδρος ὁ Πεισάνδρος δέ τυγχάνω συνοικῶν ἀδελφή ὁ πόλεμος δέ αὐτός κατά γῆ προσέχω ἐρρωμένως | 0 |
| 3.9.7 | 1 | καί οἱ θεῶν τις ἐβάσκηνε μὴ ἀγαγεῖν τὰ βουλεύματα ἐς τέλος. | And one of the gods thwarted his intention of bringing these plans to completion. | καί ὁ θεός τις βασκαίνω μή ἄγω ὁ βουλεύμα εἰς τέλος | 0 |
| 3.9.7 | 2 | ὡς γὰρ δὴ ἐπύθετο Ἀρταξέρξης μάχας τε ἃς ἐνίκησεν Ἀγησίλαος καὶ ὡς ἐς τὸ πρόσω χειρούμενος τὰ ἐν ποσὶ πρόεισιν ἀεὶ σὺν τῷ στρατῷ, Τισσαφέρνην μὲν καίπερ τὰ πρότερα εὐεργέτην ὄντα ζημιοῖ θανάτῳ, Τιθραύστην δὲ κατέπεμψεν ἐπὶ θάλασσαν, καὶ φρονῆσαί τε δεινὸν καί τι καὶ ἐς τοὺς Λακεδαιμονίους ἔχοντα δυσνοίας. | For when Artaxerxes learned of the battles that Agesilaus had won, and how Agesilaus kept steadily advancing further into his territory as he continually mastered all before him with his army, he punished Tissaphernes—even though he had formerly been his benefactor—with death, and dispatched Tithraustes toward the coast, a man known both for his great intelligence and for his hostility toward the Spartans. | ὡς γάρ δή πυνθάνομαι Ἀρταξέρξης μάχη τε ὅς νικάω Ἀγησίλαος καί ὡς εἰς ὁ πρόσω χειρόομαι ὁ ἐν πούς πρόσειμι ἀεί σύν ὁ στρατός Τισσαφέρνης μέν καίπερ ὁ πρότερος εὐεργέτης εἰμί ζημιόω θάνατος Τιθραύστης δέ καταπέμπω ἐπί θάλασσα καί φρονέω τε δεινός καί τις καί εἰς ὁ Λακεδαιμόνιος ἔχω δυσνοία | 0 |
| 3.9.8 | 1 | οὗτος ὡς ἀφίκετο ἐς Σάρδεις, αὐτίκα ἐπενόει τρόπον ᾧ τινι ἀναγκάσει Λακεδαιμονίους τὴν ἐκ τῆς Ἀσίας ἀνακαλέσασθαι στρατιάν. | When he arrived in Sardis, he immediately started planning how he might compel the Lacedaemonians to withdraw their forces from Asia. | οὗτος ὡς ἀφικνέομαι εἰς Σάρδεις αὐτίκα ἐπινοέω τρόπος ὅς τις ἀναγκάζω Λακεδαιμόνιος ὁ ἐκ ὁ Ἀσία ἀνακαλέω στρατιά | 0 |
| 3.9.8 | 2 | ἄνδρα οὖν Ῥόδιον Τιμοκράτην ἐς τὴν Ἑλλάδα πέμπει χρήματα ἄγοντα, ἐντειλάμενος πόλεμον ἐν τῇ Ἑλλάδι ἐργάσασθαι Λακεδαιμονίοις. | Accordingly, he sent Timocrates, a Rhodian, into Greece with money, instructing him to stir up war in Greece against the Lacedaemonians. | ἀνήρ οὖν ῥόδιος Τιμοκράτης εἰς ὁ Ἑλλάς πέμπω χρῆμα ἄγω ἐντέλλομαι πόλεμος ἐν ὁ Ἑλλάς ἐργάζομαι Λακεδαιμόνιος | 0 |
