Word-level lemma forms extracted for each sentence
| Passage | Sentence | Greek | English | Lemma Forms | Missing |
|---|---|---|---|---|---|
| 4.11.1 | 1 | πέμπτῳ δὲ ἔτει τῆς Ἀριστοδήμου βασιλείας μελλόντων ἐκ προρρήσεως συμβολὴν ποιήσεσθαι---τῷ τε γὰρ μήκει τοῦ πολέμου καὶ τοῖς δαπανήμασιν ἀπειρήκεσαν---οὕτω παρεγένοντο ἀμφοτέροις καὶ οἱ σύμμαχοι, Λακεδαιμονίοις μὲν Κορίνθιοι Πελοποννησίων μόνοι, τοῖς δὲ Μεσσηνίοις οἵ τε Ἀρκάδες πανστρατιᾷ καὶ Ἀργείων καὶ Σικυωνίων λογάδες. | In the fifth year of Aristodemus's reign, as both sides were about to engage in a decisive confrontation due to a prophecy—for they had grown weary because of the war’s duration and its costs—the allies on each side assembled accordingly. | πέμπτος δέ ἔτος ὁ Ἀριστόδημος βασιλεία μέλλω ἐκ πρόρρησις συμβολή ποιέω ὁ τε γάρ μῆκος ὁ πόλεμος καί ὁ δαπάνημα ἀπειρέκαστος οὕτως παραγίγνομαι ἀμφότερος καί ὁ σύμμαχος Λακεδαιμόνιος μέν Κορίνθιος Πελοποννήσιος μόνος ὁ δέ Μεσσήνιος ὁ τε Ἀρκάς πανστρατιά καί Ἀργεῖος καί Σικυώνιος λογάς | 0 |
| 4.11.1 | 2 | Λακεδαιμόνιοι μὲν οὖν Κορινθίοις καὶ τοῖς εἵλωσι καὶ ὅσοι περίοικοι συνεστρατεύοντο τὸ μέσον ἐπιτρέψαντες, ἐπὶ τοῖς κέρασιν αὐτοί τε καὶ οἱ βασιλεῖς ἐτάσσοντο βαθείᾳ τε ὡς οὔπω πρότερον καὶ πυκνῇ τῇ φάλαγγι. | To the Lacedaemonians came only the Corinthians from among the Peloponnesians, while to the Messenians came the Arcadians in full force and select troops from the Argives and Sicyonians. | Λακεδαιμόνιος μέν οὖν Κορίνθιος καί ὁ εἴλω καί ὅσος περίοικος συστρατεύομαι ὁ μέσος ἐπιτρέπω ἐπί ὁ κέρας αὐτός τε καί ὁ βασιλεύς τάσσω βαθύς τε ὡς οὔπω πρότερον καί πυκνός ὁ φάλαγξ | 0 |
| 4.11.2 | 1 | τῷ δὲ Ἀριστοδήμῳ καὶ τοῖς περὶ αὐτὸν διετάχθη τὰ ἐς τὴν μάχην οὕτως. | The arrangements Aristodemus made for himself and his followers regarding the coming battle were thus: | ὁ δέ Ἀριστόδημος καί ὁ περί αὐτός διατάσσω ὁ εἰς ὁ μάχη οὕτως | 0 |
| 4.11.2 | 2 | ὅσοι τῶν Ἀρκάδων ἢ τῶν Μεσσηνίων τὰ μὲν σώματα ἦσαν ἐρρωμένοι καὶ ἀγαθοὶ τὰς ψυχάς, ὅπλα δὲ οὐκ εἶχον ἰσχυρά, τούτοις τῶν ὅπλων τὰ χρησιμώτατα ἐπέλεξε, καὶ ὡς τὸ ἔργον ἤπειγεν, ὁμοῦ τοῖς Ἀργείοις καὶ Σικυωνίοις καὶ τούτους ἔτασσε· | Those Arcadians and Messenians who were physically strong and courageous, but whose equipment was not effective, he selected for them the most useful arms available; and since the urgency of the task was pressing, he stationed these men together with the Argives and Sicyonians. | ὅσος ὁ Ἀρκάς ἤ ὁ Μεσσήνιος ὁ μέν σῶμα εἰμί ἐρρώννυμι καί ἀγαθός ὁ ψυχή ὅπλον δέ οὐ ἔχω ἰσχυρός οὗτος ὁ ὅπλον ὁ χρήσιμος ἐπιλέγω καί ὡς ὁ ἔργον ἀπειγέω ὁμοῦ ὁ Ἀργεῖος καί Σικυώνιος καί οὗτος τάσσω | 0 |
