Pausanias Analysis

Word-level lemma forms extracted for each sentence

Chapter 5.16

PassageSentenceGreekEnglishLemma FormsMissing
5.16.1 1 λείπεται δὲ τὸ μετὰ τοῦτο ἡμῖν τῆς τε Ἥρας ὁ ναὸς καὶ ὁπόσα ἐστὶν ἐν τῷ ναῷ πρέποντα ἐς συγγραφήν. Next, it remains for me to describe the temple of Hera and all that is within the temple worthy of mention. λείπω δέ ὁ μετά οὗτος ἐγώ ὁ τε Ἥρα ὁ ναός καί ὁπόσος εἰμί ἐν ὁ ναός πρέπω εἰς συγγραφή 0
5.16.1 2 λέγεται δὲ ὑπὸ Ἠλείων ὡς Σκιλλούντιοι τῶν ἐν τῇ Τριφυλίᾳ πόλεών εἰσιν οἱ κατασκευασάμενοι τὸν ναὸν ὀκτὼ μάλιστα ἔτεσιν ὕστερον ἢ τὴν βασιλείαν τὴν ἐν Ἤλιδι ἐκτήσατο Ὄξυλος. The Eleans themselves say that the people of Skillous, a city in Triphylia, built this temple, about eight years after Oxylus had gained the kingship in Elis. λέγω δέ ὑπό Ἠλεῖος ὡς Σκιλλούντιος ὁ ἐν ὁ Τριφυλία πόλις εἰμί ὁ κατασκευάζω ὁ ναός ὀκτώ μάλιστα ἔτος ὕστερον ἤ ὁ βασιλεία ὁ ἐν ἤλις κτάομαι ὄξυλος 0
5.16.1 3 ἐργασία μὲν δή ἐστι τοῦ ναοῦ Δώριος, κίονες δὲ περὶ πάντα ἑστήκασιν αὐτόν· ἐν δὲ τῷ ὀπισθοδόμῳ δρυὸς ὁ ἕτερος τῶν κιόνων ἐστί. The style of the temple is Doric, with columns standing all around it; however, one of the columns in the opisthodomos is made of oak. ἐργασία μέν δή εἰμί ὁ ναός Δώριος κίων δέ περί πᾶς ἵστημι αὐτός ἐν δέ ὁ ὀπισθόδομος δρῦς ὁ ἕτερος ὁ κίων εἰμί 0
5.16.1 4 μῆκος δέ εἰσι τοῦ ναοῦ πόδες ἐννέα καὶ ἑξήκοντα καὶ ἑκατόν, εὖρος δὲ τρεῖς καὶ ἑξήκοντα , τὸ δὲ ὕψος τῶν πεντήκοντα οὐκ ἀποδεῖ· The length of the temple is one hundred and sixty-nine feet, its breadth is sixty-three feet, and its height nearly fifty feet. μῆκος δέ εἰμί ὁ ναός πούς ἐννέα καί ἑξήκοντα καί ἑκατόν εὖρος δέ τρεῖς καί ἑξήκοντα ὁ δέ ὕψος ὁ πεντήκοντα οὐ ἀποδέω 0
5.16.1 5 τὸν δὲ ἀρχιτέκτονα ὅστις ἐγένετο οὐ μνημονεύουσι. The name of the architect who built it is not remembered. ὁ δέ ἀρχιτέκτων ὅστις γίγνομαι οὐ μνημονεύω 0
5.16.2 1 διὰ πέμπτου δὲ ὑφαίνουσιν ἔτους τῇ Ἥρᾳ πέπλον αἱ ἓξ καὶ δέκα γυναῖκες· αἱ δὲ αὐταὶ τιθέασι καὶ ἀγῶνα Ἡραῖα. Every fifth year sixteen women weave a robe for Hera; these same women also arrange a contest called the Heraia. διά πέμπτος δέ ὑφαίνω ἔτος ὁ Ἥρα πέπλος ὁ ἕξ καί δέκα γυνή ὁ δέ αὐτός τίθημι καί ἀγών Ἡραῖα 0