| 3.9.8 | 3 | οἱ δὲ τῶν χρημάτων μεταλαβόντες Ἀργείων μὲν Κύλων τε εἶναι λέγονται καὶ Σωδάμας, ἐν Θήβαις δὲ Ἀνδροκλείδης καὶ Ἰσμηνίας καὶ Ἀμφίθεμις· μετέσχε δὲ καὶ Ἀθηναῖος Κέφαλος καὶ Ἐπικράτης. | Those said to have shared in this money included among the Argives Cylon and Sodamas; at Thebes, Androcleides, Ismenias, and Amphithemis; and among the Athenians, Cephalus and Epicrates. | ὁ δέ ὁ χρῆμα μεταλαμβάνω Ἀργεῖος μέν κύλων τε εἰμί λέγω καί Σωδάμας ἐν Θῆβαι δέ Ἀνδροκλείδης καί Ἰσμήνιος καί Ἀμφίθεμις μετέχω δέ καί Ἀθηναῖος κέφαλος καί Ἐπικράτης | 0 |
| 3.9.8 | 4 | καὶ ὅσοι Κορινθίων ἐφρόνουν τὰ Ἀργείων Πολυάνθης τε καὶ Τιμόλαος. | Also involved were those Corinthians who supported the Argive cause, namely Polyanthes and Timolaus. | καί ὅσος Κορινθιος φρονέω ὁ Ἀργεῖος πολυάνθης τε καί Τιμόλαος | 0 |
| 3.9.9 | 1 | οἱ δὲ ἐς τὸ φανερὸν τοῦ πολέμου παρασχόντες τὴν ἀρχὴν ἐγένοντο οἱ ἐξ Ἀμφίσσης Λοκροί. | The Locrians of Amphissa were openly responsible for initiating the war. | ὁ δέ εἰς ὁ φανερός ὁ πόλεμος παρασχύω ὁ ἀρχή γίγνομαι ὁ ἐκ Ἀμφίσσα Λοκρός | 0 |
| 3.9.9 | 2 | τοῖς γὰρ δὴ Λοκροῖς γῆ πρὸς τοὺς Φωκέας ἐτύγχανεν οὖσα ἀμφισβητήσιμος γῆ · ἐκ ταύτης ὑπὸ Θηβαίων ἐπαρθέντες τῶν περὶ Ἰσμηνίαν τόν τε σῖτον ἀκμάζοντα ἔτεμον καὶ ἤλασαν λείαν ἄγοντες· | There was disputed territory between the Locrians and the Phokians: at the instigation of the Thebans, especially Ismenias and his supporters, the Locrians harvested grain when it was still ripe, and carried off plunder. | ὁ γάρ δή Λοκρός γῆ πρός ὁ Φωκεύς τυγχάνω εἰμί ἀμφισβητήσιμος γῆ ἐκ οὗτος ὑπό Θηβαῖος ἐπαίρω ὁ περί Ἰσμήνιος ὁ τε σῖτος ἀκμάζω τέμνω καί ἐλαύνω λεία ἄγω | 0 |
| 3.9.9 | 3 | ἐνέβαλον δὲ πανδημεὶ καὶ οἱ Φωκεῖς ἐς τὴν Λοκρίδα καὶ ἐδῄωσαν τὴν χώραν. | In response, the Phokians launched a full-scale invasion into Locris, laying waste to the countryside. | ἐμβάλλω δέ πανδημεί καί ὁ Φωκεύς εἰς ὁ Λοκρίς καί δηιόω ὁ χώρα | 0 |
| 3.9.10 | 1 | ἐπηγάγοντο οὖν οἱ Λοκροὶ συμμάχους Θηβαίους καὶ τὴν Φωκίδα ἐπόρθησαν· | Therefore the Locrians brought in the Thebans as allies and devastated Phocis. | ἐπαγάγω οὖν ὁ Λοκρός σύμμαχος Θηβαῖος καί ὁ Φωκίς πορθέω | 0 |
