Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 5.13

PassageSentenceGreekEnglishLemma FormsMissing
5.13.1 1 ἔστι δὲ ἐντὸς τῆς Ἄλτεως καὶ Πέλοπι ἀποτετμημένον τέμενος· Within the Altis there is also a precinct set apart for Pelops. εἰμί δέ ἐντός ὁ ἄλσος καί Πέλοψ ἀποτέμνω τέμενος 0
5.13.1 2 ἡρώων δὲ τῶν ἐν Ὀλυμπίᾳ τοσοῦτον προτετιμημένος ἐστὶν ὁ Πέλοψ ὑπὸ Ἠλείων ὅσον Ζεὺς θεῶν τῶν ἄλλων. Among all the heroes honored at Olympia, Pelops is held by the Eleans in as great esteem as Zeus himself is among the other gods. ἥρως δέ ὁ ἐν Ὀλυμπία τοσοῦτος προτιμάω εἰμί ὁ Πέλοψ ὑπό Ἠλεῖος ὅσος Ζεύς θεός ὁ ἄλλος 0
5.13.1 3 ἔστιν οὖν τοῦ ναοῦ τοῦ Διὸς κατὰ δεξιὰν τῆς ἐσόδου πρὸς ἄνεμον Βορέαν τὸ Πελόπιον, The Pelopion is situated to the right of the entrance to the temple of Zeus, toward the north wind. εἰμί οὖν ὁ ναός ὁ Ζεύς κατά δεξιός ὁ ἔσοδος πρός ἄνεμος Βορέας ὁ Πελοπίος 0
5.13.1 4 ἀφεστηκὸς μὲν τοῦ ναοῦ τοσοῦτον ὡς μεταξὺ καὶ ἀνδριάντας καὶ ἀναθήματα ἄλλα ἀνακεῖσθαι, παρήκει δὲ ὡς ἐπὶ τὸν ὀπισθόδομον ἀπὸ μέσου μάλιστα ἀρξάμενον τοῦ ναοῦ· It stands at such a distance from the temple that statues and other dedications can be placed between the two; it extends from approximately the middle of the temple roughly to the rear chamber (opisthodomos). ἀφεστηκώς μέν ὁ ναός τοσοῦτος ὡς μεταξύ καί ἀνδριάς καί ἀνάθημα ἄλλος ἀνάκειμαι πάρειμι δέ ὡς ἐπί ὁ ὀπισθόδομος ἀπό μέσος μάλιστα ἄρχομαι ὁ ναός 0
5.13.1 5 καὶ λίθων τε θριγκῷ περιέχεται καὶ δένδρα ἐντὸς πεφυκότα καὶ ἀνδριάντες εἰσὶν ἀνακείμενοι, It is enclosed by a perimeter wall of stones, and inside grow trees and stand statues set up as dedications. καί λίθος τε θριγκός περιέχω καί δένδρον ἐντός φύω καί ἀνδριάς εἰμί ἀνάκειμαι 0
5.13.2 1 ἔσοδος δὲ ἐς αὐτὸ πρὸς δυσμῶν ἐστιν ἡλίου. The entrance to it is toward the setting of the sun. ἔσοδος δέ εἰς αὐτός πρός δυσμός εἰμί ἥλιος 0
5.13.2 2 τοῦτο ἀπονεῖμαι τῷ Πέλοπι Ἡρακλῆς ὁ Ἀμφιτρύωνος λέγεται· τέταρτος γὰρ δὴ ἀπόγονος καὶ οὗτος ἦν Πέλοπος, λέγεται δὲ καὶ ὡς ἔθυσεν ἐς τὸν βόθρον τῷ Πέλοπι. Heracles, son of Amphitryon, is said to have assigned this spot to Pelops; for he himself was descended from Pelops in the fourth generation; it is also related that he sacrificed to Pelops into the pit. οὗτος ἀπονέμω ὁ Πέλοψ Ἡρακλῆς ὁ Ἀμφιτρύων λέγω τέταρτος γάρ δή ἀπόγονος καί οὗτος εἰμί Πέλοψ λέγω δέ καί ὡς θύω εἰς ὁ βόθρος ὁ Πέλοψ 0