| 4.11.2 | 3 | τὴν δὲ φάλαγγα ἐπὶ πλέον ἥπλωσεν, ὡς μὴ κυκλωθεῖεν ὑπὸ τῶν ἐναντίων. | He further extended the phalanx to avoid encirclement by the enemy. | ὁ δέ φάλαγξ ἐπί πλέον ἁπλόω ὡς μή κυκλόω ὑπό ὁ ἐναντίος | 0 |
| 4.11.2 | 4 | προείδετο δὲ καὶ ὅπως τεταγμένοις σφίσι τὸ ὄρος ἡ Ἰθώμη κατὰ νώτου γίνοιτο. | He also took precaution to position them so that Mount Ithome would lie at their backs. | προοράω δέ καί ὅπως τάσσω σφεῖς ὁ ὄρος ὁ Ἰθώμη κατά νῶτον γίγνομαι | 0 |
| 4.11.2 | 5 | καὶ τούτοις μὲν Κλέοννιν ἐπέταξεν ἡγεμόνα· | Over these troops he appointed Cleonnis as their commander. | καί οὗτος μέν Κλεώνη ἐπιτάσσω ἡγεμών | 0 |
| 4.11.3 | 1 | αὐτὸς δὲ καὶ ὁ Δᾶμις ὑπέμενον ἔχοντες τοὺς ψιλούς, σφενδονήτας μὲν ἢ τοξότας ὀλίγους, ὁ δὲ ὄχλος ὁ πολὺς τοῖς τε σώμασιν ἦσαν ἐς τὰς ἐπιδρομὰς καὶ ἀναχωρήσεις ἐπιτήδειοι καὶ τῇ ὁπλίσει κοῦφοι· | Damis himself and his men stood firm, supported by their lightly armed troops, among whom there were very few slingers or archers; the great majority were fit physically for swift charges and withdrawals, lightly equipped. | αὐτός δέ καί ὁ δᾶμις ὑπομένω ἔχω ὁ ψιλός σφενδονήτης μέν ἤ τοξότης ὀλίγος ὁ δέ ὄχλος ὁ πολύς ὁ τε σῶμα εἰμί εἰς ὁ ἐπιδρομή καί ἀναχώρησις ἐπιτήδειος καί ὁ ὁπλίζω κοῦφος | 0 |
| 4.11.3 | 2 | θώρακα γὰρ ἢ ἀσπίδα εἶχεν οὐχ ἕκαστος, ὅσοι δὲ ἠπόρουν τούτων, περιεβέβληντο αἰγῶν νάκας καὶ προβάτων, οἱ δὲ καὶ θηρίων δέρματα καὶ μάλιστα οἱ ὀρεινοὶ τῶν Ἀρκάδων λύκων τε καὶ ἄρκτων. | Not every one of them possessed a breastplate or shield, and those who were lacking these protective arms wrapped themselves in the fleeces of goats and sheep; some even wore the skins of wild animals, especially the mountain-dwelling Arcadians, who favored wolves' and bears' skins. | θώραξ γάρ ἤ ἀσπίς ἔχω οὐ ἕκαστος ὅσος δέ ἀπορέω οὗτος περιβάλλω αἴξ νάκη καί πρόβατον ὁ δέ καί θηρίον δέρμα καί μάλιστα ὁ ὀρεινός ὁ Ἀρκάς λύκος τε καί ἄρκτος | 0 |
| 4.11.4 | 1 | ἀκόντια δὲ ἕκαστος πολλά, οἱ δὲ καὶ λόγχας αὐτῶν ἔφερον. | Each carried many javelins, and some bore spears also. | ἀκόντιον δέ ἕκαστος πολύς ὁ δέ καί λόγχη αὐτός φέρω | 0 |