5.16.2 2 ὁ δὲ ἀγών ἐστιν ἅμιλλα δρόμου παρθένοις· οὔτι που πᾶσαι ἡλικίας τῆς αὐτῆς, The contest is a footrace for virgins, though not all competitors are of the same age. ὁ δέ ἀγών εἰμί ἅμιλλα δρόμος παρθένος οὔτι πού πᾶς ἡλικία ὁ αὐτός 0
5.16.2 3 ἀλλὰ πρῶται μὲν αἱ νεώταται, μετὰ ταύτας δὲ αἱ τῇ ἡλικίᾳ δεύτεραι, τελευταῖαι δὲ θέουσιν ὅσαι πρεσβύταται τῶν παρθένων εἰσί. First run the youngest girls, after them those of middle age, and finally the oldest of the maidens run. ἀλλά πρῶτος μέν ὁ νεώτατος μετά οὗτος δέ ὁ ὁ ἡλικία δεύτερος τελευταῖος δέ θέω ὅσος πρεσβύτατος ὁ παρθένος εἰμί 0
5.16.3 1 θέουσι δὲ οὕτω· καθεῖταί σφισιν ἡ κόμη, χιτὼν ὀλίγον ὑπὲρ γόνατος καθήκει, τὸν ὦμον ἄχρι τοῦ στήθους φαίνουσι τὸν δεξιόν. They run as follows: their hair hangs loose down, their tunics reach a little above the knee, and their right shoulder is bared as far as the breast. θέω δέ οὕτως καθεῖμαι σφεῖς ὁ κόμη χιτών ὀλίγος ὑπέρ γόνυ καθήκω ὁ ὦμος ἄχρι ὁ στῆθος φαίνω ὁ δεξιός 0
5.16.3 2 ἀποδεδειγμένον μὲν δὴ ἐς τὸν ἀγῶνά ἐστι καὶ ταύταις τὸ Ὀλυμπικὸν στάδιον, ἀφαιροῦσι δὲ αὐταῖς ἐς τὸν δρόμον τοῦ σταδίου τὸ ἕκτον μάλιστα· For these women too, the Olympic stadium is reserved for their contest, but in their running the course is shortened by about one-sixth of the length of the stadium. ἀποδείκνυμι μέν δή εἰς ὁ ἀγών εἰμί καί οὗτος ὁ Ὀλυμπικός στάδιον ἀφαιρέω δέ αὐτός εἰς ὁ δρόμος ὁ στάδιον ὁ ἕκτος μάλιστα 0
5.16.3 3 ταῖς δὲ νικώσαις ἐλαίας τε διδόασι στεφάνους καὶ βοὸς μοῖραν τεθυμένης τῇ Ἥρᾳ, To the victors they give crowns of olive and a share of the ox sacrificed to Hera. ὁ δέ νικάω ἐλαία τε δίδωμι στέφανος καί βοῦς μοῖρα θύω ὁ Ἥρα 0
5.16.3 4 καὶ δὴ ἀναθεῖναί σφισιν ἔστι γραψαμέναις εἰκόνας. Furthermore, they are allowed to dedicate statues with their names inscribed. καί δή ἀνατίθημι σφεῖς εἰμί γράφω εἰκών 0
5.16.3 5 εἰσὶ δὲ καὶ αἱ διακονούμεναι ταῖς ἑκκαίδεκα κατὰ ταὐτὰ ταῖς ἀγωνοθετούσαις γυναῖκες. There are also women appointed to organize the competitions, who serve the sixteen women in the same manner as those who manage the male games. εἰμί δέ καί ὁ διακονέω ὁ ἑκκαίδεκα κατά αὐτός ὁ ἀγωνοθετέω γυνή 0