5.13.2 3 θύουσι δὲ αὐτῷ καὶ νῦν ἔτι οἱ κατὰ ἔτος τὰς ἀρχὰς ἔχοντες· τὸ δὲ ἱερεῖόν ἐστι κριὸς μέλας. Even now those who annually hold office offer sacrifice to Pelops, the sacrificial victim being a black ram. θύω δέ αὐτός καί νῦν ἔτι ὁ κατά ἔτος ὁ ἀρχή ἔχω ὁ δέ ἱερείον εἰμί κριός μέλας 0
5.13.2 4 ἀπὸ ταύτης οὐ γίνεται τῷ μάντει μοῖρα τῆς θυσίας, τράχηλον δὲ μόνον δίδοσθαι τοῦ κριοῦ καθέστηκε τῷ ὀνομαζομένῳ ξυλεῖ. From this offering no portion is allotted to the seer; it is established custom to give only the neck of the ram to the one called the "woodman." ἀπό οὗτος οὐ γίγνομαι ὁ μάντις μοῖρα ὁ θυσία τράχηλος δέ μόνος δίδωμι ὁ κριός καθίστημι ὁ ὀνομάζω ξύλινος 0
5.13.3 1 ἔστι δὲ ὁ ξυλεὺς ἐκ τῶν οἰκετῶν τοῦ Διός, ἔργον δὲ αὐτῷ πρόσκειται τὰ ἐς τὰς θυσίας ξύλα τεταγμένου λήμματος καὶ πόλεσι παρέχειν καὶ ἀνδρὶ ἰδιώτῃ· The Woodman is among the servants of Zeus, and his appointed duty is to provide wood of specific, prescribed type for the sacrifices, both to the cities and to any private individual. εἰμί δέ ὁ ξυλεύς ἐκ ὁ οἰκέτης ὁ Ζεύς ἔργον δέ αὐτός πρόκειμαι ὁ εἰς ὁ θυσία ξύλον τάσσω λήμμα καί πόλις παρέχω καί ἀνήρ ἰδιώτης 0
5.13.3 2 τὰ δὲ λεύκης μόνης ξύλα καὶ ἄλλου δένδρου ἐστὶν οὐδενός· He supplies only poplar wood, and no other tree at all. ὁ δέ λεύκη μόνος ξύλον καί ἄλλος δένδρον εἰμί οὐδείς 0
5.13.3 3 ὃς δʼ ἂν ἢ αὐτῶν Ἠλείων ἢ ξένων τοῦ θυομένου τῷ Πέλοπι ἱερείου φάγῃ τῶν κρεῶν, οὐκ ἔστιν οἱ ἐσελθεῖν παρὰ τὸν Δία. Whoever, whether one of the Eleans themselves or a foreigner, eats of the meat from the sacrificial victim offered to Pelops, is not permitted to enter the sanctuary of Zeus. ὅς δέ ἄν ἤ αὐτός Ἠλεῖος ἤ ξένος ὁ θύω ὁ Πέλοψ ἱερεῖον ἐσθίω ὁ κρέας οὐ εἰμί ὁ εἰσέρχομαι παρά ὁ διά 0
5.13.3 4 τὸ δὲ αὐτὸ καὶ ἐν τῇ Περγάμῳ τῇ ὑπὲρ ποταμοῦ Καΐκου πεπόνθασιν οἱ τῷ Τηλέφῳ θύοντες· The same restriction occurs in Pergamum beyond the river Caïcus for those who sacrifice to Telephus. ὁ δέ αὐτός καί ἐν ὁ Πέργαμος ὁ ὑπέρ ποταμός Καΐκος πάσχω ὁ ὁ Τήλεφος θύω 0
5.13.3 5 ἔστι γὰρ δὴ οὐδὲ τούτοις ἀναβῆναι πρὸ λουτροῦ παρὰ τὸν Ἀσκληπιόν. For neither are these permitted to ascend to the sanctuary of Asclepius without having first bathed. εἰμί γάρ δή οὐδέ οὗτος ἀναβαίνω πρό λουτρόν παρά ὁ Ἀσκληπιός 0