| 4.11.4 | 2 | καὶ οὗτοι μὲν ἐλόχων τῆς Ἰθώμης ἔνθα ἔμελλον ἥκιστα ἔσεσθαι σύνοπτοι· | These men lay in ambush on Ithome, where they would least likely be spotted. | καί οὗτος μέν ἐλόω ὁ Ἰθώμη ἔνθα μέλλω ἥκιστα ἔσομαι σύνοπτος | 0 |
| 4.11.4 | 3 | οἱ δὲ ὁπλῖται τῶν Μεσσηνίων καὶ συμμάχων τήν τε ἔφοδον τὴν πρώτην τῶν Λακεδαιμονίων ὑπέμειναν καὶ μετὰ τοῦτο ἦσαν ἤδη καὶ τὰ ἄλλα ἀνδρεῖοι. | Meanwhile, the Messenian hoplites and their allies met the first charge of the Lacedaemonians, and thereafter too showed notable bravery. | ὁ δέ ὁπλίτης ὁ Μεσσήνιος καί σύμμαχος ὁ τε ἔφοδος ὁ πρῶτος ὁ Λακεδαιμόνιος ὑπομένω καί μετά οὗτος εἰμί ἤδη καί ὁ ἄλλος ἀνδρεῖος | 0 |
| 4.11.4 | 4 | ἀριθμῷ μὲν δὴ τῶν ἐναντίων ἀπελείποντο, λογάδες δὲ ὄντες ἐμάχοντο πρὸς δῆμον καὶ οὐχ ὁμοίως πρὸς κρείττους, ᾗ καὶ μᾶλλον τῇ τε ἄλλῃ προθυμίᾳ καὶ ταῖς ἐμπειρίαις ἐπὶ πολὺ ἀντεῖχον. | Certainly they were inferior in numbers to their opponents, yet being chosen men, they fought against the common soldiers and not equally against their betters, which accounted largely for how long they resisted, aided further by their zeal and experience. | ἀριθμός μέν δή ὁ ἐναντίος ἀπολείπω λογάς δέ εἰμί μάχομαι πρός δῆμος καί οὐ ὁμοίως πρός κρείττων ὅς καί μᾶλλον ὁ τε ἄλλος προθυμία καί ὁ ἐμπειρία ἐπί πολύς ἀντέχω | 0 |
| 4.11.5 | 1 | ἐνταῦθα καὶ ὁ στρατὸς τῶν Μεσσηνίων ὁ εὔζωνος, ἀφʼ οὗ καὶ τούτοις ἤρθη τὰ σημεῖα, ἐχρῶντο ἐπὶ τοὺς Λακεδαιμονίους δρόμῳ καὶ περιστάντες ἠκόντιζον ἐς τὰ πλάγια· | Here too stood the Messenian light-armed troops, from whom the signals were now raised; these dashed forward at the Lacedaemonians, surrounded them at a run, and hurled javelins against their flanks. | ἐνταῦθα καί ὁ στρατός ὁ Μεσσήνιος ὁ εὔζωνος ἀπό ὅς καί οὗτος αἴρω ὁ σημεῖον χράομαι ἐπί ὁ Λακεδαιμόνιος δρόμος καί περιστέλλω ἀκοντίζω εἰς ὁ πλάγιος | 0 |
| 4.11.5 | 2 | ὅσοις δὲ καὶ ἐπὶ πλέον μετῆν τόλμης, προσέθεόν τε καὶ ἔτυπτον ἐκ χειρός. | Those who had greater daring rushed closer and struck them hand-to-hand. | ὅσος δέ καί ἐπί πλέον μετέχω τόλμη προσέξειμι τε καί τύπτω ἐκ χείρ | 0 |