5.16.4 1 ἐπανάγουσι δὲ καὶ τῶν παρθένων τὸν ἀγῶνα ἐς τὰ ἀρχαῖα, Ἱπποδάμειαν τῇ Ἤρᾳ τῶν γάμων τῶν Πέλοπος ἐκτίνουσαν χάριν τάς τε ἑκκαίδεκα ἀθροῖσαι γυναῖκας λέγοντες καὶ σὺν αὐταῖς διαθεῖναι πρώτην τὰ Ἡραῖα· They also trace the maidens' contest back to ancient times, saying that Hippodameia, to express her gratitude to Hera for her marriage to Pelops, gathered together sixteen women and with them first established the Heraia games. ἐπανάγω δέ καί ὁ παρθένος ὁ ἀγών εἰς ὁ ἀρχαῖος Ἱπποδάμεια ὁ ἀράομαι ὁ γάμος ὁ Πέλοψ ἐκτίνω χάρις ὁ τε ἑκκαίδεκα ἀθροίζω γυνή λέγω καί σύν αὐτός διατίθημι πρῶτος ὁ Ἡραῖα 0
5.16.4 2 μνημονεύουσι δὲ καὶ ὅτι Χλῶρις νικήσειεν Ἀμφίονος θυγάτηρ μόνη λειφθεῖσα τοῦ οἴκου. They also recall that Chloris, the daughter of Amphion, was victorious, the one woman alone who remained alive of her household. μνημονεύω δέ καί ὅτι χλωρίς νικάω Ἀμφίων θυγάτηρ μόνος λείπω ὁ οἶκος 0
5.16.4 3 σὺν δὲ αὐτῇ καὶ ἕνα περιγενέσθαι φασὶ τῶν ἀρσένων· Along with her, they claim, a single male from the family also survived. σύν δέ αὐτός καί εἷς περιγίγνομαι φημί ὁ ἀρσένων 0
5.16.4 4 ἃ δὲ ἐς τοὺς Νιόβης παῖδας παρίστατο αὐτῷ μοι γινώσκειν, ἐν τοῖς ἔχουσιν ἐς Ἀργείους ἐδήλωσα. Whatever I was able to discover about the children of Niobe, I have detailed in my account concerning the Argives. ὅς δέ εἰς ὁ Νιόβη παῖς παρίστημι αὐτός ἐγώ γιγνώσκω ἐν ὁ ἔχω εἰς Ἀργεῖος δηλόω 0
5.16.5 1 ἐς δὲ τὰς ἑκκαίδεκα γυναῖκας καὶ ἄλλον τοιόνδε λέγουσιν ἐπὶ τῷ προτέρῳ λόγον. Regarding the sixteen women, another account is related, connected to the preceding story. εἰς δέ ὁ ἑκκαίδεκα γυνή καί ἄλλος τοιόσδε λέγω ἐπί ὁ πρότερος λόγος 0
5.16.5 2 Δαμοφῶντά φασι τυραννοῦντα ἐν Πίσῃ πολλά τε ἐργάσασθαι καὶ χαλεπὰ Ἠλείους· They say that Damophon, when ruling as a tyrant in Pisa, committed many grievous acts against the Eleans. Δαμοφών φημί τυραννέω ἐν πίσυς πολύς τε ἐργάζομαι καί χαλεπός Ἠλεῖος 0
5.16.5 3 ὡς δὲ ἐτελεύτησεν ὁ Δαμοφῶν---οὐ γὰρ δὴ οἱ Πισαῖοι συνεχώρουν μετέχειν δημοσίᾳ τοῦ τυράννου τῶν ἁμαρτημάτων, καί πως ἀρεστὰ καὶ Ἠλείοις ἐγένετο καταλύεσθαι τὰ ἐς αὐτοὺς ἐγκλήματα---, οὕτως ἑκκαίδεκα οἰκουμένων τηνικαῦτα ἔτι ἐν τῇ Ἠλείᾳ πόλεων γυναῖκα ἀφʼ ἑκάστης εἵλοντο διαλύειν τὰ διάφορά σφισιν, ἥτις ἡλικίᾳ τε ἦν πρεσβυτάτη καὶ ἀξιώματι καὶ δόξῃ τῶν γυναικῶν προεῖχεν. After Damophon's death—the Pisaeans did not publicly consent to share in the tyrant's wrongdoing, and it was found agreeable even to the Eleans to have the charges against