5.13.4 1 λέγεται δὲ καὶ τοιοῦτον· μηκυνομένου τοῦ πρὸς Ἰλίῳ πολέμου τοῖς Ἕλλησιν, προαγορεῦσαι δὲ αὐτοῖς τοὺς μάντεις ὡς αἱρήσουσιν οὐ πρότερον τὴν πόλιν, πρὶν ἂν τὰ Ἡρακλέους τόξα καὶ ὀστοῦν ἐπαγάγωνται Πέλοπος. It is also said as follows: when the war against Ilium dragged on for the Greeks, their seers declared to them that they would not capture the city until they had brought to themselves the bow of Heracles and a bone of Pelops. λέγω δέ καί τοιοῦτος μηκύνω ὁ πρός Ἴλιος πόλεμος ὁ Ἕλλην προαγορεύω δέ αὐτός ὁ μάντις ὡς αἱρέω οὐ πρότερον ὁ πόλις πρίν ἄν ὁ Ἡρακλῆς τόξον καί ὀστοῦν ἐπαγάγω Πέλοψ 0
5.13.4 2 οὕτω δὴ μεταπέμψασθαι μὲν Φιλοκτήτην φασὶν αὐτοὺς ἐς τὸ στρατόπεδον, ἀχθῆναι δὲ καὶ τῶν ὀστῶν ὠμοπλάτην σφίσιν ἐκ Πίσης τῶν Πέλοπος· Thus, it is said, they summoned Philoctetes to the camp and brought from Pisa for themselves a bone, namely the shoulder-blade of Pelops. οὕτως δή μεταπέμπω μέν Φιλοκτήτης φημί αὐτός εἰς ὁ στρατόπεδον ἄγω δέ καί ὁ ὀστέον ὠμοπλάτη σφεῖς ἐκ πίστις ὁ Πέλοψ 0
5.13.4 3 ὡς δὲ οἴκαδε ἐκομίζοντο, ἀπόλλυται περὶ Εὔβοιαν καὶ ἡ ναῦς ὑπὸ τοῦ χειμῶνος ἡ τὸ ὀστοῦν φέρουσα τὸ Πέλοπος. However, on their voyage home, the ship bearing the bone of Pelops was wrecked in a storm near Euboea. ὡς δέ οἴκαδε κομίζω ἀπόλλυμι περί εὔβοια καί ὁ ναῦς ὑπό ὁ χείμων ὁ ὁ ὀστοῦν φέρω ὁ Πέλοψ 0
5.13.5 1 ἔτεσι δὲ ὕστερον πολλοῖς μετὰ ἅλωσιν Ἰλίου Δαμάρμενον ἁλιέα ἐξ Ἐρετρίας ἀφέντα δίκτυον ἐς θάλασσαν τὸ ὀστοῦν ἑλκύσαι, θαυμάσαντα δὲ αὐτοῦ τὸ μέγεθος ἔχειν ἀποκρύψαντα ὑπὸ τὴν ψάμμον. Many years later, after the capture of Troy, Damarmenos, a fisherman from Eretria, cast a net into the sea and drew up the bone; astonished by its great size, he concealed it beneath the sand. ἔτος δέ ὕστερον πολύς μετά ἅλωσις Ἴλιον δαμάρμενος ἁλιεύς ἐκ Ἐρέτρια ἀφίημι δίκτυον εἰς θάλασσα ὁ ὀστοῦν ἑλκύω θαυμάζω δέ αὐτός ὁ μέγεθος ἔχω ἀποκρύπτω ὑπό ὁ ψάμμος 0
5.13.5 2 τέλος δὲ αὐτὸν ἀφικέσθαι καὶ ἐς Δελφούς, ὅτου τε ἀνδρὸς τὸ ὀστοῦν εἴη καὶ ὅ τι χρηστέον αὐτῷ διδαχθῆναι δεησόμενον. In the end, he journeyed also to Delphi, wishing to learn from the oracle whose bone it was and what he ought to do with it. τέλος δέ αὐτός ἀφικνέομαι καί εἰς Δελφοί ὅστις τε ἀνήρ ὁ ὀστοῦν εἴην καί ὁ τις χρηστέον αὐτός διδάσκω δέομαι 0