| 4.11.5 | 3 | οἱ δὲ Λακεδαιμόνιοι, κίνδυνόν σφισι δεύτερον ἐν τῷ αὐτῷ καὶ οὕτως ἀνέλπιστον ὁρῶντες παρόντα, ὅμως οὔτε ἐταράχθησαν ἐπιστρεφόμενοί τε ἐς τοὺς ψιλοὺς ἀμύνεσθαι μὲν ἐπειρῶντο, | The Lacedaemonians, seeing themselves thus confronted by an unexpected danger, now for a second time in the same place, nevertheless remained undisturbed and turned back against the skirmishers, attempting defence. | ὁ δέ Λακεδαιμόνιος κίνδυνος σφεῖς δεύτερος ἐν ὁ αὐτός καί οὕτως ἀνέλπιστος ὁράω παρών ὅμως οὔτε ταράσσω ἐπιστρέφομαι τε εἰς ὁ ψιλός ἀμύνομαι μέν πειράομαι | 0 |
| 4.11.5 | 4 | διὰ δὲ τὴν κουφότητα οὐ χαλεπῶς ἀποφευγόντων ἀπορία τοῖς Λακεδαιμονίοις καὶ ἀπʼ αὐτῆς ἤδη καὶ ὀργὴ γίνεται. | Yet, as the enemy easily avoided them owing to their agility, the Spartans fell into confusion and consequently grew angry. | διά δέ ὁ κουφότης οὐ χαλεπῶς ἀποφεύγω ἀπορία ὁ Λακεδαιμόνιος καί ἀπό αὐτός ἤδη καί ὀργή γίγνομαι | 0 |
| 4.11.6 | 1 | πεφύκασι δέ πως οἱ ἄνθρωποι μάλιστα ἔχειν ἀκρατῶς πρὸς τὰ παρʼ ἀξίαν· | There is by nature, it seems, a certain tendency among humans to feel especially unrestrained toward anything they regard as undeserved. | φύω δέ πῶς ὁ ἄνθρωπος μάλιστα ἔχω ἀκρατῶς πρός ὁ παρά ἀξία | 0 |
| 4.11.6 | 2 | καὶ δὴ καὶ τότε οἵ τε ἤδη τραύματα τῶν Σπαρτιατῶν εἰληφότες καὶ ὅσοι κειμένων τῶν παραστατῶν ἐγίνοντο πρὸς τὴν ἔφοδον τῶν ψιλῶν πρῶτοι προεξέθεόν τε, ὁπότε ἴδοιεν ἐπιφερομένους τοὺς ψιλούς, καὶ ὑπὸ θυμοῦ μακροτέρας τὰς διώξεις ἐποιοῦντο ἀποχωρούντων. | And indeed, at that time, those of the Spartans who had already received wounds and those who stood in ranks where comrades had fallen were foremost in rushing forward against the attacks of the light-armed troops, whenever they saw them approaching; and carried away by passion, they pursued them far too eagerly when they retreated. | καί δή καί τότε ὁ τε ἤδη τραῦμα ὁ Σπαρτιάτης λαμβάνω καί ὅσος κεῖμαι ὁ παραστατής γίγνομαι πρός ὁ ἔφοδος ὁ ψιλός πρῶτος προεξέρχομαι τε ὁπότε ὁράω ἐπιφέρω ὁ ψιλός καί ὑπό θυμός μακρός ὁ διώκω ποιέω ἀποχωρέω | 0 |
| 4.11.6 | 3 | οἱ δὲ ψιλοὶ τῶν Μεσσηνίων ὡς τὸ πρῶτον ἤρξαντο, κατὰ χώραν τε μένοντας ἔτυπτον καὶ ἐσηκόντιζον καὶ διωκόντων ἔφθανον ἀποφεύγοντες καὶ πειρωμένοις ἀναστρέφειν αὖθις ἐπῄεσαν. | At first, the Messenian skirmishers began by striking and hurling missiles at the Spartans standing their ground; then, fleeing swiftly, they repeatedly evaded pursuit and, if their pursuers attempted to turn back, attacked again. | ὁ δέ ψιλός ὁ Μεσσήνιος ὡς ὁ πρῶτος ἄρχω κατά χώρα τε μένω τύπτω καί σηκοντίζω καί διώκω φθάνω ἀποφεύγω καί πειρώμενος ἀναστρέφω αὖθις ἔπειμι | 0 |