them settled—each of the sixteen cities still inhabited in Elis at that time chose a woman to settle their disputes, selecting from each city the woman who was the eldest in age and distinguished foremost among women in reputation and honor. ὡς δέ τελευτάω ὁ Δαμοφῶν οὐ γάρ δή ὁ Πισαῖος συγχωρέω μετέχω δημοσίᾳ ὁ τύραννος ὁ ἁμάρτημα καί πῶς ἀρεστός καί Ἠλεῖος γίγνομαι καταλύω ὁ εἰς αὐτός ἐγκλήματα οὕτως ἑκκαίδεκα οἰκούμενος τηνικαῦτα ἔτι ἐν ὁ Ἤλις πόλις γυνή ἀπό ἕκαστος αἱρέω διαλύω ὁ διαφορά σφεῖς ὅστις ἡλικία τε εἰμί πρεσβύτατος καί ἀξίωμα καί δόξα ὁ γυνή προέχω 0
5.16.6 1 αἱ πόλεις δὲ ἀφʼ ὧν τὰς γυναῖκας εἵλοντο, ἦσαν Ἦλις . The cities, from which they took wives, were Elis. ὁ πόλις δέ ἀπό ὅς ὁ γυνή αἱρέω εἰμί Ἦλις 0
5.16.6 2 ἀπὸ τούτων μὲν αἱ γυναῖκες οὖσαι τῶν πόλεων Πισαίοις διαλλαγὰς πρὸς Ἠλείους ἐποίησαν· ὕστερον δὲ καὶ τὸν ἀγῶνα ἐπετράπησαν ὑπʼ αὐτῶν θεῖναι τὰ Ἡραῖα καὶ ὑφήνασθαι τῇ Ἥρᾳ τὸν πέπλον. These women from the cities made peace between the Pisatans and the Eleans; later, they were entrusted by the Eleans themselves both with conducting the contest called the Heraia and with weaving the robe for Hera. ἀπό οὗτος μέν ὁ γυνή οὖσα ὁ πόλις Πίσαιοι διαλλαγή πρός Ἠλεῖος ποιέω ὕστερον δέ καί ὁ ἀγών ἐπιτρέπω ὑπό αὐτός τίθημι ὁ Ἡραῖα καί ὑφαίνω ὁ Ἥρα ὁ πέπλος 0
5.16.6 3 αἱ δὲ ἑκκαίδεκα γυναῖκες καὶ χοροὺς δύο ἱστᾶσι καὶ τὸν μὲν Φυσκόας τῶν χορῶν, τὸν δὲ Ἱπποδαμείας καλοῦσι· These sixteen women organize two choruses, naming one of the choruses after Physkoa, the other after Hippodameia. ὁ δέ ἑκκαίδεκα γυνή καί χορός δύο ἵστημι καί ὁ μέν φυσκόα ὁ χορός ὁ δέ Ἱπποδάμεια καλέω 0
5.16.6 4 τὴν Φυσκόαν δὲ εἶναι ταύτην φασὶν ἐκ τῆς Ἤλιδος τῆς Κοίλης, τῷ δήμῳ δὲ ἔνθα ᾤκησεν ὄνομα μὲν Ὀρθίαν εἶναι. They say Physkoa was from Elis in the region called Hollow Elis, and that the community where she lived was called Orthia. ὁ φυσκόα δέ εἰμί οὗτος φημί ἐκ ὁ Ἠλίς ὁ κοῖλος ὁ δῆμος δέ ἔνθα οἰκέω ὄνομα μέν ὀρθία εἰμί 0
5.16.7 1 ταύτῃ τῇ Φυσκόᾳ Διόνυσον συγγενέσθαι λέγουσι, Φυσκόαν δὲ ἐκ Διονύσου τεκεῖν παῖδα Ναρκαῖον· They say that Dionysus was united with this Physkoa, and that Physkoa bore from Dionysus a son, Narkaios. οὗτος ὁ φυσκόη Διόνυσος συγγίγνομαι λέγω φυσκόα δέ ἐκ Διόνυσος τίκτω παῖς Ναρκαῖος 0