5.13.6 1 καί πως κατὰ πρόνοιαν τοῦ θεοῦ τηνικαῦτα πρεσβεία παρῆν Ἠλείων ἐπανόρθωμα αἰτούντων νόσου λοιμώδους· And as though through divine providence, at that very time an embassy of Eleans was present, seeking relief from a devastating plague. καί πῶς κατά πρόνοια ὁ θεός τηνικαῦτα πρεσβεία πάρειμι Ἠλεῖος ἐπανόρθωμα αἰτέω νόσος λοιμώδης 0
5.13.6 2 ἀνεῖπεν οὖν σφισιν ἡ Πυθία, τοῖς μὲν ἀνασώσασθαι Πέλοπος τὰ ὀστᾶ, Δαμαρμένῳ δὲ ἀποδοῦναι τὰ εὑρημένα αὐτῷ Ἠλείοις. Thus, the Pythia instructed them to recover the bones of Pelops, and commanded Damarmenos to return to the Eleans the relics he had discovered. ἀνειπέω οὖν σφεῖς ὁ Πυθία ὁ μέν ἀνασῴζω Πέλοψ ὁ ὀστέον δαμάρμενος δέ ἀποδίδωμι ὁ εὑρίσκω αὐτός Ἠλεῖος 0
5.13.6 3 καί οἱ ταῦτα ποιήσαντι ἄλλα τε ἀντέδοσαν Ἠλεῖοι καὶ Δαμάρμενόν τε αὐτὸν καὶ ἀπογόνους τοὺς ἐκείνου φύλακας σφᾶς εἶναι τοῦ ὀστοῦ. Having obeyed this, the Eleans gave him many gifts in return, and established Damarmenos himself and his descendants after him as guardians of the bone. καί ὁ οὗτος ποιέω ἄλλος τε ἀποδίδωμι Ἠλεῖος καί δαμάρμενος τε αὐτός καί ἀπόγονος ὁ ἐκεῖνος φύλαξ σφεῖς εἰμί ὁ ὀστοῦν 0
5.13.6 4 ἡ δὲ ὠμοπλάτη τοῦ Πέλοπος ἠφάνιστο ἤδη κατʼ ἐμέ, ὅτι ἐμοὶ δοκεῖν ἐκέκρυπτο ἐπὶ πολὺ κατὰ τοῦ βυθοῦ καὶ ὁμοῦ τῷ χρόνῳ προσέκαμνεν οὐχ ἥκιστα ὑπὸ τῆς θαλάσσης. The shoulder-blade of Pelops, however, had vanished already by my time; as I see it, this was because it had remained hidden deep under the sea for generations, and over time had suffered extensive decay, particularly from the effects of the saltwater. ὁ δέ ὠμοπλάτη ὁ Πέλοψ φανίζω ἤδη κατά ἐγώ ὅτι ἐγώ δοκέω κατακρύπτω ἐπί πολύς κατά ὁ βυθός καί ὁμοῦ ὁ χρόνος προσκάμνω οὐ ἥκιστα ὑπό ὁ θάλασσα 0
5.13.7 1 Πέλοπος δὲ καὶ Ταντάλου τῆς παρʼ ἡμῖν ἐνοικήσεως σημεῖα ἔτι καὶ ἐς τόδε λείπεται, Ταντάλου μὲν λίμνη τε ἀπʼ αὐτοῦ καλουμένη καὶ οὐκ ἀφανὴς τάφος, Πέλοπος δὲ ἐν Σιπύλῳ μὲν θρόνος ἐν κορυφῇ τοῦ ὄρους ἐστὶν ὑπὲρ τῆς Πλαστήνης μητρὸς τὸ ἱερόν, διαβάντι δὲ Ἕρμον ποταμὸν Ἀφροδίτης ἄγαλμα ἐν Τήμνῳ πεποιημένον ἐκ μυρσίνης τεθηλυίας· Evidence of the residence of Pelops and Tantalus among us remains even now: there is the lake called after Tantalus himself and his clearly visible tomb; and for Pelops, on Sipylus there