| 4.11.7 | 1 | ταῦτα δὲ ἔδρων σποράδην καὶ ἄλλοι κατʼ ἄλλο τῆς τῶν ἐναντίων τάξεως· | These deeds they carried out scatteredly, each group acting differently from the arrangement of their opponents. | οὗτος δέ δράω σποράδην καί ἄλλος κατά ἄλλος ὁ ὁ ἐναντίος τάξις | 0 |
| 4.11.7 | 2 | οἵ τε ὁπλῖται τῶν Μεσσηνίων καὶ συμμάχων θρασύτερον ἐν τῷ τοιῷδε τοῖς κατὰ στόμα αὐτῶν ἐπέκειντο. | The hoplites of the Messenians and their allies, emboldened by such circumstances, pressed harder upon those arrayed opposite them. | ὁ τε ὁπλίτης ὁ Μεσσήνιος καί σύμμαχος θρασύς ἐν ὁ τοιοῦτος ὁ κατά στόμα αὐτός ἐπίκειμαι | 0 |
| 4.11.7 | 3 | τέλος δὲ οἱ Λακεδαιμόνιοι τῷ τε χρόνῳ καὶ τοῖς τραύμασιν ἀπαγορεύοντες καὶ ἅμα παρὰ τὸ εἰωθὸς ὑπὸ τῶν ψιλῶν ταρασσόμενοι διαλύουσι τὴν τάξιν· | Finally, the Lacedaemonians, overcome by exhaustion and their wounds, and at the same time unusually disturbed by the assaults of the light-armed troops, broke their ranks. | τέλος δέ ὁ Λακεδαιμόνιος ὁ τε χρόνος καί ὁ τραῦμα ἀπαγορεύω καί ἅμα παρά ὁ εἰώθα ὑπό ὁ ψιλός ταράσσω διαλύω ὁ τάξις | 0 |
| 4.11.7 | 4 | τραπέντων δέ, ἐνταῦθά σφισι πλείω παρεῖχον κακὰ οἱ ψιλοί. | After they had turned to flight, the light-armed soldiers inflicted even greater harm upon them. | τρέπω δέ ἐνταῦθα σφεῖς πλείων παρέχω κακός ὁ ψιλός | 0 |
| 4.11.8 | 1 | τοὺς δὲ τῶν Λακεδαιμονίων διαφθαρέντας ἐν τῇ μάχῃ συλλαβεῖν μὲν οὐχ οἷά τε ἦν ἀριθμῷ, πείθομαι δὲ εἶναι καὶ αὐτὸς πολλούς. | As for how many Lacedaemonians fell in the battle, it was impossible to ascertain their number exactly, though I myself am persuaded that they were numerous. | ὁ δέ ὁ Λακεδαιμόνιος διαφθείρω ἐν ὁ μάχη συλλαμβάνω μέν οὐ οἷος τε εἰμί ἀριθμός πείθομαι δέ εἰμί καί αὐτός πολύς | 0 |
| 4.11.8 | 2 | ἡ δὲ οἴκαδε ἀναχώρησις τοῖς μὲν ἄλλοις καθʼ ἡσυχίαν, Κορινθίοις δὲ ἔμελλεν ἔσεσθαι χαλεπή· διὰ πολεμίας γὰρ ἐγίνετο ὁμοίως διά τε τῆς Ἀργείας πειρωμένοις καὶ παρὰ Σικυῶνα ἀνασωθῆναι. | The return journey home was peaceful for most, but it was destined to be difficult for the Corinthians; for their route passed through hostile territory, as they attempted alike to reach safety both through the Argive land and by way of Sicyon. | ὁ δέ οἴκαδε ἀναχώρησις ὁ μέν ἄλλος κατά ἡσυχία Κορίνθιος δέ μέλλω ἔσομαι χαλεπός διά πολέμιος γάρ γίγνομαι ὁμοίως διά τε ὁ Ἀργεία πειρώμενος καί παρά Σικυών ἀνασῴζω | 0 |