| 3.9.10 | 2 | ἐς δὲ τὴν Λακεδαίμονα ἐλθόντες οἱ Φωκεῖς τοῖς Θηβαίοις ἐπέκειντο καὶ ἐδίδασκον οἷα ἐπεπόνθεσαν ὑπʼ αὐτῶν. | The Phokians, going to Sparta, accused the Thebans vehemently and recounted the wrongs they had suffered at their hands. | εἰς δέ ὁ Λακεδαίμων ἔρχομαι ὁ Φωκεύς ὁ Θηβαῖος ἐπίκειμαι καί διδάσκω οἷος πάσχω ὑπό αὐτός | 0 |
| 3.9.10 | 3 | Λακεδαιμονίοις δὲ πόλεμον πρὸς Θηβαίους ἔδοξεν ἄρασθαι· ἐποιοῦντο δὲ ἐς αὐτοὺς καὶ ἄλλα ἐγκλήματα καὶ τὴν ἐν Αὐλίδι αὐτῶν ὕβριν ἐς τὴν Ἀγησιλάου θυσίαν. | Consequently, the Spartans decided to declare war upon the Thebans, charging them also with other grievances, notably the outrage committed at Aulis during the sacrifice performed by Agesilaus. | Λακεδαιμόνιος δέ πόλεμος πρός Θηβαῖος δοκέω αἴρω ποιέω δέ εἰς αὐτός καί ἄλλος ἐγκλήματα καί ὁ ἐν Αὐλίς αὐτός ὕβρις εἰς ὁ Ἀγησίλαος θυσία | 0 |
| 3.9.11 | 1 | Ἀθηναῖοι δὲ τὴν διάνοιαν τῶν Λακεδαιμονίων προπεπυσμένοι πέμπουσιν ἐς Σπάρτην, ὅπλα μὲν ἐπὶ σφᾶς ἐπὶ Θήβας δεόμενοι μὴ κινῆσαι, δίκῃ δὲ ὑπὲρ ὧν ἐγκαλοῦσι διακρίνεσθαι· | The Athenians, having learned beforehand the intentions of the Lacedaemonians, sent envoys to Sparta, begging them neither to move arms against themselves nor against Thebes, but rather to settle by arbitration the charges they were bringing. | Ἀθηναῖος δέ ὁ διάνοια ὁ Λακεδαιμόνιος προπεπυσμένος πέμπω εἰς Σπάρτη ὅπλον μέν ἐπί σφεῖς ἐπί Θῆβαι δέομαι μή κινέω δίκη δέ ὑπέρ ὅς ἐγκαλέω διακρίνω | 0 |
| 3.9.11 | 2 | Λακεδαιμόνιοι δὲ πρὸς ὀργὴν ἀποπέμπουσι τὴν πρεσβείαν. | The Lacedaemonians, however, in anger sent back the embassy without success. | Λακεδαιμόνιος δέ πρός ὀργή ἀποπέμπω ὁ πρεσβεία | 0 |
| 3.9.11 | 3 | τὰ δὲ ἐπὶ τούτοις ἔς τε τὴν Λακεδαιμονίων ἔξοδον καὶ τὰ ἐς τὴν Λυσάνδρου τελευτὴν ἐδήλωσέ μοι τοῦ λόγου τὰ ἐς Παυσανίαν· | Concerning the events that followed, including the campaign of the Lacedaemonians and the death of Lysander, the details have been presented earlier in my account about Pausanias. | ὁ δέ ἐπί οὗτος εἰς τε ὁ Λακεδαιμόνιος ἔξοδος καί ὁ εἰς ὁ Λύσανδρος τελευτή δηλόω ἐγώ ὁ λόγος ὁ εἰς Παυσανίας | 0 |
| 3.9.12 | 1 | καὶ ὁ κληθεὶς Κορινθιακὸς πόλεμος ἐς πλέον ἀεὶ προῆλθεν ἀπὸ τῆς Λακεδαιμονίων ἀρξάμενος ἐς Βοιωτίαν ἐξόδου. | The so-called Corinthian War continually expanded, having begun with the Lacedaemonians making an incursion into Boeotia. | καί ὁ καλέω κορινθιακός πόλεμος εἰς πλέον ἀεί προέρχομαι ἀπό ὁ Λακεδαιμόνιος ἄρχομαι εἰς Βοιωτία ἔξοδος | 0 |