is a throne placed on the peak of the mountain, above the sanctuary of his mother Plastene; beyond the river Hermus, in Temnus, there is a statue of Aphrodite fashioned from living myrtle-wood. Πέλοψ δέ καί Τάνταλος ὁ παρά ἐγώ ἐνοίκησις σημεῖον ἔτι καί εἰς ὅδε λείπω Τάνταλος μέν λίμνη τε ἀπό αὐτός καλέω καί οὐ ἀφανής τάφος Πέλοψ δέ ἐν Σίπυλος μέν θρόνος ἐν κορυφή ὁ ὄρος εἰμί ὑπέρ ὁ πλαστής μήτηρ ὁ ἱερόν διαβαίνω δέ ἕρμα ποταμός Ἀφροδίτη ἄγαλμα ἐν τήμνω ποιέω ἐκ μυρσίνη θηλύς 0
5.13.7 2 ἀναθεῖναι δὲ Πέλοπα αὐτὸ παρειλήφαμεν μνήμῃ, προϊλασκόμενόν τε τὴν θεὸν καὶ γενέσθαι οἱ τὸν γάμον τῆς Ἱπποδαμείας αἰτούμενον. Tradition records that Pelops dedicated this image as a memorial, appeasing the goddess and requesting her favor to marry Hippodameia. ἀνατίθημι δέ Πέλοψ αὐτός παραλαμβάνω μνήμη προιλάσκομαι τε ὁ θεός καί γίγνομαι ὁ ὁ γάμος ὁ Ἱπποδάμεια αἰτέω 0
5.13.8 1 ἔστι δὲ ὁ τοῦ Διὸς τοῦ Ὀλυμπίου βωμὸς ἴσον μὲν μάλιστα τοῦ Πελοπίου τε καὶ τοῦ ἱεροῦ τῆς Ἥρας ἀπέχων, προκείμενος μέντοι καὶ πρὸ ἀμφοτέρων· The altar of Olympian Zeus is situated at roughly equal distances from the Pelopion and the sanctuary of Hera, but lies somewhat in front of both. εἰμί δέ ὁ ὁ Ζεύς ὁ Ὀλύμπιος βωμός ἴσος μέν μάλιστα ὁ Πελοπίος τε καί ὁ ἱερόν ὁ Ἥρα ἔχω πρόκειμαι μέντοι καί πρό ἀμφότεροι 0
5.13.8 2 κατασκευασθῆναι δὲ αὐτὸν οἱ μὲν ὑπὸ Ἡρακλέους τοῦ Ἰδαίου λέγουσιν, οἱ δὲ ὑπὸ ἡρώων τῶν ἐπιχωρίων γενεαῖς δύο ὕστερον τοῦ Ἡρακλέους. Some say it was built by Idaean Heracles, while others claim it was constructed two generations later by local heroes, subsequent to Heracles. κατασκευάζω δέ αὐτός ὁ μέν ὑπό Ἡρακλῆς ὁ Ἰδαῖος λέγω ὁ δέ ὑπό ἥρως ὁ ἐπιχώριος γενεά δύο ὕστερον ὁ Ἡρακλῆς 0
5.13.8 3 πεποίηται δὲ ἱερείων τῶν θυομένων τῷ Διὶ ἀπὸ τῆς τέφρας τῶν μηρῶν, καθάπερ γε καὶ ἐν Περγάμῳ· This altar is formed from the ashes of the thighs of sacrificial victims offered to Zeus, just as is also the case at Pergamum. ποιέω δέ ἱερεῖον ὁ θύω ὁ Ζεύς ἀπό ὁ τέφρα ὁ μηρός καθάπερ γε καί ἐν Πέργαμος 0
5.13.8 4 τέφρας γὰρ δή ἐστι καὶ τῇ Ἥρᾳ τῇ Σαμίᾳ βωμὸς οὐδέν τι ἐπιφανέστερος ἢ ἐν τῇ χώρᾳ τῇ Ἀττικῇ ἃς αὐτοσχεδίας Ἀθηναῖοι καλοῦσιν ἐσχάρας. Similarly, the altar dedicated to Hera of Samos is also composed of ashes, though it is no more outstanding than those found in Attica, which the Athenians call "improvised hearths." τέφρα γάρ δή εἰμί καί ὁ Ἥρα ὁ Σαμία βωμός οὐδείς τις ἐπιφανής ἤ ἐν ὁ χώρα ὁ Ἀττική ὅς αὐτοσχεδίας Ἀθηναῖος καλέω ἔσχατος 0