5.16.7 2 τοῦτον, ὡς ηὐξήθη, πολεμεῖν τοῖς προσοίκοις καὶ δυνάμεως ἐπὶ μέγα ἀρθῆναι, καὶ δὴ καὶ Ἀθηνᾶς ἱερὸν ἐπίκλησιν Ναρκαίας αὐτὸν ἱδρύσασθαι· When this Narkaios grew up, he waged war against his neighbors and grew greatly in power; moreover, he established a sanctuary of Athena, giving her the epithet Narkaia. οὗτος ὡς αὐξάνω πολεμέω ὁ πρόσοικος καί δύναμις ἐπί μέγας ἀρθρόω καί δή καί Ἀθηνᾶ ἱερός ἐπίκλησις Ναρκαία αὐτός ἱδρύω 0
5.16.7 3 Διονύσῳ τε τιμὰς λέγουσιν ὑπὸ Ναρκαίου καὶ Φυσκόας δοθῆναι πρώτων. Furthermore, they say that honors were first given to Dionysus by Narkaios and Physkoa. Διόνυσος τε τιμή λέγω ὑπό Ναρκαῖος καί φυσκόα δίδωμι πρῶτος 0
5.16.7 4 Φυσκόας μὲν δὴ γέρα καὶ ἄλλα καὶ χορὸς ἐπώνυμος παρὰ τῶν ἑκκαίδεκα γυναικῶν, φυλάσσουσι δὲ οὐδὲν ἧσσον Ἠλεῖοι καὶ τἄλλα καταλυθεισῶν ὅμως τῶν πόλεων· Indeed, Physkoa received other privileges and especially a chorus named after her, consisting of sixteen women; the Eleans still preserve this chorus, despite the destruction of the other cities. φυσκόα μέν δή γέρας καί ἄλλος καί χορός ἐπώνυμος παρά ὁ ἑκκαίδεκα γυνή φυλάσσω δέ οὐδέν ἧσσων Ἠλεῖος καί ὁ καταλύω ὅμως ὁ πόλις 0
5.16.7 5 νενεμημένοι γὰρ ἐς ὀκτὼ φυλὰς ἀφʼ ἑκάστης αἱροῦνται γυναῖκας δύο. For having been divided into eight tribes, they select two women from each tribe. νέμω γάρ εἰς ὀκτώ φυλή ἀπό ἕκαστος αἱρέω γυνή δύο 0
5.16.8 1 ὁπόσα δὲ ἢ ταῖς ἑκκαίδεκα γυναιξὶν ἢ τοῖς ἑλλανοδικοῦσιν Ἠλείων δρᾶν καθέστηκεν, οὐ πρότερον δρῶσι πρὶν ἢ χοίρῳ τε ἐπιτηδείῳ πρὸς καθαρμὸν καὶ ὕδατι ἀποκαθήρωνται. All those duties appointed either to the sixteen women or to the Eleian judges are not performed before they purify themselves with a suitable pig used for cleansing rites and water. ὁπόσος δέ ἤ ὁ ἑκκαίδεκα γυνή ἤ ὁ Ἑλλανοδίκης Ἠλεῖος δράω καθίστημι οὐ πρότερον δράω πρίν ἤ χοῖρος τε ἐπιτήδειος πρός καθαρμός καί ὕδωρ ἀποκαθαίρω 0
5.16.8 2 γίνεται δέ σφισιν ἐπὶ κρήνῃ Πιέρᾳ τὰ καθάρσια· ἐκ δὲ Ὀλυμπίας τὴν πεδιάδα ἐς Ἦλιν ἐρχομένῳ πρὸς τὴν πηγὴν ἀφικέσθαι τὴν Πιέραν ἔστι. Their purification ceremonies take place at the Pierian spring, which is encountered by one who travels from Olympia across the plain toward Elis. γίγνομαι δέ σφεῖς ἐπί κρήνη Πιερία ὁ καθάρσιον ἐκ δέ Ὀλυμπία ὁ πεδιάς εἰς Ἦλις ἔρχομαι πρός ὁ πηγή ἀφικνέομαι ὁ Πιέρα εἰμί 0