| 3.9.12 | 2 | κατὰ ταύτην μὲν δὴ τὴν ἀνάγκην ὀπίσω τὸ στράτευμα ἐκ τῆς Ἀσίας ἀπῆγεν Ἀγησίλαος· | On account of this urgent situation, Agesilaus led back his forces from Asia. | κατά οὗτος μέν δή ὁ ἀνάγκη ὀπίσω ὁ στράτευμα ἐκ ὁ Ἀσία ἀπάγω Ἀγησίλαος | 0 |
| 3.9.12 | 3 | ἐπεὶ δὲ ἐξ Ἀβύδου περαιωθεὶς ναυσὶν ἐς Σηστὸν καὶ διεξελθὼν τὴν Θρᾴκην ἀφίκετο ἐς Θεσσαλίαν, ἐνταῦθα οἱ Θεσσαλοὶ χάριτι τῇ ἐς Θηβαίους τοῦ πρόσω τὸν Ἀγησίλαον ἐπειρῶντο εἴργειν· | Crossing by ships from Abydos to Sestos and marching through Thrace, he arrived in Thessaly. | ἐπεί δέ ἐκ Ἄβυδος περαιόω ναῦς εἰς σηστός καί διεξέρχομαι ὁ Θρᾴκη ἀφικνέομαι εἰς Θεσσαλία ἐνταῦθα ὁ Θεσσαλός χάρις ὁ εἰς Θηβαῖος ὁ πρόσω ὁ Ἀγησίλαος πειράομαι εἴργω | 0 |
| 3.9.12 | 4 | ἦν δέ τι εὐνοίας ἐκ παλαιοῦ καὶ ἐς τὴν πόλιν αὐτοῖς τὴν Ἀθηναίων. | Here, through their goodwill toward the Thebans, the Thessalians attempted to hinder Agesilaus from advancing farther; they were also bound by an ancient friendship toward the city of the Athenians. | εἰμί δέ τις εὔνοια ἐκ παλαιός καί εἰς ὁ πόλις αὐτός ὁ Ἀθηναῖος | 0 |
| 3.9.13 | 1 | Ἀγησίλαος δὲ Θεσσαλίαν τε διεξῆλθε τρεψάμενος αὐτῶν τὸ ἱππικὸν καὶ αὖθις διὰ Βοιωτῶν διώδευσε Θηβαίους ἐν Κορωνείᾳ καὶ τὸ ἄλλο νικήσας συμμαχικόν. | Agesilaus advanced through Thessaly, having defeated their cavalry, and then once more passed through the country of the Boeotians, defeating the Thebans and their allies at Coroneia. | Ἀγησίλαος δέ Θεσσαλία τε διεξέρχομαι τρέπω αὐτός ὁ ἱππικός καί αὖθις διά Βοιωτός διοδεύω Θηβαῖος ἐν Κορώνειος καί ὁ ἄλλος νικάω συμμαχικός | 0 |
| 3.9.13 | 2 | ὡς δὲ ἐτράποντο οἱ Βοιωτοί, καταφεύγουσιν ἄνδρες ἐξ αὐτῶν ἐς ἱερὸν Ἀθηνᾶς ἐπίκλησιν Ἰτωνίας· | After the Boeotians had been routed, some of their men took refuge in the sanctuary of Athena, surnamed Itonia. | ὡς δέ τρέπω ὁ βοιωτός καταφεύγω ἀνήρ ἐκ αὐτός εἰς ἱερός Ἀθηνᾶ ἐπίκλησις Ἰτωνία | 0 |
| 3.9.13 | 3 | Ἀγησίλαος δὲ εἶχε μὲν τραῦμα ἐκ τῆς μάχης, ἐς δὲ τοὺς ἱκέτας παρενόμησεν οὐδʼ οὕτως. | Although Agesilaus had received a wound in the battle, he nevertheless committed no sacrilege against these suppliants. | Ἀγησίλαος δέ ἔχω μέν τραῦμα ἐκ ὁ μάχη εἰς δέ ὁ ἱκέτης παρανομέω οὐδέ οὕτως | 0 |