5.13.9 1 τοῦ βωμοῦ δὲ τοῦ ἐν Ὀλυμπίᾳ κρηπῖδος μὲν τῆς πρώτης, προθύσεως καλουμένης, πόδες πέντε καὶ εἴκοσι καὶ ἑκατόν ἐστι περίοδος, τοῦ δὲ ἐπὶ τῇ προθύσει περίμετρος ἐπακτοῦ πόδες δύο καὶ τριάκοντα· Regarding the altar at Olympia, the circumference of its first base, known as the prothysis (foundation), is one hundred and twenty-five feet; the perimeter of the platform placed upon this foundation measures thirty-two feet. ὁ βωμός δέ ὁ ἐν Ὀλυμπία κρηπίς μέν ὁ πρῶτος προθύσεως καλέω πούς πέντε καί εἴκοσι καί ἑκατόν εἰμί περίοδος ὁ δέ ἐπί ὁ προθύω περίμετρος ἐπακτός πούς δύο καί τριάκοντα 0
5.13.9 2 τὸ δὲ ὕψος τοῦ βωμοῦ τὸ σύμπαν ἐς δύο καὶ εἴκοσιν ἀνήκει πόδας. The total height of the altar amounts to twenty-two feet. ὁ δέ ὕψος ὁ βωμός ὁ σύμπας εἰς δύο καί εἴκοσι ἀνήκω πούς 0
5.13.9 3 αὐτὰ μὲν δὴ τὰ ἱερεῖα ἐν μέρει τῷ κάτω, τῇ προθύσει, καθέστηκεν αὐτοῖς θύειν· τοὺς μηροὺς δὲ ἀναφέροντες ἐς τοῦ βωμοῦ τὸ ὑψηλέστατον καθαγίζουσιν ἐνταῦθα. It is established custom for sacrifices themselves to be offered at the lower part, the prothysis, while the thighs of the sacrificial victims are carried up onto the highest part of the altar and there offered as burnt sacrifice. αὐτός μέν δή ὁ ἱερεῖον ἐν μέρος ὁ κάτω ὁ προθύω καθίστημι αὐτός θύω ὁ μηρός δέ ἀναφέρω εἰς ὁ βωμός ὁ ὑψηλός καθαγίζω ἐνταῦθα 0
5.13.10 1 ἀναβασμοὶ δὲ ἐς μὲν τὴν πρόθυσιν ἀνάγουσιν ἐξ ἑκατέρας τῆς πλευρᾶς λίθου πεποιημένοι· τὸ δὲ ἀπὸ τῆς προθύσεως ἐς τὸ ἄνω τοῦ βωμοῦ τέφρας παρέχεται καὶ ἀναβασμούς. Steps made of stone on each of the two sides lead up to the lowest platform; from this platform upward the ascent to the higher part of the altar is composed of ashes and also provides steps. ἀναβασμός δέ εἰς μέν ὁ πρόθυσις ἀνάγω ἐκ ἑκάτερος ὁ πλευρά λίθος ποιέω ὁ δέ ἀπό ὁ προθύσεως εἰς ὁ ἄνω ὁ βωμός τέφρα παρέχω καί ἀναβασμός 0
5.13.10 2 ἄχρι μὲν δὴ τῆς προθύσεως ἔστιν ἀναβῆναι καὶ παρθένοις καὶ ὡσαύτως γυναιξίν, ἐπειδὰν τῆς Ὀλυμπίας μὴ ἐξείργωνται· ἀπὸ τούτου δὲ ἐς τὸ ἀνωτάτω τοῦ βωμοῦ μόνοις ἔστιν ἀνδράσιν ἀνελθεῖν. Up to this lower platform maidens and women are permitted to ascend, provided they are not excluded from Olympia; but from this point upward to the highest level of the altar men alone may ascend. ἄχρι μέν δή ὁ προθύσεως εἰμί ἀναβαίνω καί παρθένος καί ὡσαύτως γυνή ἐπειδάν ὁ Ὀλυμπία μή ἐξεργάζομαι ἀπό οὗτος δέ εἰς ὁ ἀνωτάτω ὁ βωμός μόνος εἰμί ἀνήρ ἀνέρχομαι 0
5.13.10 3 θύεται δὲ τῷ Διὶ καὶ ἄνευ τῆς πανηγύρεως ὑπό τε ἰδιωτῶν καὶ ἀνὰ πᾶσαν ἡμέραν ὑπὸ Ἠλείων. Sacrifices to Zeus are performed even apart from the festival, both by private individuals and daily by the Eleans. θύω δέ ὁ Ζεύς καί ἄνευ ὁ πανήγυρις ὑπό τε ἰδιώτης καί ἀνά πᾶς ἡμέρα ὑπό Ἠλεῖος 0
5.13.11 1 κατʼ ἔτος δὲ ἕκαστον φυλάξαντες οἱ μάντεις τὴν ἐνάτην ἐπὶ δέκα τοῦ Ἐλαφίου μηνὸς κομίζουσιν ἐκ τοῦ πρυτανείου τὴν τέφραν, φυράσαντες δὲ τῷ ὕδατι τοῦ Ἀλφειοῦ κονιῶσιν οὕτω τὸν βωμόν. Each year, on the nineteenth day of the month Elaphius, the seers take ashes from the Prytaneion, mix them with water from the Alpheios river, and thus plaster the altar. κατά ἔτος δέ ἕκαστος φυλάσσω ὁ μάντις ὁ ἔνατος ἐπί δέκα ὁ ἐλάφιον μήν κομίζω ἐκ ὁ πρυτανεῖον ὁ τέφρα φυράζω δέ ὁ ὕδωρ ὁ Ἀλφειός κονιόω οὕτως ὁ βωμός 0
5.13.11 2 ὑπὸ δὲ ἄλλου τὴν τέφραν ὕδατος ποιηθῆναι πηλὸν οὐ μή ποτε ἐγγένηται· It is never permitted that this ash be mixed into mud with water from another. ὑπό δέ ἄλλος ὁ τέφρα ὕδωρ ποιέω πηλός οὐ μή ποτε ἐγγίγνομαι 0
5.13.11 3 καὶ τοῦδε ἕνεκα ὁ Ἀλφειὸς νενόμισται τῷ Ὀλυμπίῳ Διὶ ποταμῶν δὴ μάλιστα εἶναι φίλος. For this reason, the Alpheios has come to be regarded as the river most dear to Olympian Zeus. καί ὅδε ἕνεκα ὁ Ἀλφειός νομίζω ὁ Ὀλύμπιος Ζεύς ποταμός δή μάλιστα εἰμί φίλος 0
5.13.11 4 ἔστι δὲ καὶ ἐν Διδύμοις τῶν Μιλησίων βωμός, ἐποιήθη δὲ ὑπὸ Ἡρακλέους τοῦ Θηβαίου, καθὰ οἱ Μιλήσιοι λέγουσιν, ἀπὸ τῶν ἱερείων τοῦ αἵματος· There is also at Didyma among the Milesians an altar they say was constructed by Heracles of Thebes, made from the blood of sacrificial animals. εἰμί δέ καί ἐν δίδυμος ὁ Μιλήσιος βωμός ποιέω δέ ὑπό Ἡρακλῆς ὁ Θηβαῖος καθά ὁ Μιλήσιος λέγω ἀπό ὁ ἱερεῖον ὁ αἷμα 0
5.13.11 5 ἐς δὲ τὰ ὕστερα τὸ αἷμα τῶν θυμάτων οὐκ ἐς ὑπέρογκον ηὔξηκεν αὐτὸν μέγεθος. The blood of sacrifices offered afterward, however, has not increased the altar's size significantly. εἰς δέ ὁ ὕστερος ὁ αἷμα ὁ θύμα οὐ εἰς ὑπέρογκος αὔξω αὐτός μέγεθος 0